← 金嘴狄翁

演说集

§31.1-31.6

向罗得岛人进言的辩明与公共声誉的重要性

演说者向罗得岛人申明,自己虽是非受邀的外邦人,却有理由就公共事务进言,并阐明公共作为对城邦声誉及公民品格的决定性影响,以此引出下文的主题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

εἰκὸς μέν ἐστιν, ὦ ἄνδρες Ῥόδιοι, τοὺς πολλοὺς ὑμῶν ἐμὲ νομίζειν ὑπὲρ ἰδίου τινὸς πράγματος ἐντευξόμενον ὑμῖν ἀφῖχθαι· ὥστε ἐπειδὰν αἴσθησθε τῶν ὑμετέρων τι κοινῶν ἐγχειροῦντα ἐπανορθοῦν, δυσχερανεῖτε ἴσως, εἰ μήτε πολίτης ὢν μήτε κληθεὶς ὑφʼ ὑμῶν ἔπειτα ἀξιῶ συμβουλεύειν, καὶ ταῦτα ὑπὲρ οὐδενὸς ὧν σκεψόμενοι συνεληλύθατε.1

罗得岛人啊,你们中的大多数人自然会以为,我到此地来是为了就自己的某件私事向你们请愿;因此,当你们发觉我正试图纠正你们公共事务中的某一处时,你们或许会感到不悦,觉得我既非本邦公民,又未蒙你们召请,竟然自认有权提出忠告,而且所谈论的并非你们聚集审议的任何议题。

§31.2

ἐγὼ δὲ ἂν μὲν ὑμῖν ἀκούσασιν περί τινος τῶν μὴ πάνυ ἀναγκαίων φανῶ λέγων, δικαίως ἂν ἀμφότερά φημι δόξειν,2 ἅμα εὐήθης καὶ περίεργος· ἐὰν δʼ ὡς οἷόν τε καὶ περὶ μεγίστου πράγματος, καὶ τούτου σφόδρα φαύλως ἔχοντος, ὥστε δημοσίᾳ τὴν πόλιν ἀπʼ αὐτοῦ διαβεβλῆσθαι καὶ πάντας ὑμᾶς ἐπὶ πᾶσι τοῖς ἄλλοις εὐδοκιμοῦντας καθʼ ἓν τοῦτο δόξης οὐ προσηκούσης τυγχάνειν, εἰκότως ἄν μοι χάριν ἔχοιτε καὶ νομίζοιτε εὔνουν ἑαυτοῖς. δῆλον γὰρ ὡς εἰ μὴ πάνυ τις ὑμᾶς ἀγαπᾷ, τοῖς γε ἄλλοις οὐθὲν μέλει δήπου τῶν ὑμῖν τινα φερόντων αἰσχύνην ἢ βλάβην.

然而我以为,若在听完我的发言之后,你们觉得我所谈论的是并非绝对紧迫之事,那么我理当被视为兼具愚蠢与好管闲事这两种恶名;但若我是就尽可能重大的事务发言,而且此事正处于极度败坏的状况,致使城邦在公众舆论中因它蒙受诋毁,而你们大家在其余各方面都享有盛誉,偏偏在此一端上遭受不应得的恶名,那么你们自然当向我致谢,并认为我是对你们心怀善意的。因为显而易见,除非有人由衷爱护你们,否则对于给你们带来耻辱或损害的事情,其他人是绝不会在意的。

§31.3

οὐκοῦν, εἰ μὲν ἀργύριόν τις ὑμῖν ἐχαρίζετο ἀφʼ ἑαυτοῦ, ξένος ἢ μέτοικος, τοῦτον μὲν οὐκ ἂν ἡγεῖσθε περίεργον, ὅτι μηδὲν προσήκειν δοκῶν ἐφιλοτιμεῖτο μηδʼ ὑμῶν ἀπαιτούντων· συμβουλεύοντος δέ τι τῶν χρησίμων δυσχερέστερον ἀκούσεσθε, ὃς ἂν μὴ τύχῃ κληθεὶς ἢ μὴ πολίτης ὑπάρχῃ; καίτοι χρημάτων μὲν οὔθʼ ὑμεῖς σφόδρα ἴσως ἐν τῷ παρόντι δεῖσθε, καὶ μυρίους ἔστιν εὑρεῖν, οἷς μᾶλλον ἀφελοῦσι τῶν ὄντων συνέφερε·3 γνώμης δὲ ἀγαθῆς οὐκ ἔστιν οὐδεὶς ὁ μὴ δεόμενος ἐν παντὶ καιρῷ καὶ πρὸς ἅπαντα τὸν βίον, οὐδʼ ὁ κάλλιστα πράττειν δοκῶν.

既然如此,假如有外邦人或侨民自愿将钱财赠予你们,你们绝不会认为他好管闲事,嫌他在看似毫无义务且你们亦未索取的情况下表现慷慨;那么,对于提出有益建议的人,仅仅因为他碰巧未受召请或不是公民,你们难道倒要带着反感去听他发言吗?然而,金钱或许是你们眼下并不十分匮乏之物,并且我们能找到无数如果放弃财产反倒获益更多的人;但良谋益策,却无论在任何时刻、对于人生的整个历程而言,都没有人是不需要的,哪怕是看似境遇最佳的人也不例外。

§31.4

εἰ μὲν οὖν περί τινος τῶν προκειμένων ἔλεγον, οὐθὲν ἂν ὑπʼ ἐμοῦ τηλικοῦτον ὠφελεῖσθε· εἰκὸς γὰρ ἦν καὶ καθʼ αὐτοὺς ὑμᾶς τὸ δέον εὑρεῖν σκοποῦντάς γε ἅπαξ· ἐπεὶ δὲ ὑπὲρ οὗ μηδὲ ζητεῖτε τὴν ἀρχὴν ὅπως ποτὲ ἔχει, τοῦτό φημι δείξειν αἴσχιστα γιγνόμενον, πῶς οὐκ ἂν εἴην παντελῶς ὑμῖν χρήσιμον πρᾶγμα πεποιηκώς, ἐὰν ἄρα μὴ φανῶ ψευδόμενος; νομίζω δʼ ἔγωγε πάντα μὲν προσήκειν ἀποδέχεσθαι τῶν διʼ εὔνοιαν ὁτιοῦν λεγόντων καὶ μηδένα ὀχληρὸν ἡγεῖσθαι τῶν τοιούτων, μάλιστα δὲ ὑμᾶς, ἄνδρες Ῥόδιοι. δῆλον γὰρ ὅτι τούτου χάριν σύνιτε βουλευόμενοι καθʼ ἡμέραν, καὶ οὐ καθάπερ ἄλλοι δυσκόλως καὶ διὰ χρόνου καὶ τῶν ἐλευθέρων τινὲς εἶναι δοκούντων, ὅπως ὑμῖν ᾖ σχολὴ περὶ πάντων ἀκούειν καὶ μηδὲν ἀνεξέταστον παραλίπητε.

因此,倘若我是就你们面前已有的议题发言,你们从我这里所获的益处绝不致如此之大;因为只要你们亲自去审视一番,本就应当能自行找出当为之事。然而,既然对于你们甚至根本未曾探究其实情的事务,我声称要指出它正以极度可耻的方式进行,那么只要我不被证明是在撒谎,我岂不是为你们做了一件全然有益的大事吗?我个人认为,对于出于善意而陈辞的任何人,接纳其一切言论且不将此类人视为累赘,才是正当的,对于你们罗得岛人来说尤当如此。因为显而易见,你们之所以每日聚集商议,而不像其他城邦——甚至是某些自诩为自由人的城邦——那样勉强且相隔许久才集会一次,正是为了让你们有充裕的闲暇倾听一切事务,不让任何事未经审察便被略过。

§31.5

ταυτὶ μὲν οὖν ἦν ἀναγκαῖον προειπεῖν, ὥστε τὴν ἀρχὴν ὑμᾶς ἐπὶ τοῦ πράγματος γενέσθαι· νυνὶ δὲ ἐπʼ αὐτὸ βαδιοῦμαι, τοσοῦτον ὑπειπὼν, ὅτι μοι προσήκειν δοκεῖ πάντα μὲν πράττειν δικαίως καὶ καλῶς τὰ κατὰ τὸν βίον, ἄλλως τε καὶ δημοσίᾳ ποιοῦντας ὁτιοῦν, οὐ μόνον ἐπειδὴ τὰ κοινὰ ὑπάρχει φανερώτερα, ὧν ἂν ἕκαστος ἰδίᾳ πράττῃ μὴ δέον, ἀλλὰ καὶ διʼ ἐκεῖνο ὅτι τὰ μὲν τῶν ἰδιωτῶν ἁμαρτήματα οὐκ εὐθὺς ἀποφαίνει τὴν πόλιν φαύλην, ἐκ δὲ τῶν δημοσίᾳ γιγνομένων οὐχ ὃν προσήκει τρόπον ἀνάγκη δοκεῖν καὶ τοὺς καθʼ ἕνα μοχθηρούς.4

预先陈说这些话是必要的,以便你们从一开始就接触到事情的要领;现在我将转入正题,仅在之前补充说明这一点:在我看来,人生中一切作为都理当行得合乎正义与美善,而在公开发起任何举动时尤当如此,这不仅是因为公事比各人私下所犯的不当行为更为显眼,更是因为这个缘故:私人的过错并不会立即暴露出城邦的卑劣,但从公开以不当方式所行之事中,个别的公民亦必然会被判定为败类。

§31.6

ὁποῖοι γὰρ ἂν ὦσιν οἱ πλείους ἐν δημοκρατίᾳ, τοιοῦτον φαίνεται καὶ τὸ κοινὸν ἦθος· τὰ γὰρ τούτοις ἀρέσκοντα ἰσχύει δήπουθεν, οὐχ ἕτερα. μάλιστα δʼ ἂν φαίην ἔγωγε τοῖς καλλίστοις καὶ σεμνοτάτοις οἰκεῖον εἶναι χρῆσθαι προσέχοντας·παρʼ οἷς γὰρ τὰ τοιαῦτα ἀμελεῖται, καὶ κακίαν τινὰ ἐμφαίνει τῆς πόλεως τῶν τε ἄλλων οὐδὲν οἷόν τε ἐπιτηδείως πράττεσθαι.

因为在民主政制中,多数人是何等样人,城邦的公共风气也就显现为同一模样;因为通行有效的必然是符合他们心意的事物,而非其他。就我而言,我尤其要说,理当以高度的审慎去对待最崇高和最庄严的事物;因为在那些忽视此类事物的城邦中,这不仅暴露出城邦的某种恶质,也使得其他任何事务都不可能得到妥善的处理。

语法注4 条
  1. 31.1καὶ ταῦτα ὑπὲρ οὐδενὸς ὧν σκεψόμενοι συνεληλύθατε

    成语表达 καὶ ταῦτα(“而且是……”、“尤其是……”)之后,关系代名词 ὧν 原本在关系节中应为宾格(作为思考/审议的对象),但因先行词 τούτων 的省略而被吸引同化为属格。未来分词 σκεψόμενοι 表目的(“为了审议”)。

  2. 31.2δικαίως ἂν ἀμφότερά φημι δόξειν

    小词 ἄν 在句法上不修饰限定动词 φημί,而是修饰不定词 δόξειν;它代表了直接引语中的潜势希求法(ἂν δόξαιμι,“我理当会被认为……”)在间接引语中转化为不定词的用法。

  3. 31.3οἷς μᾶλλον ἀφελοῦσι τῶν ὄντων συνέφερε

    关系代名词 οἷς 为非人称未完成体动词 συνέφερε(“对……是有利的”)所要求的与格,与格不定过去分词 ἀφελοῦσι 与之保持一致。属格 τῶν ὄντων 是动词 ἀφαιρέω 所支配的分离属格。直陈式未完成体 συνέφερε 带有与事实相反的虚拟语气色彩(“放弃财产反倒本会获益更多的人”)。

  4. 31.5ἐκ δὲ τῶν δημοσίᾳ γιγνομένων οὐχ ὃν προσήκει τρόπον ἀνάγκη δοκεῖν καὶ τοὺς καθʼ ἕνα μοχθηρούς

    句子的核心骨架为 ἀνάγκη [ἐστὶ] δοκεῖν καὶ τοὺς καθʼ ἕνα μοχθηροὺς [εἶναι](“连个别的个人也必然被认为是邪恶的”),表示方式的关系从句 οὐχ ὃν προσήκει τρόπον(“以不当的方式”)修饰前面的分词 γιγνομένων,与 τὰ μὲν τῶν ἰδιωτῶν ἁμαρτήματα 形成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.1-31.6