- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.117-7.123
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了为何应当将奢侈品制造与美容修饰业、戏剧与音乐表演、以及法庭代书与讼辩之业从穷人的生计中排除,理由是这些行业有损端庄与自由之德。
οὐκοῦν τόδε μὲν οἶμαι παντί τῳ δῆλον καὶ πολλάκις λεγόμενον ἴσως ὅτι βαφεῖς μὲν καὶ μυρεψοὺς σὺν κουρικῇ γυναικῶν τε καὶ ἀνδρῶν, οὐ πολύ τι διαφερούσαις τὰ νῦν, καὶ ποικιλτικῇ πάσῃ σχεδὸν οὐκ ἐσθῆτος μόνον, ἀλλὰ καὶ τριχῶν καὶ χρωτός, ἐγχούσῃ καὶ ψιμυθίῳ καὶ πᾶσι φαρμάκοις μηχανωμένῃ ὥρας ψευδεῖς καὶ νόθα εἴδωλα, ἔτι δὲ ἐν οἰκιῶν ὀροφαῖς καὶ τοίχοις καὶ ἐδάφει τὰ μὲν χρώμασι, τὰ δὲ λίθοις, τὰ δὲ χρυσῷ, τὰ δʼ ἐλέφαντι ποικιλλόντων, τὰ δὲ αὐτῶν τοίχων γλυφαῖς, τὸ μὲν ἄριστον μή παραδέχεσθαι καθόλου τὰς πόλεις, τὸ δὲ ἡμῖν ἐν τῷ παρόντι λόγῳ διορίσαι1 μηδένα ἂν τοιοῦτον γίγνεσθαι τῶν ἡμετέρων πενήτων, οἷς πρὸς τοὺς πλουσίους ἡμεῖς ἀγωνιζόμεθα ὥσπερ χορῷ τὰ νῦν, οὐχ ὑπὲρ εὐδαιμονίας προκειμένου τοῦ ἀγῶνος·2 οὐ γὰρ πενίᾳ τοῦτό γε πρόκειται τὸ ἆθλον οὐδὲ αὖ πλούτῳ, μόνης δὲ ἀρετῆς ἐστιν ἐξαίρετον· ἄλλως δὲ ὑπὲρ ἀγωγῆς τινος καὶ μετριότητος βίου. καὶ τοίνυν οὐδʼ ὑποκριτὰς τραγικοὺς ἢ κωμικοὺς ἤ διά τινων μίμων ἀκράτου γέλωτος δημιουργοὺς οὐδὲ ὀρχηστὰς οὐδὲ χορευτὰς, πλήν γε τῶν ἱερῶν χορῶν, ἀλλʼ οὐκ ἐπί γε τοῖς Νιόβης ἤ Θυέστου πάθεσιν ᾅδοντας ἤ ὀρχουμένους, οὐδὲ κιθαρῳδοὺς οὐδὲ αὐλητὰς περὶ νίκης ἐν θεάτροις ἁμιλλωμένους, εἰ καί τινες τῶν ἐνδόξων πόλεων ἐπὶ τούτοις ἡμῖν δυσχερῶς ἕξουσι, Σμύρνα καὶ Χίος, καὶ δῆτα σὺν ταύταις καὶ τὸ Ἄργος, ὡς τὴν Ὁμήρου τε καὶ Ἀγαμέμνονος δόξαν οὐκ ἐώντων αὔξεσθαι τὸ γοῦν ἐφʼ ἡμῖν·3
因此,我认为这一点对任何人来说都是显而易见的,并且或许屡被提及:对于染色工和调香师,连同如今并无甚分别的男女理发术,以及几乎所有不仅针对衣着、而且针对头发和皮肤的修饰之术——用紫草、铅白以及各种药物伪造虚假的娇媚与冒牌的形相,此外还有在房屋的顶棚、墙壁和地面上,或施以色彩、或嵌以石料、或饰以黄金、或缀以象牙,又或在墙壁本身进行雕刻的装潢者,城邦从一开始就根本不予接纳是最为妥当的;而在我们目前的论述中应当明确规定的,则是我们的穷人中绝不可有任何人变成这般模样——我们带着这些穷人与富人抗衡,犹如在合唱队中竞赛一般,尽管这场竞赛并非为了幸福而设,因为这一桂冠既非为贫困设立,亦非为财富而设,而唯独是德性的特权;相反,这场竞赛是为了某种教养与生活的节度。此外,无论是悲剧或喜剧演员,还是通过某些滑稽短剧制造纯粹哄笑之人,抑或是舞者或歌队队员——当然,神圣的歌队除外,但绝不包括为尼俄伯或堤厄斯忒斯的苦难歌唱或跳舞的人——以及在剧场中角逐胜利的竖琴歌手或长笛乐师,我们概不接纳。
τυχὸν δὲ καὶ Ἀθηναῖοι χαλεπανοῦσιν, ἀτιμάζεσθαι νομίζοντες τοὺς σφετέρους ποιητὰς τραγικοὺς καὶ κωμικούς, ὅταν τοὺς ὑπηρέτας αὐτῶν ἀφαιρώμεθα, μηδὲν ἀγαθὸν φάσκοντες ἐπιτηδεύειν. εἰκὸς δὲ ἀγανακτεῖν καὶ Θηβαίους, ὡς τῆς νίκης αὐτῶν ὑβριζομένης, ἣν προεκρίθησαν ὑπὸ τῆς Ἑλλάδος νικᾶν ἐπʼ αὐλητικῇ·
即便某些著名的城邦会为此对我们心怀怨怼,如士麦那与希俄斯,甚至连同它们还有阿尔戈斯,理由是我们至少就力所能及的范围而言,不容荷马与阿伽门农的声名进一步光大;或许雅典人也会恼怒,认为当我们剥夺他们悲剧与喜剧诗人的仆从、并宣称他们所操持的毫无善处时,他们自己的诗人受到了侮辱。
ταύτην δὲ τὴν νίκην οὕτω σφόδρα ἠγάπησαν, ὥστε ἀναστάτου τῆς πόλεως αὐτοῖς γενομένης καὶ ἔτι νῦν σχεδὸν οὔσης πλὴν μικροῦ μέρους, τῆς Καδμείας, τῶν μὲν ἄλλων οὐδενὸς ἐφρόντισαν τῶν ἠφανισμένων ἀπὸ πολλῶν μὲν ἱερῶν, πολλῶν δὲ στηλῶν καὶ ἐπιγραφῶν, τὸν δὲ Ἑρμῆν ἀναζητήσαντες πάλιν ἀνώρθωσαν, ἐφʼ ᾧ ἦν τὸ ἐπίγραμμα τὸ περὶ τῆς αὐλητικῆς, "Ἑλλὰς μὲν Θήβας νικᾶν προέκρινεν ἐν αὐλοῖς·" καὶ νῦν ἐπὶ μέσης τῆς ἀρχαίας ἀγορᾶς ἓν τοῦτο ἄγαλμα ἕστηκεν ἐν τοῖς ἐρειπίοις· οὐ δὴ φοβηθέντες οὐδένα τούτων οὐδὲ τοὺς ἐπιτιμήσοντας ἡμῖν, ὡς τὰ σπουδαιότατα παρὰ τοῖς Ἕλλησι ψέγομεν, ἅπαντα τὰ τοιαῦτα οὐκ αἰδημόνων οὐδὲ ἐλευθέρων ἀνθρώπων ἀποφαινόμενοι ἔργα, ὡς ἄλλα τε πολλὰ δυσχερῆ πρόσεστιν αὐτοῖς καὶ δὴ μέγιστον τὸ τῆς ἀναιδείας, τὸ μᾶλλον τοῦ δέοντος φρονεῖν τὸν ὄχλον, ὅπερ θρασύνεσθαι καλεῖν ὀρθότερον.
底比斯人大概也会愤愤不平,以为他们在长笛演奏上被全希腊评选为胜者的那场胜利受到了轻慢;他们对这一胜利是如此珍视,以至于当他们的城邦被摧毁、甚至如今除了一小部分卡德摩斯卫城外几乎依然化为废墟时,他们对于许多神庙、许多石碑和铭文中消失的一切其他事物概不过问,却唯独搜寻出赫耳墨斯雕像并将其重新竖立起来,其上刻有关于长笛演奏的题铭: “希腊判定底比斯在长笛上获胜;”而如今,唯独这一尊雕像依然矗立在古老阿哥拉正中的废墟之间;因此,我们毫不畏惧所有这些人,也不畏惧那些将指责我们抨击了希腊人中最庄重之事的人,我们宣布所有这类营生都不是端庄与自由之人的作为,因为它们附带着许多其他令人不快之处,尤其是那最大的害恶——厚颜无耻,即大众自命不凡、超出应有的分寸,而这更确切地应当被称为狂妄傲慢。
οὔκουν οὐδὲ κήρυκας ὠνίων οὐδὲ κλοπῶν ἢ δρασμῶν μήνυτρα προτιθέντας ἐν ὁδοῖς καὶ ἐν ἀγορᾷ φθεγγομένους μετὰ πολλῆς ἐλευθερίας, οὐδὲ συμβολαίων καὶ προκλήσεων καὶ καθόλου τῶν περὶ δίκας καὶ ἐγκλήματα συγγραφεῖς, προσποιουμένους νόμιμον ἐμπειρίαν, οὐδὲ αὖ τοὺς σοφούς τε καὶ δεινοὺς δικορράφους τε καὶ συνηγόρους, μισθοῦ πᾶσιν ὁμοίως ἐπαγγελλομένους βοηθήσειν, καὶ ἀδικοῦσι τὰ μέγιστα, καὶ ἀναισχυντήσειν ὑπὲρ τῶν ἀλλοτρίων ἀδικημάτων καὶ σχετλιάσειν καὶ βοήσεσθαι καὶ ἱκετεύσειν ὑπὲρ τῶν οὔτε φίλων οὔτε συγγενῶν σφίσιν ὄντων, σφόδρα ἐντίμους καὶ λαμπροὺς ἐνίους εἶναι δοκοῦντας ἐν τῇ πόλει, οὐδὲ τοιοῦτον οὐδένα ἀξιοῖμεν ἂν ἐκείνων γίγνεσθαι, παραχωρεῖν δὲ ἑτέροις.4
因此,无论是货物的叫卖人,还是在街道和广场上肆无忌惮地高声叫喊、悬赏捉拿盗贼或逃奴者,抑或是起草契约、传票以及通体关乎诉讼和控告文书、假装精通法律之人,再或是那些精明老练的讼棍与法庭辩护人——他们为了金钱向所有人一律许诺提供援助,哪怕对方犯下了滔天罪行,并为他人的不义行径厚颜无耻地行事,又为那些既非自己的朋友亦非亲属之人哀诉、呼喊与恳求;尽管其中某些人在城邦中看似极为显赫尊贵——我们绝不认为我们的穷人中有任何人应当成为这等人物,而应当将这些营生让与他人。
- 7.117βαφεῖς μὲν καὶ μυρεψοὺς... τὸ μὲν ἄριστον μή παραδέχεσθαι καθόλου τὰς πόλεις, τὸ δὲ ἡμῖν ἐν τῷ παρόντι λόγῳ διορίσαι
句首的一系列宾格名词(βαφεῖς, μυρεψούς 等)是后文不定式短语(τὸ μὲν ἄριστον μή παραδέχεσθαι / τὸ δὲ... διορίσαι)在逻辑上的受词,采用了前置提引(prolepsis)结构。在从属于 οἶμαι 的 ὅτι 从句内部,其核心骨架为“关于染色工和调香师等人,城邦不予接纳是最为妥当的,且我们应当明确规定……”。
- 7.118οὐχ ὑπὲρ εὐδαιμονίας προκειμένου τοῦ ἀγῶνος
带有否定词 οὐχ 的属格绝对结构,意为“这场竞赛并非为了幸福而设”。它与紧随其后的解释性语句(“因为幸福唯独是德性的特权”)相互呼应,限定了这场穷人与富人之间的竞争并非指向至善意义上的幸福,而是关乎教养与生活节度(ἀγωγή)。
- 7.119ὡς τὴν Ὁμήρου τε καὶ Ἀγαμέμνονος δόξαν οὐκ ἐώντων αὔξεσθαι τὸ γοῦν ἐφʼ ἡμῖν
由 ὡς 与属格分词(ἐώντων)构成的表示主观理由的属格绝对结构。ἐώντων 的逻辑主语是说话者们(我们),表明了那些城邦心生怨怼的借口或推想:“认为我们不容……声名进一步光大”。它用来修饰并解释前文的 δυσχερῶς ἕξουσι(将感到不快)。
- 7.123οὔκουν οὐδὲ κήρυκας... οὐδὲ τοιοῦτον οὐδένα ἀξιοῖμεν ἂν ἐκείνων γίγνεσθαι, παραχωρεῖν δὲ ἑτέροις
从句首的一系列宾格名词(κήρυκας, συγγραφεῖς, δικορράφους 等)延伸至句末主动词短语(οὐδὲ τοιοῦτον οὐδένα ἀξιοῖμεν ἂν ἐκείνων γίγνεσθαι)的宏大分离构式(hyperbaton)。前面所列举的各类职业宾格,在句末通过 τοιοῦτον(这等人物)进行统摄,充当不定式 γίγνεσθαι 的主语补足语(οὐδένα ... ἐκείνων“他们中的任何人”则为 γίγνεσθαι 的逻辑主语)。
