- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.124-7.133
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出手工艺工匠为贫民所必需,但巧舌与诉讼之术绝无必要,继而引证柏拉图《理想国》的先例为自己的旁逸斜出辩护,并严厉申斥逼良为娼的妓院营生必须彻底禁止。
χειροτέχνας μὲν γὰρ ἐξ αὐτῶν τινας ἀνάγκη γενέσθαι, γλωσσοτέχνας δὲ καὶ δικοτέχνας οὐδεμία ἀνάγκη. τούτων δὲ τῶν εἰρημένων τε καὶ ῥηθησομένων εἴ τινα δοκεῖ χρήσιμα ταῖς πόλεσιν, ὥσπερ νῦν οἰκουμέναις, οἷον δὴ ἴσως τὸ περὶ τὴν τῶν δικῶν ἀναγραφὴν καὶ τῶν συμβολαίων, τάχα δὲ καὶ κηρυγμάτων ἐνίων, ὅπως ἂν ἢ ὑφʼ ὧν γιγνόμενα ἥκιστα ἂν εἴη βλαβερὰ, οὐ νῦν καιρός ἐστι διορίζειν.
因为在他们之中,某些人必然要成为手艺工匠,但绝无必要成为巧舌的工匠或讼案的工匠。而在上述已提及和将要提及的事物中,若有某些看来对如今这般治理的城邦确有用处——例如关于诉讼和契约的记录,或许还有若干告示的宣布——至于以何种方式或由何人施行方能将危害降至最低,眼下尚非界定此事的适当时机。
οὐ γὰρ πολιτείαν ἐν τῷ παρόντι διατάττομεν, ὁποία τις ἂν ἢ ἀρίστη γένοιτο ἢ πολλῶν ἀμείνων, ἀλλὰ περὶ πενίας προυθέμεθα εἰπεῖν ὡς οὐκ ἄπορα αὐτῇ τὰ πράγματά ἐστιν, ᾗπερ δοκεῖ τοῖς πολλοῖς αὐτή τε εἶναι φευκτὸν καὶ κακόν, ἀλλὰ μυρίας ἀφορμὰς πρὸς τὸ ζῆν παρέχει τοῖς αὐτουργεῖν βουλομένοις οὔτε ἀσχήμονας οὔτε βλαβεράς.
因为我们此刻并非在规画政体,无论那是可能产生的至善政体还是优于多数政体的制度;相反,我们提议谈论贫困,是要表明它的境遇并非山穷水尽,不像大众所认为的那样既是当避之物亦是祸害,而是为那些甘愿亲手劳作者提供了无数谋生之道,这些门路既非不体面亦非有害。
ἀπὸ γὰρ αὐτῆς ἀρχῆς ταύτης τὰ περὶ γεωργίας καὶ θήρας προυτράπημεν προδιελθεῖν ἐπὶ πλέον πρότερον, καὶ νῦν περὶ τῶν κατὰ ἄστυ ἐργασιῶν, τίνες αὐτῶν πρέπουσαι καὶ ἀβλαβεῖς τοῖς μὴ κάκιστα βιωσομένοις καὶ τίνες χείρους ἂν ἀποτελοῖεν τοὺς ἐπʼ αὐτῶν.
正因这最初的缘起,我们早先受驱使而更详尽地探讨了有关农耕与狩猎的诸事,如今则论及城中的各项行当,辨明其中哪些对于不愿过最卑劣生活之人是合宜且无害的,哪些又会使操持它们的人变得更为低劣。
εἰ δὲ πολλὰ τῶν εἰρημένων καθόλου χρήσιμά ἐστι πρὸς πολιτείαν καὶ τὴν τοῦ προσήκοντος αἵρεσιν, ταύτῃ καὶ δικαιότερον συγγνώμην ἔχειν τοῦ μήκους τῶν λόγων, ὅτι οὐ μάτην ἄλλως οὐδὲ περὶ ἄχρηστα πλανωμένῳ πλείονες γεγόνασιν. ἡ γὰρ περὶ ἐργασιῶν καὶ τεχνῶν σκέψις καὶ καθόλου περὶ βίου προσήκοντος ἢ μὴ τοῖς μετρίοις καὶ καθʼ αὑτὴν ἀξία πέφηνεν πολλῆς καὶ πάνυ ἀκριβοῦς θεωρίας.
假若所言诸多内容大体上有益于城邦政体以及对合宜生活的抉择,那么以此理由,对言论的冗长予以包容便更为合情合理,因为篇幅之所以增多,绝非毫无意义地漫谈,亦非游谈于无益之事。盖因对行当与技艺的探究,乃至对合宜或不合宜于节制之人的生活的通盘考量,其本身便显出值得进行宏大而极为精确的省思。
χρὴ οὖν τὰς ἐκτροπὰς τῶν λόγων, ἄν καὶ σφόδρα μακροὶ δοκῶσι, μὴ μέντοι περί γε φαύλων μηδὲ ἀναξίων μηδὲ οὐ προσηκόντων, μὴ δυσκόλως φέρειν, ὡς οὐκ αὐτὴν λιπόντος τὴν τῶν ὅλων ὑπόθεσιν τοῦ λέγοντος, ἕως ἂν περὶ τῶν ἀναγκαίων καὶ προσηκόντων φιλοσοφίᾳ διεξίῃ.
因此,即使言论的旁逸斜出显得极为冗长,只要其所涉并非琐碎、不肖或不当之事,便不当心怀怨尤;盖因只要讲述者仍在探究于哲学必不可少且合宜的课题,他便未曾离弃整个主题的根本设想。
σχεδὸν γὰρ κατὰ τοῦτο μιμούμενοι τοὺς κυνηγέτας οὐκ ἂν ἁμαρτάνοιμεν· οἵ γε ἐπειδὰν τὸ πρῶτον ἴχνος ἐκλαβόντες κἀκείνῳ ἑπόμενοι μεταξὺ ἐπιτύχωσιν ἑτέρῳ φανερωτέρῳ καὶ μᾶλλον ἐγγύς, οὐκ ὤκνησαν τούτῳ ξυνακολουθήσαντες, καὶ ἑλόντες τὸ ἐμπεσὸν ὕστερον1 ἴσως οὖν οὐδὲ ἐκεῖνο μεμπτέον, ὅστις περὶ ἀνδρὸς δικαίου καὶ δικαιοσύνης λέγειν ἀρξάμενος, μνησθεὶς πόλεως παραδείγματος ἕνεκεν, πολλαπλάσιον λόγον ἀνάλωσεν περὶ πολιτείας,2 καὶ οὐ πρότερον ἀπέκαμε πρὶν ἢ πάσας μεταβολὰς καὶ ἅπαντα γένη πολιτειῶν διεξῆλθε, πάνυ ἐναργῶς τε καὶ μεγαλοπρεπῶς τὰ ξυμβαίνοντα περὶ ἑκάστην ἐπιδεικνύς· εἰ καὶ παρά τισιν αἰτίαν ἔχει περὶ τοῦ μήκους τῶν λόγων καὶ τῆς διατριβῆς τῆς περὶ τὸ παράδειγμα δήπουθεν· ἀλλʼ ὡς οὐδὲν ὄντα πρὸς τὸ προκείμενον τὰ εἰρημένα καὶ οὐδʼ ὁπωστιοῦν σαφεστέρου διʼ αὐτὰ τοῦ ζητουμένου γεγονότος, οὗπερ ἕνεκεν ἐξ ἀρχῆς εἰς τὸν λόγον παρελήφθη, διὰ ταῦτα, εἴπερ ἄρα, οὐ παντάπασιν ἀδίκως εὐθύνεται.
诚然,在这一点上我们若仿效猎人,大概不会有什么差错:当他们寻得最初的足迹并一路追循时,途中若撞见另一条更清晰、更切近的足迹,他们便毫不迟疑地沿此前行,捕获后来闯入视线的猎物。因此,或许那个人亦不当受责备——他起初谈论正义之士与正义,为了提供范例而提及城邦,却在政体上耗费了成倍的言论,直到详尽阐述了所有政体的演变与全部类型,极为明晰而壮丽地展现出各政体中的诸般情形之后,方才作罢;纵然他因言语的冗长以及在范例上的久久流连,在某些人那里招致了指责。但若所言与预设课题毫无关联,且所探求之物——〔范例〕最初正是为此才被引入论述的——亦未借此变得丝毫明晰,倘若如此,他因此遭受非难便不能算完全委屈。
ἐὰν οὖν καὶ ἡμεῖς μὴ προσήκοντα μηδὲ οἰκεῖα τῷ προκειμένῳ φαινώμεθα διεξιόντες, μακρολογεῖν εἰκότως ἄν λεγοίμεθα. καθʼ αὑτὸ δὲ ἄλλως οὔτε μῆκος οὔτε βραχύτητα ἐν λόγοις ἐπαινεῖν ἢ ψέγειν δίκαιον. περὶ δὲ τῶν λοιπῶν τῶν ἐν ταῖς πόλεσι πράξεων χρὴ θαρροῦντας διαπερᾶναι, τῶν μὲν μιμνησκομένους, τὰ δὲ καὶ ἐῶντας ἄρρητά τε καὶ ἀμνημόνευτα.
是以,若我们亦显得在陈述不切合、不从属于预设课题的内容,理所当然会被人指为繁冗空谈。但若脱离此点而单就言论的长短本身而言,予以褒贬均非公允。对于城邦中其余的行为营生,我们理当勇敢地遍历审视,有的予以述及,有的则任其缄默无闻。
οὐ γὰρ δὴ περί γε πορνοβοσκῶν καὶ περὶ πορνοβοσκίας ὡς ἀμφιβόλων ἀπαγορευτέον, ἀλλὰ καὶ πάνυ ἰσχυριστέον τε καὶ ἀπορρητέον, λέγοντι μηδένα προσχρῆσθαι μήτε οὖν πένητα μήτε πλούσιον ἐργασίᾳ τοιαύτῃ, μισθὸν ὕβρεως καὶ ἀκολασίας ὁμοίως παρὰ πᾶσιν ἐπονείδιστον ἐκλέγοντας,3 ἀναφροδίτου μίξεως καὶ ἀνεράστων ἐρώτων κέρδους ἕνεκα γιγνομένους συναγωγούς, αἰχμάλωτα σώματα γυναικῶν ἢ παίδων ἢ ἄλλως ἀργυρώνητα ἐπʼ αἰσχύνῃ προϊστάντας ἐπʼ οἰκημάτων ῥυπαρῶν, πανταχοῦ τῆς πόλεως ἀποδεδειγμένων, ἔν τε παρόδοις ἀρχόντων καὶ ἀγοραῖς, πλησίον ἀρχείων τε καὶ ἱερῶν, μεταξὺ τῶν ὁσιωτάτων,
盖因关于皮条客与逼良为娼的营生,绝不可视之为存疑之事而退缩,而必须极力断言并严加禁止,宣称无论贫贱抑或富贵,皆不可从事此等营生——他们向所有人索取同样蒙羞的狂悖与放荡之报酬,为谋利而成为无情之交媾与无爱之淫欲的撮合者,将掠得的妇人或孩童之躯体、或以其他方式用金银买来的奴仆,公然陈列于城中各处开设的污秽娼寮中蒙受耻辱,无论在官吏往来的通衢还是广场,在公署与神庙之近旁,乃至在最神圣的处所之间。
- 7.129οἵ γε ἐπειδὰν τὸ πρῶτον ἴχνος ἐκλαβόντες κἀκείνῳ ἑπόμενοι μεταξὺ ἐπιτύχωσιν ἑτέρῳ φανερωτέρῳ καὶ μᾶλλον ἐγγύς, οὐκ ὤκνησαν τούτῳ ξυνακολουθήσαντες, καὶ ἑλόντες τὸ ἐμπεσὸν ὕστερον
关系节内部的句法破格(破体句/anacoluthon)。在限定动词 οὐκ ὤκνησαν 之后,接着分词 ξυνακολουθήσαντες 与 καὶ ἑλόντες,本应使用限定动词(如 εἷλον)或补足不定词(如 ξυνακολουθῆσαι καὶ ἑλεῖν),此处却停留在分词形式。理解时需将分词视为主干动作:‘毫不犹豫地跟随这条足迹,并捕获了后来闯入的猎物’。
- 7.130ὅστις περὶ ἀνδρὸς δικαίου καὶ δικαιοσύνης λέγειν ἀρξάμενος, μνησθεὶς πόλεως παραδείγματος ἕνεκεν, πολλαπλάσιον λόγον ἀνάλωσεν περὶ πολιτείας
不定关系代词 ὅστις 承接主节否定结构 οὐδὲ ἐκεῖνο μεμπτέον(‘那件事亦不当受责备’)中的中性代词 ἐκεῖνο。虽然语法上指人通常当用 ἐκεῖνος,但此处指代柏拉图(《理想国》作者)的行径与人物本身发生了转喻性交融。理解时当作为人物指称:‘那起初谈论正义之士……的人亦不当受责备’。
- 7.133λέγοντι μηδένα προσχρῆσθαι μήτε οὖν πένητα μήτε πλούσιον ἐργασίᾳ τοιαύτῃ, μισθὸν ὕβρεως καὶ ἀκολασίας ὁμοίως παρὰ πᾶσιν ἐπονείδιστον ἐκλέγοντας
与格分词 λέγοντι(‘作为言说/申告者’)与非人称动名词 ἀπορρητέον(‘应当禁止’)的施事与格一致。而其后出现的宾格分词 ἐκλέγοντας、γιγνομένους 以及 προϊστάντας,并非修饰 λέγοντι,而是与不定词 προσχρῆσθαι 的逻辑主语(即由 μηδένα ... μήτε πένητα μήτε πλούσιον 衍生出的从事该行业的一般人/皮条客们)作宾格复数呼应。需分清与格和宾格的修饰层次。
