← 金嘴狄翁

演说集

§7.26-7.34

公民大会上对猎人的控告与开荒辩护

猎人被带到公民大会前,遭到演说者关于非法侵占公地和掠夺触礁船只的指控,引发了群情激愤;此时一位温和的公民站出来,为他开垦荒地的行为进行辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.26

ἄλλοι δέ τινες ἄνθρωποι παριόντες, οἱ δʼ ἐκ μέσων ἀνιστάμενοι, διελέγοντο πρὸς τὸ πλῆθος, οἱ μὲν ὀλίγα ῥήματα, οἱ δὲ πολλοὺς λόγους. καὶ τῶν μὲν ἤκουον πολύν τινα χρόνον, τοῖς δὲ ἐχαλέπαινον εὐθὺς φθεγξαμένοις καὶ οὐδὲ γρύζειν ἐπέτρεπον. ἐπεὶ δὲ καθέστασάν ποτε καὶ ἡσυχία ἐγένετο, παρήγαγον κἀμέ.

另外有些人走上前去,或者从人群当中站起身来,向群众发表演说,有的只说寥寥数语,有的则长篇大论。对于有些人,群众倾听了很长一段时间;而对于另一些人,才刚开口发声,群众便勃然大怒,甚至连咕哝一声都不允许。当他们终于平息下来并恢复安静时,他们也将我推到了前面。

§7.27

καὶ εἶπέ τις, Οὗτός ἐστιν, ὦ ἄνδρες, τῶν καρπουμένων τὴν δημοσίαν γῆν πολλὰ ἔτη οὐ μόνον αὐτός, ἀλλὰ καὶ ὁ πατὴρ αὐτοῦ πρότερον, καὶ κατανέμουσι τὰ ἡμέτερα ὄρη καὶ γεωργοῦσι καὶ θηρεύουσι καὶ οἰκίας ἐνῳκοδομήκασι καὶ ἀμπέλους ἐμπεφυτεύκασι πολλὰς καὶ ἄλλα πολλὰ ἔχουσιν ἀγαθά, οὔτε τιμὴν καταβαλόντες οὐδενὶ τῆς γῆς οὔτε δωρεὰν παρὰ τοῦ δήμου λαβόντες.

有人便说道:“诸位市民,这人是多年来一直享用公有土地的人之一——不仅是他自己,之前他的父亲也是如此;他们放牧于我们的山岭,耕作、狩猎、建造房屋、种植了许多葡萄树,并拥有许多其他财富,既未向任何人缴纳土地的价款,也未曾从人民那里获得赠予。

§7.28

ὑπὲρ τίνος γὰρ ἂν καὶ ἔλαβον; ἔχοντες δὲ τὰ ἡμέτερα καὶ πλουτοῦντες οὔτε λειτουργίαν πώποτε ἐλειτούργησαν οὐδεμίαν οὔτε μοῖράν τινα ὑποτελοῦσι τῶν γιγνομένων, ἀλλʼ ἀτελεῖς καὶ ἀλειτούργητοι διατελοῦσιν, ὥσπερ εὐεργέται τῆς πόλεως. οἶμαι δέ, ἔφη, μηδὲ ἐληλυθέναι πώποτε αὐτοὺς ἐνθάδε.

因为他们凭什么能得到赠予呢?他们霸占着我们的财产而致富,却从未承担过任何公共义务,也不就产出缴纳任何份额,反倒像城邦的恩人一样,始终免税并不承担义务。而且我以为,”他说道,“他们甚至从未到这里来过。”

§7.29

κἀγὼ ἀνένευσα. ὁ δὲ ὄχλος ἐγέλασεν, ὡς εἶδε. καὶ ὁ λέγων ἐκεῖνος ὠργίσθη ἐπὶ τῷ γέλωτι καί μοι ἐλοιδορεῖτο. ἔπειτα ἐπιστρέψας, Εἰ οὖν, ἔφη, δοκεῖ ταῦτα οὕτως, οὐκ ἂν φθάνοιμεν ἅπαντες τὰ κοινὰ διαρπάσαντες,1 οἱ μὲν τὰ χρήματα τῆς πόλεως, ὥσπερ ἀμέλει καὶ νῦν ποιοῦσί τινες, οἱ δὲ τὴν χώραν κατανειμάμενοι μὴ πείσαντες ὑμᾶς, ἐὰν ἐπιτρέψητε τοῖς θηρίοις τούτοις προῖκα ἔχειν πλέον ἢ χίλια πλέθρα γῆς τῆς ἀρίστης, ὅθεν ὑμῖν ἔστι τρεῖς χοίνικας Ἀττικὰς σίτου λαμβάνειν κατʼ ἄνδρα.

于是我摇头表示否定。群众看见了,便哄堂大笑。那位演说者因这笑声而恼羞成怒,开始辱骂我。随后他转过身去说道:“因此,若这在你们看来是合理的,那我们何不干脆大家一起把公共财产瓜分殆尽——有些人夺取城邦的金钱,正如某些人如今确实正在做的那样;有些人则不经你们同意就瓜分土地——要是你们允许这群畜生白白占据一千多普勒特隆最肥沃的土地,而这片土地本可让你们每人分得三阿提卡升粮食的话!”

§7.30

ἐγὼ δὲ ἀκούσας ἐγέλασα ὅσον ἐδυνάμην μέγιστον. τὸ δὲ πλῆθος οὐκέτʼ ἐγέλων, ὥσπερ πρότερον, ἀλλʼ ἐθορύβουν. ὁ δὲ ἄνθρωπος ἐχαλέπαινε, καὶ δεινὸν ἐμβλέψας εἰς ἐμὲ εἶπεν, ὁρᾶτε τὴν εἰρωνείαν καὶ τὴν ὕβριν τοῦ καθάρματος, ὡς καταγελᾷ πάνυ θρασέως; ὃν ἀπάγειν ὀλίγου δέω2 καὶ τὸν κοινωνὸν αὐτοῦ — πυνθάνομαι γὰρ δύο εἶναι τοὺς κορυφαίους τῶν κατειληφότων ἅπασαν σχεδὸν τὴν ἐν τοῖς ὄρεσι χώραν —

我听罢便尽可能放声大笑。但群众不再像先前那样发笑,而是骚动起来。那人更加恼火,恶狠狠地瞪着我说:“你们看到这败类的装模作样和狂妄放肆了吗?他竟敢如此大胆地嘲笑!

§7.31

οἶμαι γὰρ αὐτοὺς μηδὲ τῶν ναυαγίων ἀπέχεσθαι τῶν ἑκάστοτε ἐκπιπτόντων, ὑπὲρ αὐτὰς σχεδόν τι τὰς Καφηρίδας οἰκοῦντας. πόθεν γὰρ οὕτως πολυτελεῖς ἀγρούς, μᾶλλον δὲ ὅλας κώμας κατεσκευάσαντο καὶ τοσοῦτον πλῆθος βοσκημάτων καὶ ζεύγη καὶ ἀνδράποδα;

我简直快要把这人和他的同伙一起押走投狱了——因为我得知,侵占了山中几乎全部土地的首要分子共有两人—— 因为我以为,他们就连每次被冲上岸的触礁沉船也不会放过,毕竟他们几乎就住在卡菲柔斯险礁的上方。否则,他们又是从何处建起如此奢华的庄园,或者更确切地说是整个村庄,又从何处拥有如此众多的牲畜、耕畜和奴隶呢?

§7.32

καὶ ὑμεῖς δὲ ἴσως ὁρᾶτε αὐτοῦ τὴν ἐξωμίδα ὡς φαύλη, καὶ τὸ δέρμα, ὃ ἐλήλυθε δεῦρο ἐναψάμενος τῆς ὑμετέρας ἕνεκεν ἀπάτης, ὡς πτωχὸς δῆλον ὅτι καὶ οὐδὲν ἔχων. ἐγὼ μὲν γάρ, ἔφη, βλέπων αὐτὸν μικροῦ δέδοικα, ὥσπερ οἶμαι τὸν Ναύπλιον ὁρῶν ἀπὸ τοῦ Καφηρέως ἥκοντα. καὶ γὰρ οἶμαι πυρσεύειν αὐτὸν ἀπὸ τῶν ἄκρων τοῖς πλέουσιν, ὅπως ἐκπίπτωσιν εἰς τὰς πέτρας.

你们也许还看到他的短袍是多么破旧,还有他为了欺骗你们而穿戴着来到这里的毛皮,显然是在装成一个一无所有的穷乞丐。就我自己而言,”他说道,“我看着他几乎感到恐惧,心想就像是看见了从卡菲柔斯赶来的瑙普利奥斯一样。因为我料想他必定是从海角向航海者点起烽火,好让他们撞碎在岩礁上。”

§7.33

ταῦτα δὲ ἐκείνου λέγοντος καὶ πολλὰ πρὸς τούτοις, ὁ μὲν ὄχλος ἠγριοῦτο· ἐγὼ δὲ ἠπόρουν καὶ ἐδεδοίκειν μή τί με ἐργάσωνται κακόν. παρελθὼν δὲ ἄλλος τις, ὡς ἐφαίνετο, ἐπιεικὴς ἄνθρωπος ἀπό τε τῶν λόγων οὓς εἶπε καὶ ἀπὸ τοῦ σχήματος πρῶτον μὲν ἠξίου σιωπῆσαι τὸ πλῆθος· καὶ ἐσιώπησαν· ἔπειτα εἶπε τῇ φωνῇ πρᾴως ὅτι οὐδὲν ἀδικοῦσιν οἱ τὴν ἀργὸν τῆς χώρας ἐργαζόμενοι καὶ κατασκευάζοντες, ἀλλὰ τοὐναντίον ἐπαίνου δικαίως ἂν τυγχάνοιεν·

在那人说了这些以及此外许多话时,群众变得愈发凶暴;而我不知所措,唯恐他们对我施加什么伤害。但另一个人走了出来,从他所说的话和他的仪态来看,显然是个宽厚公正的人;他首先要求众人肃静,大家便安静了下来;随后他用温和的声音说,耕耘和开发未开垦荒地的人毫无过错,反而理应受到正当的赞扬;“诸位市民,”他说道,“大家不该对在公有土地上建造和耕植的人怀恨在心,而应当痛恨那些破坏土地的人。

§7.34

καὶ δεῖ μὴ τοῖς οἰκοδομοῦσι καὶ φυτεύουσι τὴν δημοσίαν γῆν χαλεπῶς ἔχειν,ἀλλὰ τοῖς καταφθείρουσιν. ἐπεὶ καὶ νῦν, ἔφη, ὦ ἄνδρες, σχεδόν τι τὰ δύο μέρη τῆς χώρας ἡμῶν ἔρημά ἐστι διʼ ἀμέλειάν τε καὶ ὀλιγανθρωπίαν. κἀγὼ πολλὰ κέκτημαι πλέθρα, ὥσπερ οἶμαι καὶ ἄλλος τις, οὐ μόνον ἐν τοῖς ὄρεσιν, ἀλλὰ καὶ ἐν τοῖς πεδινοῖς, ἃ εἴ τις ἐθέλοι γεωργεῖν,3 οὐ μόνον ἂν προῖκα δοίην, ἀλλὰ καὶ ἀργύριον ἡδέως προστελέσαιμι.

因为即便在今日,我们的土地由于荒废和人口稀少,几乎有三分之二都处于荒芜之中。我自己也拥有许多普勒特隆的土地,正如我料想其他人也拥有一样,不仅在山区,而且在平原;若是有人愿意耕种它们,我不仅会白白相赠,甚至还乐意倒贴金钱。”

语法注3 条
  1. 7.29οὐκ ἂν φθάνοιμεν ἅπαντες τὰ κοινὰ διαρπάσαντες

    否定词 οὐκ、表示潜在的 ἄν 与动词 φθάνω 的希求法形式结合补充补足分词(διαρπάσαντες),构成了希腊语的特有惯用句式,意为“我们何不立刻瓜分……”或“我们应争先恐后地瓜分……”,在此表示强烈的反问或急切的劝诱。

  2. 7.30ὃν ἀπάγειν ὀλίγου δέω

    关系代名词 ὃν 与后文的 τὸν κοινωνὸν αὐτοῦ 共同充当不定式 ἀπάγειν(押送入狱/移交官员)的宾语。短语 ὀλίγου δέω 接不定式是固定搭配,意为“我差一点就……”,表现演说者因愤慨而声称自己恨不得立刻将其押走逮捕。

  3. 7.34ἃ εἴ τις ἐθέλοι γεωργεῖν

    关系代词 ἃ(先行词为 πολλὰ πλέθρα)被置于从句之首,充当条件从句中动词 γεωργεῖν 的宾语,同时在语义上也贯通后文归结主句的动词(δοίην, προστελέσαιμι)。这种前置句式起到了凸显所谈论土地的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.26-7.34