- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:13.32-13.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者主张为了真正的幸福与城邦的安全,必须迎请一位医治灵魂的德性导师以教化全体公民,并指出德性的提升将减少对奢华与财富的贪欲,使城邦更为安稳。
σωφροσύνην δὲ καὶ ἀνδρείαν καὶ δικαιοσύνην ἐάνπερ ἐκμελετήσωσι καὶ ταῖς ψυχαῖς ἀναλάβωσι, διδασκάλους ποθὲν τούτων εὑρόντες καὶ τῶν ἄλλων ἁπάντων ἀμελήσαντες, εἴτε Ἕλληνας εἴτε Ῥωμαίους εἴτε τις παρὰ Σκύθαις ἢ παρʼ Ἰνδοῖς ἀνήρ ἐστι διδάσκαλος ὧν εἶπον, ὥσπερ οἶμαι τοξικῆς τε καὶ ἱππικῆς ἢ νὴ Δία ἰατρός τις θεραπεύειν ἐπιστάμενος τὰ νοσήματα τοῦ σώματος, οὕτως ἱκανὸς ὢν ἰᾶσθαι τὰς τῆς ψυχῆς νόσους, ὅστις ἀκολασίας καὶ πλεονεξίας καὶ τῶν τοιούτων ἀρρωστημάτων δυνήσεται ἀπαλλάξαι τοὺς ὑπʼ αὐτῶν κρατουμένους, τοῦτον παραλαβόντας καὶ ἀγαγόντας, λόγῳ πείσαντας ἢ φιλίᾳ· χρήμασι μὲν γὰρ οὐ δυνατὸν ἄνδρα πεισθῆναι τοιοῦτον οὐδὲ ἄλλοις δώροις· καταστήσαντας δὲ εἰς τὴν ἀκρόπολιν νόμῳ προαγορεῦσαι1 τοὺς νέους ἅπαντας φοιτᾶν παρʼ αὐτὸν καὶ συνεῖναι, καὶ μηδὲν ἧττον τοὺς πρεσβυτέρους, ἕως ἂν ἅπαντες σοφοὶ γενόμενοι καὶ δικαιοσύνης ἐρασθέντες, καταφρονήσαντες χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ ὄψου δὴ καὶ μύρου καὶ ἀφροδισίων, εὐδαίμονες οἰκῶσι καὶ ἄρχοντες μάλιστα καὶ πρῶτον αὑτῶν, ἔπειτα καὶ τῶν ἄλλων ἀνθρώπων·
并且说,只要他们切实操练并将节制、勇敢与正义融入灵魂之中,不顾其他一切事物,从某处觅得这些德行的导师——无论其是希腊人、罗马人,还是塞西亚人或印度人中真有懂得我所说之事的导师,正如我想在弓术和骑术方面那样,或者凭宙斯起誓,正如一位懂得医治肉体疾患的医师那样,善于医治灵魂的病症,能使受放荡、贪婪及此类顽疾所制的人得以摆脱——便当以说理或友谊说服此人,将他接入并引至城中;因为用金钱或其他礼物绝不可能说服这样的人。将他安置于卫城之后,当依法明令宣告,所有青年人都当跟随他受教并与他朝夕相处,长者亦当同样如此,直至所有人都成为智者并热爱正义,鄙弃金银、象牙、美食、香膏及情欲之乐,首先统治自己,进而也统治他人,幸福地生活。
τότε γάρ, ἔφην, ἔσται ὑμῶν ἡ πόλις μεγάλη καὶ ἰσχυρὰ καὶ ἄρχουσα κατʼ ἀλήθειαν· ὡς τό γε νῦν τὸ μέγεθος αὐτῆς ὕποπτον καὶ οὐ πάνυ ἀσφαλές. ὅσῳ γὰρ ἄν, ἔφην, πλείων ἥ τε ἀνδρεία καὶ ἡ δικαιοσύνη καὶ ἡ σωφροσύνη γίγνηται παρʼ ὑμῖν, τοσούτῳ ἔλαττον ἔσται τό τε ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἐλεφάντινα σκεύη καὶ τὰ ἠλέκτρινα καὶ κρύσταλλος καὶ θύον καὶ ἔβενος καὶ ὁ τῶν γυναικῶν κόσμος καὶ τὰ ποικίλματα καὶ αἱ βαφαὶ καὶ ξύμπαντα ἁπλῶς τὰ νῦν ἐν τῇ πόλει τίμια καὶ περιμάχητα, ἐλαττόνων αὐτῶν δεήσεσθε· ὅταν δὲ ἐληλυθότες ἦτε ἐπʼ ἄκρον ἀρετῆς, οὐδενός·2 καὶ οἰκίας μικροτέρας καὶ ἀμείνους οἰκήσετε, καὶ οὐ τοσοῦτον ὄχλον θρέψετε ἀνδραπόδων ἀργῶν καὶ πρὸς οὐδὲν χρησίμων. τὸ δὲ πάντων παραδοξότατον· ὅσῳ γὰρ ἂν εὐσεβέστεροι καὶ ὁσιώτεροι γένησθε, τοσούτῳ ἐλάττων ἔσται παρʼ ὑμῖν ὁ λιβανωτὸς καὶ τὰ θυμιάματα καὶ τὰ στεφανώματα, καὶ θύσετε ἐλάττους θυσίας καὶ ἀπʼ ἐλάττονος δαπάνης, καὶ τὸ πᾶν πλῆθος τὸ νῦν παρʼ ὑμῖν τρεφόμενον πολὺ ἔλαττον ἔσται, καὶ ἡ ξύμπασα πόλις, ὥσπερ ναῦς κουφισθεῖσα, ἀνακύψει τε καὶ πολὺ ἔσται ἐλαφροτέρα καὶ ἀσφαλεστέρα.
“因为到那时,”我说道,“你们的城邦才会真正成为伟大、强盛且具统治力之邦;就目前而言,它的庞大是可疑的,且绝非稳固。因为,”我说道,“在你们当中,勇敢、正义和节制越是增多,金银、象牙器皿、琥珀器皿、水晶、柑香木、乌木、妇人的首饰、刺绣、染织品,以及如今在城中受人尊崇并引人争夺的一切事物就会越少,你们对它们的需要也会减少;当你们达到德性的顶峰时,便全不需要了。你们将居住在更小却更好的房屋中,不会蓄养如此庞大、游手好闲且一无用处的奴隶群。而最出人意料的是:你们越是虔敬和神圣,你们那里的乳香、熏香和花冠就越少,你们将以更少的开销奉献更少的祭品,如今在你们那里维持生计的全部人口将少得多,整座城邦将如同一艘减负的船只,浮出水面,变得轻捷得多也安全得多。
ταὐτὰ δὲ ταῦτα καὶ Σίβυλλαν εὑρήσετε μαντευομένην ὑμῖν καὶ Βάκιν, εἴπερ ἀγαθὼ χρησμολόγω καὶ μάντιε ἐγενέσθην. ὡς δὲ νῦν τὰ παρόντα διάκειται, χρημάτων ἕνεκα πλήθους, ἃ πάντα πανταχόθεν εἰς ἕνα τοῦτον ἤθροισται τὸν τόπον, τρυφῆς ἐπικρατούσης καὶ πλεονεξίας, ὅμοιόν ἐστιν ὥσπερ εἰ τὴν τοῦ Πατρόκλου πυρὰν κοσμήσας ὁ Ἀχιλλεὺς πολλῶν μὲν ξύλων, πολλῶν δὲ σωμάτων καὶ ἐσθῆτος, ἔτι δὲ πιμελῆς τε καὶ ἐλαίου πρὸς τούτοις, παρακαλεῖ τοὺς ἀνέμους3 σπένδων καὶ θυσίας ὑπισχνούμενος ἐλθόντας ἐμπρῆσαί τε καὶ ἀνάψαι.
倘若西比拉和巴基斯确曾是优秀的谶纬家与先知,你们会发现他们也曾向你们预言过这些完全相同的事。然而,就目前的状况而言,由于从四面八方聚集于这单一之所的巨额财富,在奢侈与贪欲占支配地位的情况下,这正如同阿喀琉斯在用大量木料、大量尸体与衣裳,乃至板油与油脂装点好帕特罗克洛斯的火葬柴堆后,一边奠酒并许诺献祭,一边祈求风神赶来点燃火堆一般。
τὰ γὰρ τοιαῦτα οὐχ ἧττόν γε πέφυκεν ἐξάπτειν τὴν τῶν ἀνθρώπων ὕβριν καὶ ἀκολασίαν. οὐ μέντοι ἔλεγον ὡς χαλεπὸν αὐτοῖς παιδευθῆναι, ἐπεὶ καὶ τἄλλα, ἔφην, οὐδενὸς βελτίους πρότερον ὄντες ὅσα ἐβουλήθητε ῥᾳδίως ἐμάθετε· λέγω δὲ ἱππικὴν καὶ τοξικὴν καὶ ὁπλιτικήν.
因为这类事物点燃人们的狂妄与放荡的本性毫不逊色。”然而,我并没有说对他们而言受教是困难的,“因为在其他事情上,”我说道,“你们先前并不比任何人更强,但只要你们愿意,便全都轻易学会了;我所指的是骑术、弓术和重装步兵战术。”
- 13.32σωφροσύνην δὲ καὶ ἀνδρείαν καὶ δικαιοσύνην ἐάνπερ ἐκμελετήσωσι ... παραλαβόντας καὶ ἀγαγόντας ... καταστήσαντας δὲ εἰς τὴν ἀκρόπολιν νόμῳ προαγορεῦσαι
承接上一语言块中叙述者对罗马民众演说的间接引语结构。句子的主干为表示劝告或法令的宾格加不定式结构(προαγορεῦσαι),其逻辑主语由宾格分词 παραλαβόντας、ἀγαγόντας 与 καταστήσαντας(指罗马人)承担。其间插入了长篇条件从句(ἐάνπερ ἐκμελετήσωσι……)及对德性导师的资质说明(διδασκάλους…… εὑρόντες…… εἴτε…… ὥσπερ…… ὅστις……),构成了主导不定式 προαγορεῦσαι 与句首成分之间的大幅度语序离隔。
- 13.34ἐλαττόνων αὐτῶν δεήσεσθε· ὅταν δὲ ἐληλυθότες ἦτε ἐπʼ ἄκρον ἀρετῆς, οὐδενός
动词 δεήσεσθε(δέομαι“需要、缺乏”的将来时)支配表示匮乏/缺乏的属格(ἐλαττόνων αὐτῶν)。紧接着的从句中省略了动词 δεήσεσθε,仅保留属格 οὐδενός(“[你们将]全不需要”),与前句形成鲜明的对比与紧凑的承接。
- 13.36ὅμοιόν ἐστιν ὥσπερ εἰ τὴν τοῦ Πατρόκλου πυρὰν κοσμήσας ὁ Ἀχιλλεὺς ... παρακαλεῖ τοὺς ἀνέμους
在比拟句式 ὅμοιόν ἐστιν ὥσπερ εἰ(“正如……一般”)中,从句动词采用了现在直陈式 παρακαλεῖ,而非虚拟语气或祈愿语气。这是一种描绘性的生动用法,将荷马史诗中为人熟知的情景如临其境般具体呈现为对比意象。
