- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.134-7.141
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者严厉谴责对奴隶的性剥削与制度化的娼妓行业,视其为背弃神明与人伦尊严之恶行,主张统治者与立法者当予以严加禁止与惩戒;进而驳斥公娼制度能保护良家妇女的论调,指出公然的放荡恰恰助长了通奸与婚姻道德的败坏。
μήτʼ οὖν βαρβαρικὰ σώματα μήτε Ἑλλήνων1 πρότερον μὲν οὐ πάνυ, τὰ νῦν δὲ ἀφθόνῳ τε καὶ πολλῇ δουλείᾳ κεχρημένων, ἐπὶ τὴν τοιαύτην λώβην καὶ ἀνάγκην ἄγοντας, ἱπποφορβῶν καὶ ὀνοφορβῶν πολὺ κάκιον καὶ ἀκαθαρτότερον ἔργον ἐργαζομένους, οὐ κτήνεσι κτήνη δίχα βίας ἑκόντα ἑκοῦσιν ἐπιβάλλοντας οὐδὲν αἰσχυνομένοις, ἀλλὰ ἀνθρώποις αἰσχυνομένοις καὶ ἄκουσιν οἰστρῶντας καὶ ἀκολάστους ἀνθρώπους ἐπʼ ἀτελεῖ καὶ ἀκάρπῳ συμπλοκῇ σωμάτων φθορὰν μᾶλλον ἢ γένεσιν ἀποτελούσῃ, οὐκ αἰσχυνομένους οὐδένα ἀνθρώπων ἢ θεῶν, οὔτε Δία γενέθλιον οὔτε Ἥραν γαμήλιον οὔτε Μοίρας τελεσφόρους ἢ λοχίαν Ἄρτεμιν ἢ μητέρα Ῥέαν, οὐδὲ τὰς προεστώσας ἀνθρωπίνης γενέσεως Εἰλειθυίας οὐδὲ Ἀφροδίτην ἐπώνυμον τῆς κατὰ φύσιν πρὸς τὸ θῆλυ τοῦ ἄρρενος συνόδου τε καὶ ὁμιλίας·
无论是蛮族的躯体,抑或是希腊人的躯体——他们从前绝非如此,如今却承受着深重而沉重的奴役——将他们逼入如此的凌辱与强迫之中,操持着比养马者与养驴者更为恶劣、更为污秽的营生;因为他们并非让毫无羞耻之心的牲畜与牲畜在毫无强迫、彼此情愿的情形下交配,而是将发狂放荡的人加诸知耻且不愿的人身上,进行着无结果且不育的肉体交合,这带来的是毁灭而非繁衍,他们对任何人或神明都毫无敬畏:无论是掌管出生的宙斯、掌管婚姻的赫拉、主宰结局的摩伊赖、护佑产褥的阿耳忒弥斯、母亲瑞亚,还是司掌人类生育的厄勒梯亚诸女神,抑或是以男女之间顺应天性的结合与交欢为名的阿佛洛狄忒。
μὴ δὴ ἐπιτρέπειν2 τὰ τοιαῦτα κέρδη μηδὲ νομοθετεῖν μήτε ἄρχοντα μήτε νομοθέτην μήτʼ ἐν ταῖς ἄκρως πρὸς ἀρετὴν οἰκησομέναις πόλεσιν μήτʼ ἐν ταῖς δευτέραις ἢ τρίταις ἢ τετάρταις ἢ ὁποιαισοῦν, ἐὰν ἐπʼ αὐτῶν τινι ᾖ τὰ τοιαῦτα κωλύειν.
因此,无论是执政官还是立法者,绝不可容许此类暴利,亦不可予以立法认可;无论是在最高度追求美德的城邦中,还是在第二等、第三等、第四等,或任何等级的城邦中,只要他们中有人有能力制止此类恶行。
ἐὰν δʼ ἄρα παλαιὰ ἔθη καὶ νοσήματα ἐσκιρωμένα χρόνῳ παραλάβῃ, μήτοι γε παντελῶς ἐᾶν ἀθεράπευτα καὶ ἀκόλαστα, ἀλλὰ σκοποῦντα τὸ δυνατὸν ἁμῃγέπῃ στέλλειν καὶ κολάζειν. ὡς οὔποτε φιλεῖ τὰ μοχθηρὰ μένειν ἐπὶ τοῖς αὐτοῖς, ἀλλʼ ἀεὶ κινεῖται καὶ πρόεισιν ἐπὶ τὸ ἀσελγέστερον, μηδενὸς ἀναγκαίου μέτρου τυγχάνοντα.
然而,若他终究接手了古老的习俗与历经时日而顽固的沉疴,亦绝不可对其完全放任不管、不加约束,而应着眼于可能做到的范围,在某种程度上予以遏制和惩戒。因为恶劣之事物绝不会甘于保持原状,而是一旦遇不到必要的规约,便始终在滋长并走向更为肆无忌惮的境地。
δεῖ δὴ ποιεῖσθαί τινα ἐπιμέλειαν, μὴ πάνυ τι πρᾴως μηδὲ ῥᾳθύμως φέροντας τὴν εἰς τὰ ἄτιμα καὶ δοῦλα σώματα ὕβριν, οὐ ταύτῃ μόνον, ᾗ κοινῇ τὸ ἀνθρώπινον γένος ἅπαν ἔντιμον καὶ ὁμότιμον ὑπὸ τοῦ φύσαντος θεοῦ ταὐτὰ σημεῖα καὶ σύμβολα ἔχον τοῦ τιμᾶσθαι δικαίως καὶ λόγον καὶ ἐμπειρίαν καλῶν τε καὶ αἰσχρῶν γέγονεν, ἀλλὰ κἀκεῖνο ἐνθυμουμένους, ὅτι χαλεπὸν ὕβρει τρεφομένῃ διʼ ἐξουσίαν ὅρον τινὰ εὑρεῖν,ὃν οὐκ ἂν ἔτι τολμήσαι διὰ φόβον ὑπερβαίνειν· ἀλλʼ ἀπὸ τῆς ἐν τοῖς ἐλάττοσι δοκοῦσι καὶ ἐφειμένοις μελέτης καὶ συνηθείας ἀκάθεκτον τὴν ἰσχὺν καὶ ῥώμην λαβοῦσα οὐδενὸς ἔτι φείδεται τῶν λοιπῶν.
诚然必须予以关照,不可对卑贱与奴隶之躯体所受的凌辱过于宽厚或漠然视之;这不仅是因为生养全人类的造物神赋予了众人平等的尊严与地位,使其拥有理智以及辨别美与丑的经验,作为理应受尊重的相同标记与凭证;而且也是考虑到这一点:由放纵所滋养的傲慢与凌辱,极难找到一条因恐惧而不敢僭越的界线;相反,从看似微不足道且被许可的事物中通过操练与习惯获得了不可遏制的力量与气势之后,它便不再对剩余的任何事物手下留情。
ἤδη οὖν χρὴ παντὸς μᾶλλον οἴεσθαι τὰς ἐν τῷ μέσῳ ταύτας φανερὰς καὶ ἀτίμους μοιχείας3 καὶ λίαν ἀναισχύντως καὶ ἀνέδην γιγνομένας, ὅτι τῶν ἀδήλων καὶ ἀφανῶν εἰς ἐντίμους γυναῖκάς τε καὶ παῖδας ὕβρεων οὐχ ἥκιστα παρέχουσι τὴν αἰτίαν, τοῦ πάνυ ῥᾳδίως τὰ τοιαῦτα τολμᾶσθαι, τῆς αἰσχύνης ἐν κοινῷ καταφρονουμένης, ἀλλʼ οὐχ, ὥσπερ οἴονταί τινες, ὑπὲρ ἀσφαλείας καὶ ἀποχῆς ἐκείνων εὑρῆσθαι τῶν ἁμαρτημάτων.
由此,如今人们理当深信,这些在大庭广众之下公开而可耻的通奸,如此不知廉耻且肆无忌惮地进行着,在很大程度上提供了对尊贵妇人与孩童犯下隐秘幽暗之凌辱的原因;正是由于羞耻心在公众面前遭到践踏,此类恶行才得以极为轻易地被肆意妄为;绝非像某些人所认为的那样,设立这些营生是为了那些过犯的安全与防范。
τάχʼ οὖν λέγοι τις ἂν ἀγροικότερον οὕτω πως· ὦ σοφοὶ νομοθέται καὶ ἄρχοντες οἱ παραδεξάμενοι τὰ τοιαῦτα ἀπʼ ἀρχῆς, ὡς δή τι θαυμαστὸν εὑρηκότες ταῖς πόλεσιν ὑμεῖς σωφροσύνης φάρμακον, ὅπως ὑμῖν μὴ4 τὰ φανερὰ ταῦτα καὶ ἄκλειστα οἰκήματα τὰς κεκλειμένας οἰκίας καὶ τοὺς ἔνδοθεν θαλάμους ἀναπετάσῃ, καὶ τοὺς ἔξω καὶ φανερῶς ἀσελγαίνοντας ἀπὸ μικρᾶς δαπάνης ἐπὶ τὰς ἐλευθέρας καὶ σεμνὰς τρέψῃ γυναῖκας μετὰ πολλῶν χρημάτων τε καὶ δώρων, τὸ σφόδρα εὔωνον καὶ μετʼ ἐξουσίας οὐκέτι στέργοντας, ἀλλʼ αὐτὸ δὴ τὸ κεκωλυμένον ἐν φόβῳ τε καὶ πολλοῖς ἀναλώμασι διώκοντας.
因此,或许有人会颇为直率地这样说道:“自始便接纳此类事物的明智的立法者与执政官诸公啊,你们莫非以为自己为城邦找到了某种奇妙的节制良方?可要当心,别让这些公开而不设防的娼寮撬开你们紧锁的门户与深闺,并使那些在外面以微薄花费公然放纵的人带着巨款与礼物转向自由而端庄的妇人——他们不再留恋那极度廉价且合法的享乐,反而恰恰在恐惧与巨额耗费中追逐那被禁忌之物!”
ὄψεσθε δὲ αὐτό, ἐμοὶ δοκεῖν, ἀκριβέστερον, ἐὰν σκοπῆτε· παρʼ οἷς γὰρ καὶ τὰ τῶν μοιχειῶν μεγαλοπρεπέστερόν πως παραπέμπεται, πολλῆς καὶ σφόδρα φιλανθρώπου τῆς εὐγνωμοσύνης τυγχάνοντα, τὰ μὲν πολλὰ ὑπὸ χρηστότητος οὐκ αἰσθανομένων τῶν ἀνδρῶν, τὰ δέ τινα οὐχ ὁμολογούντων εἰδέναι, ξένους δὲ καὶ φίλους καὶ ξυγγενεῖς τοὺς μοιχοὺς καλουμένους ἀνεχομένων, καὶ αὐτῶν ἐνίοτε φιλοφρονουμένων καὶ παρακαλούντων ἐν ταῖς ἑορταῖς καὶ θυσίαις ἐπὶ τὰς ἑστιάσεις, ὡς ἂν οἶμαι τοὺς οἰκειοτάτους,
依我之见,若你们予以审视,便会更为确切地看清这一点:盖因在那些将通奸之事以某种更为大度的方式宽宥、并给予极多且极为仁厚之体谅的人群中,男人们或出于忠厚而往往毫无察觉,或假装不知,容忍通奸者被冠以宾客、朋友与亲族的称呼,有时甚至对他们殷勤款待,并在节日与祭祀时邀请他们出席宴席,宛如对待最亲密的家人一般。
- 7.134μήτʼ οὖν βαρβαρικὰ σώματα μήτε Ἑλλήνων
承接上一语言块末尾的一连串宾格分词(如 ἐκλέγοντας, συναγωγούς, προϊστάντας),σώματα 作分词 ἄγοντας 的宾语,继续刻画并谴责老鸨与皮条客强迫人身的恶行。
- 7.136μὴ δὴ ἐπιτρέπειν
用作命令式不定式(infinitive for imperative),或承接前文所确立的应当/禁止语义(如 δεῖ 或动词性形容词),表示法令条文式的禁令:“不可容许……亦不可立法”。
- 7.139τὰς ἐν τῷ μέσῳ ταύτας φανερὰς καὶ ἀτίμους μοιχείας
先取构词法(prolepsis)。该名词短语语法上作主句动词 οἴεσθαι 的宾格对象,但在语义上实为紧随其后的 ὅτι 从句中谓语动词 παρέχουσι 的主语(即“当认为这些公开的通奸在很大程度上提供了……的原因”)。
- 7.140ὡς δή τι θαυμαστὸν εὑρηκότες ταῖς πόλεσιν ὑμεῖς σωφροσύνης φάρμακον, ὅπως ὑμῖν μὴ
ὡς δή 配合分词 εὑρηκότες 表示反讽式的虚构假设(“仿佛你们当真为城邦发现了……”)。随后的独立 ὅπως μή 分句(支配虚拟式 ἀναπετάσῃ 与 τρέψῃ,省略了 ὁρᾶτε/σκοπεῖτε 等表警惕的动词)构成全句的主句,表示反讽式的警告(“当心别让……”)。
