- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.142-7.152
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出,在宽容通奸与女性放荡的城邦中,少女的贞洁荡然无存;而纵欲之徒对易得的享乐餍足之后,其欲望必然会转向对高贵少男的凌辱,以追求更为难得的禁忌快感。
ἐπὶ δὲ τοῖς σφόδρα ἐκδήλοις καὶ φανεροῖς μετρίας τὰς ὀργὰς ποιουμένων·1 παρʼ οἷς, φημί, ταῦθʼ οὕτως ἐπιεικῶς ἐξάγεται τὰ περὶ τὰς γυναῖκας, οὐδὲ περὶ τῶν παρθένων ἐκεῖ θαρρῆσαι ῥᾴδιον τῆς κορείας2 οὐδὲ τὸν ὑμέναιον ὡς ἀληθῶς καὶ δικαίως ᾀδόμενον ἐν τοῖς παρθενικοῖς γάμοις πιστεῦσαί ποτε.
而且对于那些极其昭彰显著的过犯也仅发以克制的怒火——我说,在那些将妇人之事如此宽容处之的人群中,在那里关于少女们的贞洁亦绝非容易确信,人们也绝不可能相信在处女的婚礼上所唱的婚歌是真实而正当的。
ἢ οὐκ ἀνάγκη πολλὰ ἐοικότα ξυμβαίνειν αὐτόθι τοῖς παλαιοῖς μύθοις, δίχα γε τῆς τῶν πατέρων ὀργῆς καὶ πολυπραγμοσύνης, πολλῶν μιμουμένων τοὺς τῶν θεῶν ἔρωτας λεγομένους, χρυσοῦ τε πολλοῦ διαρρέοντος διὰ τῶν ὀρόφων καὶ πάνυ ῥᾳδίως, ἅτε οὐ χαλκῶν ὄντων οὐδὲ λιθίνων τῶν οἰκημάτων, καὶ νὴ Δία ἀργύρου στάζοντος οὐ κατʼ ὀλίγον οὐδʼ εἰς τοὺς τῶν παρθένων κόλπους μόνον, ἀλλʼ εἴς τε μητέρων καὶ τροφῶν καὶ παιδαγωγῶν, καὶ ἄλλων πολλῶν καὶ καλῶν δώρων τῶν μὲν κρύφα εἰσιόντων διὰ τῶν στεγῶν, ἔστι δʼ ὧν φανερῶς κατʼ αὐτάς που τὰς κλισίας; τί δʼ;
或者,在除去父亲们的愤怒与盘查之下,那里难道不是必然会发生许多酷似古代神话之事吗?盖因许多人效仿传说中神明的情爱,大量黄金极其容易地从屋顶倾泻而下——毕竟房舍既非青铜亦非石砌——,并且,指宙斯起誓,白银绝非少量地滴落,而且不仅滴入少女们的怀中,亦滴入母亲、乳母与家庭教师的怀中,还有许多其他精美的礼物,有的穿过屋顶隐秘而入,有的则公然径直送入卧榻之处?又如何呢?
ἐν ποταμοῖς καὶ ἐπὶ κρηνῶν οὐκ εἰκὸς ὅμοια πολλὰ γενέσθαι τοῖς πρότερον λεγομένοις ὑπὸ τῶν ποιητῶν; πλὴν ἴσως γε οὐ δημόσια γιγνόμενα οὐδʼ ἐν τῷ φανερῷ, κατʼ οἰκίας δὲ οὕτως εὐδαίμονας κήπων τε καὶ προαστείων πολυτελεῖς ἐπαύλεις ἔν τισι νυμφῶσι κατεσκευασμένοις καὶ θαυμαστοῖς ἄλσεσιν, ἅτε οὐ περὶ πενιχρὰς οὐδὲ πενήτων βασιλέων οἵας ὑδροφορεῖν τε καὶ παίζειν παρὰ τοῖς ποταμοῖς, ψυχρὰ λουτρὰ λουομένας καὶ ἐν αἰγιαλοῖς ἀναπεπταμένοις, ἀλλὰ μακαρίας καὶ μακαρίων γονέων, ἐν βασιλικαῖς καταγωγαῖς ἴδια πάντα ταῦτα ἐχούσαις, πολὺ κρείττονα καὶ μεγαλοπρεπέστερα τῶν κοινῶν.
在江河与泉水之畔,难道不很可能发生许多与从前诗人们所叙述的相似之事吗?只是或许并非在公众场合或光天化日之下发生,而是在如此富庶的宅第、奢华的郊野庄园与园林中,在修筑完备的内室与奇妙的林木间发生;因为她们绝非贫穷之女,亦非贫苦国王之女,不至去汲水或在河边嬉戏、在开阔的滩涂上洗冷水浴,而是富足父母膝下的富足千金,在王侯一般的宅邸中私下坐拥这一切,远胜且远比公共之所宏伟华丽。
ἀλλʼ ἴσως γε οὐδὲν ἧττον ἔμελλον ἐν ἐκείνῃ τῇ πόλει παῖδας προσδοκᾶν ἐσομένους, οἷον Ὅμηρος εἴρηκεν Εὔδωρον,3 υἱὸν Ἑρμοῦ καὶ Πολυδώρας, ὑποκοριζόμενος αὐτὸν οἶμαι κατὰ τὴν γένεσιν, "παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυδώρη. "
然而,人们在那座城邦中同样会期待诞生像荷马所说的厄多洛斯那样的孩子——他是赫尔墨斯与波吕多拉之子,荷马大概是根据他的出身亲昵地称呼他: “少女之子,舞姿美丽的波吕多拉所生。”
σχεδὸν δὲ καὶ παρὰ Λακεδαιμονίοις ἔτυχόν τινες ταύτης τῆς ἐπωνυμίας τῶν οὕτως γενομένων, Παρθενίαι κληθέντες συχνοί· ὥστʼ, εἰ μὴ διεφθείροντο οἱ πλείους τῶν ἐν ταῖς οὕτως τρυφώσαις πόλεσι γιγνομένων, ἅτε οὐδαμῶς οἶμαι δαιμονίου τυγχάνοντες ἐπιμελείας, οὐδὲν ἂν ἐκώλυε πάντα μεστὰ ἡρώων εἶναι.
而在拉刻代蒙人那里,以此种方式出生的人亦多有获得此称号者,常被称为“帕耳忒尼亚伊”;因此,若非在如此奢华的城邦中出生者大多被戕害——因为我认为他们绝未获得神明的眷顾——,那么便没有任何事物能阻止那里处处皆是英雄了。
νῦν δὲ οἱ μὲν ἀπόλλυνται παραχρῆμα· ὅσοι δʼ ἂν καὶ φανῶσι, κρύφα ἐν δούλου σχήματι μένουσιν ἄχρι γήρως, ἅτε οὐδὲν αὐτοὺς δυναμένων τῶν σπειράντων προσωφελεῖν.
然而如今,他们中有的立即丧命;而哪怕得以存活者,亦终其一生隐秘地保留着奴隶的身份,因为播下种子的生父们根本无法给予他们任何庇护。
εἶεν δή, παρʼ οἷς ἂν καὶ τὰ περὶ τὰς κόρας οὕτως ἁπλῶς ἔχῃ, τί χρὴ προσδοκᾶν τοὺς κόρους, ποίας τινὸς παιδείας καὶ ἀγωγῆς τυγχάνειν; ἔσθʼ ὅπως ἂν ἀπόσχοιτο τῆς τῶν ἀρρένων λώβης καὶ φθορᾶς τό γε ἀκόλαστον γένος, τοῦτον ἱκανὸν καὶ σαφῆ ποιησάμενον ὅρον τὸν τῆς φύσεως, ἀλλʼ οὐκ ἂν ἐμπιμπλάμενον πάντα τρόπον τῆς περὶ γυναῖκας ἀκρασίας διακορὲς γενόμενον τῆς ἡδονῆς ταύτης ζητοίη ἑτέραν μείζω καὶ παρανομωτέραν ὕβριν;
且罢,在那些连对待少女之事都如此草率的人群中,人们又当对少男们抱何种指望,他们又将受到何种教养与管束呢?放荡之徒难道会把自然所划定的界限视为充分且明晰的约束,从而戒绝对于男性的凌辱与败坏吗?难道他们不会在以各种方式穷尽了对女人的纵欲之后,对这种享乐感到餍足,进而寻求另一种更大、更为非法的暴行吗?
ὡς τά γε γυναικῶν, αὐτῶν σχεδόν τι τῶν ἐλευθέρων καὶ παρθένων, ἐφάνη ῥᾴδια καὶ οὐδεὶς πόνος θηρῶντι μετὰ πλούτου τὴν τοιάνδε θήραν· οὐδὲ ἐπὶ τὰς πάνυ σεμνὰς καὶ σεμνῶν τῷ ὄντι γυναῖκας καὶ θυγατέρας ὅστις ἂν ἴῃ σὺν τῇ τοῦ Διὸς μηχανῇ, χρυσὸν μετὰ χεῖρας φέρων, οὐ μήποτε ἀποτυγχάνῃ.4
因为对待女人的事情,哪怕是针对自由身分的女子与处女,都已显见是轻而易举的,对于带着财富追逐此类猎物的人而言毫无劳苦可言;任何人若带着宙斯的计策、手捧黄金去接近那些极其端庄、又是真正端庄之人的妻子与女儿,绝无失手的可能。
ἀλλʼ αὐτά που τὰ λοιπὰ δῆλα παρὰ πολλοῖς γιγνόμενα. ὁ γὰρ ἄπληστος τῶν τοιούτων ἐπιθυμιῶν, ὅταν μηδὲν εὑρίσκῃ σπάνιον μηδὲ ἀντιτεῖνον ἐν ἐκείνῳ τῷ γένει, καταφρονήσας τοῦ ῥᾳδίου καὶ ἀτιμάσας τὴν ἐν ταῖς γυναιξὶν Ἀφροδίτην ὡς ἕτοιμον δή τινα καὶ τῷ ὄντι θῆλυν παντελῶς ἐπὶ τὴν ἀνδρωνῖτιν μεταβήσεται, τοὺς ἄρξοντας αὐτίκα μάλα καὶ δικάσοντας καὶ στρατηγήσοντας ἐπιθυμῶν καταισχύνειν, ὡς ἐνθάδε που τὸ χαλεπὸν καὶ δυσπόριστον εὑρήσων τῶν ἡδονῶν εἶδος, τοῖς ἄγαν φιλοπόταις καὶ οἰνόφλυξι ταὐτὸ πεπονθὼς πάθος· οἳ πολλάκις μετὰ πολλὴν ἀκρατοποσίαν καὶ συνεχῆ οὐκ ἐθέλοντες πιεῖν αὐχμὸν ἐξεπίτηδες μηχανῶνται διά τε ἱδρώτων καὶ σιτίων ἁλμυρῶν καὶ δριμέων προσφορᾶς.
而其余的后果想必是不言自明的,并且正在许多人身上发生。因为对此类欲望永不满足之徒,一旦发现那个性别中再无罕有之物,亦无抗拒之力,便会鄙视容易之事,将女人身上的阿佛洛狄忒视为唾手可得且真正彻底柔弱的事物而弃之不顾,转而跨入男子的内室,渴望去玷污那些不久之后便将执政、审判与领军的少年,自以为在那里能找到某种难得且难以获取的享乐——这与那些嗜酒过度者与酒囊饭袋落入了同一种病态:他们往往在大量且持续痛饮纯酒之后,纵然毫无饮酒之欲,却特意通过出汗以及进食咸辣刺激之物,故意制造出口渴来。
- 7.142ἐπὶ δὲ τοῖς σφόδρα ἐκδήλοις καὶ φανεροῖς μετρίας τὰς ὀργὰς ποιουμένων
紧承前一语段末尾的属格独立结构,以丈夫们(τῶν ἀνδρῶν)为逻辑主语的并列属格分词短语。形容词 μετρίας 作谓语性修饰:“即使面对极度昭彰显明之事也仅发以克制的怒火”。
- 7.142οὐδὲ περὶ τῶν παρθένων ἐκεῖ θαρρῆσαι ῥᾴδιον τῆς κορείας
属格 τῆς κορείας 由不定词 θαρρῆσαι(确信、依仗)所支配,作关涉属格(“关于童贞确信并非易事”),与介词短语 περὶ τῶν παρθένων(关于少女们)共同限定确信的对象范围。
- 7.146οἷον Ὅμηρος εἴρηκεν Εὔδωρον
宾格 Εὔδωρον 为先取结构(prolepsis),后文描述的主体被提前作为动词 εἴρηκεν 的直接宾语:“正如荷马论及厄多洛斯那样”。
- 7.150οὐ μήποτε ἀποτυγχάνῃ
否定重叠结构(οὐ μή 加虚拟式 ἀποτυγχάνῃ),表达带有极强确信的未来否定断定:“绝无失手的可能”。
