- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.109-7.116
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者提出了适宜与应摒弃的城市穷人生业标准,排斥因怠惰或损害身心而产生的职业,并劝勉人们毋惧关于卑微劳作的诽谤,勤勉从事体面的工作。
ἀλλὰ ἴδωμεν πόσα καὶ ἅττα πράττοντες ἐπιεικῶς ἡμῖν διάξουσιν, ἵνα μὴ πολλάκις ἀναγκασθῶσιν ἀργοὶ καθήμενοι πρός τι τῶν φαύλων τραπῆναι. αἱ μὲν δὴ σύμπασαι κατὰ πόλιν ἐργασίαι καὶ τέχναι πολλαὶ καὶ παντοδαπαί, σφόδρα τε λυσιτελεῖς ἔνιαι τοῖς χρωμένοις, ἐάν τις τὸ λυσιτελὲς σκοπῇ πρὸς ἀργύριον.
然而,让我们看看〔城里的穷人〕从事怎样的工作、从事多少工作,才能在我们的评判下得体地度日,而不至于屡屡因闲坐无事而被迫转向某种恶行。城中所有的生业和技艺确实繁多而兼备万种,如果人们纯粹从金钱的角度来看待利益,那么其中有些对从业者来说是极为有利可图的。
ὀνομάσαι δὲ αὐτὰς πάσας κατὰ μέρος οὐ ῥᾴδιον διὰ τὸ πλῆθος καὶ τὴν ἀτοπίαν οὐχ ἧττον. οὐκοῦν ὅδε εἰρήσθω περὶ αὐτῶν ἐν βραχεῖ ψόγος τε καὶ ἔπαινος. ὅσαι μὲν σώματι βλαβεραὶ πρὸς ὑγίειαν ἢ πρὸς ἰσχὺν τὴν ἱκανὴν διʼ ἀργίαν τε καὶ ἑδραιότητα ἢ ψυχῇ ἀσχημοσύνην τε καὶ ἀνελευθερίαν ἐντίκτουσαι ἢ ἄλλως ἀχρεῖοι καὶ πρὸς οὐδὲν ὄφελός εἰσιν εὑρημέναι διʼ ἀβελτερίαν τε καὶ τρυφὴν τῶν πόλεων, ἅς γε τὴν ἀρχὴν μήτε τέχνας μήτε ἐργασίας τό γε ὀρθὸν καλεῖν·1 οὐ γὰρ ἄν ποτε Ἡσίοδος σοφὸς ὢν ἐπῄνεσεν ὁμοίως πᾶν ἔργον, εἴ τι τῶν πονηρῶν ἢ τῶν αἰσχρῶν ἠξίου ταύτης τῆς προσηγορίας· οἷς μὲν ἄν τις προσῇ τούτων τῶν βλαβῶν καὶ ἡτισοῦν, μηδένα ἅπτεσθαι2 τῶν ἐλευθέρων τε καὶ ἐπιεικῶν μηδὲ ἐπίστασθαι μήτε αὐτὸν μήτε παῖδας τοὺς αὑτοῦ διδάσκειν, ὡς οὔτε καθʼ Ἡσίοδον οὔτε καθʼ ἡμᾶς ἐργάτην ἐσόμενον, ἄν τι μεταχειρίζηται τοιοῦτον, ἀλλὰ ἀργίας τε ἅμα καὶ αἰσχροκερδείας ἀνελεύθερον ἕξοντα ὄνειδος, βάναυσον καὶ ἀχρεῖον καὶ πονηρὸν ἁπλῶς ὀνομαζόμενον.
但是,要把它们逐一列举出来并不容易,这既是因为它们数量庞大,同样也是因为它们荒谬不经。因此,关于这些生业,且简短地作出如下的谴责与赞许:凡是对身体的健康有害,或因懒散和久坐而损害足够体魄的,或者在灵魂中滋生丑陋与卑劣的,又或者因城邦的愚妄与奢靡而被发明出来、在其他方面无益且毫无用处的——这类生业严格说来从一开始就不应被称为技艺或工作;因为赫西俄德既为智者,若认为任何邪恶或可耻之事配得上这个称呼,就绝不会同样称赞每一项劳作——凡是带有哪怕任何一点此类危害的生业,自由且体面的人自己概不得沾染或通晓,也不得以此教授自己的子女,因为若从事这类行当,无论在赫西俄德看来还是在我们看来,他都算不上劳动者,反而将承受怠惰与牟取不义之财的下贱恶名,被径直称为粗俗、无用和邪恶之徒。
ὅσα δὲ αὖ μήτε ἀπρεπῆ τοῖς μετιοῦσι μοχθηρίαν τε μηδεμίαν ἐμποιοῦντα τῇ ψυχῇ μήτε νοσώδη τῶν τε ἄλλων νοσημάτων καὶ δῆτα ἀσθενείας τε καὶ ὄκνου καὶ μαλακίας διὰ πολλὴν ἡσυχίαν ἐγγιγνομένης ἐν τῷ σώματι, καὶ μὴν χρείαν γε ἱκανὴν παρέχοντα πρὸς τὸν βίον, πάντα τὰ τοιαῦτα πράττοντες3 προθύμως καὶ φιλοπόνως οὔποτʼ ἂν ἐνδεεῖς ἔργου καὶ βίου γίγνοιντο, οὐδʼ ἂν ἀληθῆ τὴν ἐπίκλησιν παρέχοιεν τοῖς πλουσίοις καλεῖν αὐτούς, ᾗπερ εἰώθασιν, ἀπόρους ὀνομάζοντες, τοὐναντίον μᾶλλον ἐκείνων ὄντες πορισταὶ καὶ μηδενὸς ἀποροῦντες, ὡς ἔπος εἰπεῖν, τῶν ἀναγκαίων καὶ χρησίμων.
相反,凡是既对从事者无不体面之处、又不在灵魂中灌输任何恶劣品性,既不带来其他疾病、也不因长久安坐而在体内滋生衰弱、迟疑与孱弱,同时又能为生计提供充分实用的劳作,只要热切而勤勉地操持所有这类的劳作,他们就绝不会匮乏生计与工作,也不会让富人们如惯常那样称呼他们为“贫困无助者”的名号坐实;相反,比起那些富人,他们更是生活必需品的供给者,可以说是毫无一件必需且有用之物的匮乏。
φέρε οὖν μνησθῶμεν ἀφʼ ἑκατέρου τοῦ γένους, εἰ καὶ μὴ πάνυ ἀκριβῶς ἕκαστα φράζοντες, ἀλλʼ ὡς τύπῳ γε κατιδεῖν, τὰ ποἶ ἄττα καὶ ὧν ἕνεκα οὐ προσιέμεθα, καὶ ποῖα θαρροῦντας ἐπιχειρεῖν κελεύομεν, μηδὲν φροντίζοντας τῶν ἄλλως τὰ τοιαῦτα προφερόντων, οἷον εἰώθασι λοιδορούμενοι προφέρειν πολλάκις οὐ μόνον τὰς αὐτῶν ἐργασίας, αἷς οὐδὲν ἄτοπον πρόσεστιν, ἀλλὰ καὶ τῶν γονέων, ἄν τινος ἔριθος ἡ μήτηρ ἢ τρυγήτρια ἐξελθοῦσά ποτε ἢ μισθοῦ τιτθεύσῃ παῖδα τῶν ὀρφανῶν ἢ πλουσίων ἢ ὁ πατὴρ διδάξῃ γράμματα ἢ παιδαγωγήσῃ· μηδὲν οὖν τοιοῦτον αἰσχυνομένους ὁμόσε ἰέναι.4
那么,来吧,让我们从这两类生业中各自提及一些,即便无法十分精确地详述每一项,但至少可以概略地看清我们拒绝的是哪些、出于何种缘由,以及我们鼓励他们充满信心地去着手从事哪些,而丝毫不必理会那些妄加指责之人。正如诽谤者在辱骂时常常不仅提及他们自身的劳作——而这些劳作并无任何不当——而且提及他们父母的生计:若某人的母亲曾外出做过织工或采葡萄的女工,或受雇给孤儿或富人当乳母,或者父亲曾教授识字、担任伴读奴仆;因此,绝不要为这类事情感到羞耻,而要勇敢面对。
οὐ γὰρ ἄλλως αὐτὰ ἐροῦσιν, ἂν λέγωσιν, ἢ ὡς σημεῖα πενίας, πενίαν αὐτὴν λοιδοροῦντες δῆλον ὅτι καὶ προφέροντες ὡς κακὸν δή τι καὶ δυστυχές, οὐ τῶν ἔργων οὐδέν. ὥστε ἐπειδὴ οὔ φαμεν χεῖρον οὐδὲ δυστυχέστερον πλούτου πενίαν, τοῖς δὲ πολλοῖς ἴσως καὶ ξυμφορώτερον, οὐδὲ τὸ ὄνειδος τοῦ ὀνείδους μᾶλλόν τι βαρυντέον τοῦτʼ ἐκείνου.
因为即便他们提起这些,也只是把它们当作贫困的标志而言说,显而易见是在辱骂贫困本身并将其斥为某种罪恶和不幸之事,而非在指责那些劳作本身。因此,既然我们认为贫困并不比财富更坏,也不比财富更不幸,对大众而言或许甚至更为有益,那么一种恶名也就不必比另一种恶名承受得更为沉重。
εἰ γάρ τοι δέοι μὴ ὀνομάζοντας τὸ πρᾶγμα, ὅ ψέγουσι, τὰ καθʼ ἡμέραν συμβαίνοντα διʼ αὐτὸ βλασφημεῖν προφέροντας, πολὺ πλείω ἂν ἔχοιεν καὶ τῷ ὄντι αἰσχρὰ διὰ πλοῦτον γιγνόμενα, οὐχ ἥκιστα δὲ τὸ παρὰ τῷ Ἡσιόδῳ κεκριμένον ἐπονείδιστον προφέρειν, τὸ τῆς ἀργίας, λέγοντες, ὅτι σε, ὦ ἄνθρωπε, "οὔτε σκαπτῆρα θεοὶ θέσαν οὔτʼ ἀροτῆρα, "καὶ ὅτι ἄλλως τὰς χεῖρας ἔχεις κατὰ τοὺς μνηστῆρας ἀτρίπτους καὶ ἁπαλάς.
因为如果应当不直接指明他们所谴责的事物本身,而是通过列举日常因其产生的事情来进行诽谤辱骂,那么他们将有远为繁多、且真正因财富而产生的可耻之事可供列举,尤其是可以提出在赫西俄德看来被判定为耻辱的怠惰恶名,说道:“人啊,众神既未使你成为挖掘者,亦未使你成为耕作者”,并且你如同那些求婚者一般,徒然让双手保持得毫无磨茧、柔嫩纤细。
- 7.110ἅς γε τὴν ἀρχὴν μήτε τέχνας μήτε ἐργασίας τό γε ὀρθὸν καλεῖν
不定词 καλεῖν 出现在关系从句中。这既可以理解为省略了表达义务的无人称动词(如 δεῖ 或 προσήκει),也可以视为与 τό γε ὀρθόν(“严格说来/按正确说法”)相呼应的独立不定词,表达规范性判断。
- 7.111οἷς μὲν ἄν τις προσῇ τούτων τῶν βλαβῶν καὶ ἡτισοῦν, μηδένα ἅπτεσθαι
οἷς 为中性复数与格,指代前文的各种行当或技艺(ἔργα/τέχναι),作 πρόσειμι(附带、伴随)的补足语。主句的 μηδένα ἅπτεσθαι(以及随后的 ἐπίστασθαι, διδάσκειν)作为表命令或禁止的不定词(infinitive for imperative)使用,承接前句 εἰρήσθω 的规范指令语气。
- 7.112ὅσα δὲ αὖ μήτε ἀπρεπῆ ... πάντα τὰ τοιαῦτα πράττοντες
前置的关系从句 ὅσα δὲ αὖ ... 在主句中被指示短语 πάντα τὰ τοιαῦτα(中性复数宾格,分词 πράττοντες 的宾语)概括性地复指并再开,构成主题化复指句式。
- 7.114μηδὲν οὖν τοιοῦτον αἰσχυνομένους ὁμόσε ἰέναι
ὁμόσε ἰέναι 为习语,意为“正面迎击、毫不退缩地承担”。宾格分词 αἰσχυνομένους 和不定词 ἰέναι 均受前文 κελεύομεν(“我们劝告”)的支配,构成“宾格+不定词”结构。
