← 金嘴狄翁

演说集

§7.35-7.43

公地开垦的提案与猎人献出鹿皮的请求

一位温和的市民提议鼓励开垦公地的方案,并通过揭露控告者的虚伪行径来为猎人辩护;随后猎人澄清谎言,并提出愿向城邦献出鹿皮。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.35

δῆλον γὰρ ὡς ἐμοὶ πλέονος ἀξία γίγνεται, καὶ ἅμα ἡδὺ ὅραμα χώρα οἰκουμένη καὶ ἐνεργός· ἡ δʼ ἔρημος οὐ μόνον ἀνωφελὲς κτῆμα τοῖς ἔχουσιν, ἀλλὰ καὶ σφόδρα ἐλεεινόν τε καὶ δυστυχίαν τινὰ κατηγοροῦν τῶν δεσποτῶν.

因为很显然,土地对我来说变得更加有价值,同时,有人居住且得到耕耘的土地乃是一处怡人的景象;而荒芜的土地对于拥有者而言不仅是一处无用的产业,而且极其可怜,昭示着其主人的某种不幸。

§7.36

ὥστε μοι δοκεῖ μᾶλλον ἑτέρους προτρέπειν, ὅσους ἂν δύνησθε τῶν πολιτῶν, ἐργάζεσθαι τῆς δημοσίας γῆς ἀπολαβόντας, τοὺς μὲν ἀφορμήν τινα ἔχοντας πλείω, τοὺς δὲ πένητας, ὅσην ἂν ἕκαστος ᾖ δυνατός, ἵνα ὑμῖν ἥ τε χώρα ἐνεργὸς ᾖ καὶ τῶν πολιτῶν οἱ θέλοντες δύο τῶν μεγίστων ἀπηλλαγμένοι κακῶν, ἀργίας καὶ πενίας.

因此在我看来,与其如此,倒不如鼓励其他公民,凡是你们所能号召的,都去划分并耕种公有土地——那些拥有一笔本钱的人多分一些,穷人则各尽其力,从而使你们的土地能被开发利用,并使那些自愿的公民摆脱两大极恶:怠惰与贫困。

§7.37

ἐπὶ δέκα μὲν οὖν ἔτη προῖκα ἐχόντων·1 μετὰ δὲ τοῦτον τὸν χρόνον ταξάμενοι μοῖραν ὀλίγην παρεχέτωσαν ἀπὸ τῶν καρπῶν, ἀπὸ δὲ τῶν βοσκημάτων μηδέν. ἐὰν δέ τις ξένος γεωργῇ, πέντε ἔτη καὶ οὗτοι μηδὲν ὑποτελούντων, ὕστερον δὲ διπλάσιον ἢ οἱ πολῖται. ὃς δὲ ἂν ἐξεργάσηται τῶν ξένων διακόσια πλέθρα, πολίτην αὐτὸν εἶναι, ἵνα ὡς πλεῖστοι ὦσιν οἱ προθυμούμενοι.

就让他们免费占用十年吧;在此期限之后,商定缴纳产出的一小部分作为赋税,但对牲畜则一无所取。若有外邦人耕种,他们也在五年内无须缴纳任何东西,此后则缴纳公民的两倍。在外邦人中,凡开垦出二百普勒特隆土地者,便让他成为公民,好让踊跃尽力者尽可能众多。

§7.38

ἐπεὶ νῦν γε καὶ τὰ πρὸ τῶν πυλῶν ἄγρια παντελῶς ἐστι καὶ αἰσχρὰ δεινῶς, ὥσπερ ἐν ἐρημίᾳ τῇ βαθυτάτῃ, οὐχ ὡς προάστιον πόλεως· τὰ δέ γε ἐντὸς τείχους σπείρεται τὰ πλεῖστα καὶ κατανέμεται. οὐκοῦν ἄξιον, ἔφη, θαυμάσαι τῶν ῥητόρων, ὅτι τοὺς μὲν ἐπὶ τῷ Καφηρεῖ φιλεργοῦντας ἐν τοῖς ἐσχάτοις τῆς Εὐβοίας συκοφαντοῦσι, τοὺς δὲ τὸ γυμνάσιον γεωργοῦντας καὶ τὴν ἀγορὰν κατανέμοντας οὐδὲν οἴονται ποιεῖν δεινόν.

因为就目前而言,甚至城门前的一切都完全荒芜,丑陋不堪,宛如身处最深僻的荒野之中,根本不像城邦的郊野;而城墙以内的绝大部分土地却被用来播种和放牧。难道不应当,”他说道,“对那些演说家感到惊奇吗?他们诋毁那些在优卑亚极远之地的卡菲柔斯辛勤劳作的人,却认为那些把体育场当农田耕种、把广场当牧场放牧的人毫无过火之举。

§7.39

βλέπετε γὰρ αὐτοὶ δήπουθεν ὅτι τὸ γυμνάσιον ὑμῖν ἄρουραν πεποιήκασιν, ὥστε τὸν Ἡρακλέα καὶ ἄλλους ἀνδριάντας συχνοὺς ὑπὸ τοῦ θέρους2 ἀποκεκρύφθαι, τοὺς μὲν ἡρώων, τοὺς δὲ θεῶν· καὶ ὅτι καθʼ ἡμέραν τὰ τοῦ ῥήτορος τούτου πρόβατα ἕωθεν εἰς τὴν ἀγορὰν ἐμβάλλει καὶ κατανέμεται τὰ περὶ τὸ βουλευτήριον καὶ τὰ ἀρχεῖα· ὥστε τοὺς πρῶτον ἐπιδημήσαντας ξένους τοὺς μὲν καταγελᾶν τῆς πόλεως, τοὺς δὲ οἰκτίρειν αὐτήν. πάλιν οὖν ταῦτα ἀκούσαντες ὠργίζοντο πρὸς ἐκεῖνον καὶ ἐθορύβουν.

因为你们自己想必也看见了,他们竟然把你们的体育场变成了一片耕地,以致赫拉克勒斯以及许多其他雕像——有些是英雄,有些是神明——都被庄稼掩盖住了;而且每天清晨,这位演说家的羊群就冲进广场,在议事厅和档案馆周围啃食杂草;以至于初次来访的外邦人,有的嘲笑这城邦,有的则怜悯它。”听了这番话,众人再次对那位演说家勃然大怒,哗然喧噪起来。

§7.40

καὶ τοιαῦτα ποιῶν τοὺς ταλαιπώρους ἰδιώτας οἴεται δεῖν ἀπαγαγεῖν, ἵνα δῆλον ὅτι μηδεὶς ἐργάζηται τὸ λοιπόν, ἀλλʼ οἱ μὲν ἔξω λῃστεύωσιν, οἱ δʼ ἐν τῇ πόλει λωποδυτῶσιν. ἐμοὶ δέ, ἔφη, δοκεῖ τούτους ἐᾶν ἐφʼ οἷς αὐτοὶ πεποιήκασιν, ὑποτελοῦντας τὸ λοιπὸν ὅσον μέτριον, περὶ δὲ τῶν ἔμπροσθεν προσόδων συγγνῶναι αὐτοῖς, ὅτι ἔρημον καὶ ἀχρεῖον γεωργήσοντες τὴν γῆν κατελάβοντο. ἐὰν δὲ τιμὴν θέλωσι καταβαλεῖν τοῦ χωρίου, ἀποδόσθαι αὐτοῖς ἐλάττονος ἢ ἄλλοις.

“他自己干出这等事,却认为应当把这些可怜的平民押去投狱,这显然是为了让今后谁也不去劳作,而是有些人在城外当强盗,有些人在城里当扒手。但在我看来,”他说道,“应当让他们保留自己所建立的产业,今后缴纳适度的份额即可;对于以往的收益则应予赦免,因为他们占有那片土地是为了开垦荒废无用之所。如果他们愿意支付那块土地的地价,就以比别人更低廉的价格卖给他们。”

§7.41

εἰπόντος δὲ αὐτοῦ τοιαῦτα, πάλιν ὁ ἐξ ἀρχῆς ἐκεῖνος ἀντέλεγεν, καὶ ἐλοιδοροῦντο ἐπὶ πολύ. τέλος δὲ καὶ ἐμὲ ἐκέλευον εἰπεῖν ὅ, τι βούλομαι. καὶ τί με, ἔφην, δεῖ λέγειν; πρὸς τὰ εἰρημένα, εἶπέ τις τῶν καθημένων. οὐκοῦν λέγω, ἔφην, ὅτι οὐθὲν ἀληθές ἐστιν ὧν εἴρηκεν.

在他说了这些话之后,起初的那人再次反唇相讥,两人长时间互相辱骂。最后,他们也吩咐我想说什么就说什么。我便问道:“我该说什么呢?”坐着的一个人说:“就针对刚才说的那些话。”我便说:“那么我说,他刚才所说的没有一句是真的。

§7.42

ἐγὼ μὲν, ὦ ἄνδρες, ἐνύπνια ᾤμην, ἔφην, ὁρᾶν, ἀγροὺς καὶ κώμας καὶ τοιαῦτα φλυαροῦντος. ἡμεῖς δὲ οὔτε κώμην ἔχομεν οὔτε ἵππους οὔτε ὄνους οὔτε βοῦς. εἴθε γὰρ ἦν ἔχειν ἡμᾶς ὅσα οὗτος ἔλεγεν ἀγαθά, ἵνα καὶ ὑμῖν ἐδώκαμεν καὶ αὐτοὶ τῶν μακαρίων ἦμεν.3 καὶ τὰ νῦν δὲ ὄντα ἡμῖν ἱκανά ἐστιν, ἐξ ὧν εἴ τι βούλεσθε λάβετε· κἂν πάντα ἐθέλητε, ἡμεῖς ἕτερα κτησόμεθα. ἐπὶ τούτῳ δὲ τῷ λόγῳ ἐπῄνεσαν.

诸位市民,”我说道,“当他胡诌什么庄园、村庄之类的话时,我真以为自己在做白日梦呢。我们既没有村庄,也没有马、驴或牛。要是我们真拥有这人所说的那么多财富就好了,那样我们也能分赠给你们,自己也能成为富足之人了。不过,我们目前所拥有的也足够我们用了,其中若有你们想要的,就尽管拿去吧;即便你们全都要,我们也能再去获取别的东西。”听到这番话,大家都赞许起来。

§7.43

εἶτα ἐπηρώτα με ὁ ἄρχων τί δυνησόμεθα δοῦναι τῷ δήμῳ; κἀγώ, Τέσσαρα, ἔφην, ἐλάφεια δέρματα πάνυ καλά. οἱ δὲ πολλοὶ αὐτῶν ἐγέλασαν. ὁ δὲ ἄρχων ἠγανάκτησε πρός με. τὰ γὰρ ἄρκεια, ἔφην, σκληρά ἐστιν καὶ τὰ τράγεια οὐκ ἄξια τούτων, ἄλλα δὲ παλαιά, τὰ δὲ μικρὰ αὐτῶν· εἰ δὲ βούλεσθε, κἀκεῖνα λάβετε. πάλιν οὖν ἠγανάκτει καὶ ἔφη με ἄγροικον εἶναι παντελῶς.

随后长官问我,我们能给民众献出什么?我答道:“四张极好的鹿皮。”他们当中的大多数人都笑了,长官却对我大为恼火。我说道:“因为熊皮太硬,山羊皮又比不上这些值钱,其余的要么太旧,要么太小;但如果你们想要,也可以把那些都拿去。”于是他再次恼怒起来,说我完全是个未开化的乡巴佬。

语法注3 条
  1. 7.37ἐπὶ δέκα μὲν οὖν ἔτη προῖκα ἐχόντων

    以 -ντων 结尾的第三人称复数现在时命令语气。这属于法令、决议文体中常见的规范性命令式,其逻辑主语指前句中承接公地的公民们。

  2. 7.39ὑπὸ τοῦ θέρους

    名词 θέρος 原意为“夏天”,在此引申为前文所言体育场被改为农田后生长的“庄稼”或“农作物”(与前面的 ἄρουραν 呼应)。若理解为“因夏日炎热”则不合文脉。

  3. 7.42ἵνα καὶ ὑμῖν ἐδώκαμεν καὶ αὐτοὶ τῶν μακαρίων ἦμεν

    跟随在非现实过去愿望(εἴθε γὰρ ἦν ἔχειν...)之后的 ἵνα 引出的过去直陈式从句(包括不定过去时直陈式 ἐδώκαμεν 与未完成过去时直陈式 ἦμεν)。该句法表示依附于反事实前提的未实现的虚拟目的或结果(“那样我们本可以给你们,且我们自己本也是富足之人了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.35-7.43