← 金嘴狄翁

演说集

§69.1-69.4

对美德的称颂与忽视及真正的幸福

演说者指出了人们普遍赞美美德为至善神圣,却在实际行动中舍本逐末、只追求实用技艺与名利而忽视修德的矛盾;进而论证唯有兼具智慧与美德者方能蒙神眷顾并获得真正的幸福。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§69.1

Ἄπορόν μοι δοκεῖ εἶναι ὅτι οἱ ἄνθρωποι ἄλλα μὲν ἐπαινοῦσι καὶ θαυμάζουσιν, ἄλλων δὲ ἐφίενται καὶ περὶ ἄλλα ἐσπουδάκασιν. ἐπαινοῦσι μὲν γάρ, ὡς ἔπος εἰπεῖν, πάντες καὶ θεῖα καὶ σεμνά φασιν ἀνδρείαν καὶ δικαιοσύνην καὶ φρόνησιν καὶ συλλήβδην ἀρετὴν πᾶσαν. καὶ οὓς ἂν ἡγῶνται τοιούτους εἶναι ἢ γεγονέναι ἢ ἐγγύς, θαυμάζουσι καὶ ὑμνοῦσι· καὶ τοὺς μέν τινας θεούς, τοὺς δὲ ἥρωας ἀποφαίνουσιν, οἷον Ἡρακλέα καὶ Διοσκούρους καὶ Θησέα καὶ Ἀχιλλέα καὶ πάντας τοὺς ἡμιθέους λεγομένους. οἷς ὃν ἂν ὅμοιον ὑπολαμβάνωσιν, ἕτοιμοί εἰσιν ἅπαντες ἐκείνῳ πείθεσθαι καὶ ὑπηρετεῖν, ὅ,τι ἂν προστάττῃ, καὶ βασιλέα καὶ ἄρχοντα ἀποδεικνύναι ἑαυτῶν καὶ τὰ σφέτερα ἐπιτρέπειν, ὅν ἂν σώφρονα καὶ δίκαιον καὶ φρόνιμον ὄντως ὑπολαμβάνωσι1 καὶ ἁπλῶς ἄνδρα ἀγαθόν.

在我看来,令人费解的是,人们所赞赏和钦佩的是一类事物,而所渴望并汲汲于追求的却是另一类事物。因为可以说,所有人都赞美勇敢、正义、智慧以及总括起来的一切美德,并称其为神圣而庄严的事物。凡是他们认为具有这种品质、过去曾具有、或是接近这种品质的人,他们都会加以钦佩并予以歌颂;他们宣告其中某些人为神明,另一些人为英雄,例如赫拉克勒斯、狄俄斯库里兄弟、忒修斯、阿喀琉斯以及所有被称为半神的人。凡是他们认为与这些人相似者,大家都欣然服从并遵从其一切号令,立他为自己的君王和统治者,并将自身的一切托付给他——只要他们认为此人确实节制、正义、明智,简言之是一个优秀的人。

§69.2

ὥστε ταύτῃ μὲν οὐκ ἄν τις αὐτοῖς μέμψαιτο ὡς οὐκ αἰσθανομένοις ὅτι σεμνόν τι καὶ τίμιον καὶ τοῦ παντὸς ἄξιον χρῆμα ἀρετή· ἐπιθυμοῦσί γε μὴν πάντων μᾶλλον ἢ ἀγαθοὶ γενέσθαι καὶ πράττουσι πάντα πρότερον ἢ ὅπως2 σωφρονήσουσι καὶ φρόνιμοι ἔσονται καὶ δίκαιοι καὶ ἄνδρες σπουδαῖοι, καλῶς μὲν αὑτῶν δυνάμενοι προΐστασθαι, καλῶς δὲ οἶκον οἰκῆσαι, καλῶς δὲ ἄρξαι πόλεως, εὖ δὲ πλοῦτον ἐνεγκεῖν, εὖ δὲ πενίαν, εὖ δὲ προσενεχθῆναι φίλοις, εὖ δὲ συγγενέσι, δικαίως δ’ ἐπιμεληθῆναι γονέων, ὁσίως δὲ θεραπεῦσαι θεούς.

因此,就这一点而言,绝不会有人责怪他们未能认识到美德乃是庄严、尊贵且具有至高价值的事物;然而,他们渴望一切,唯独不愿让自己成为优秀的人,并且在努力使自己变得节制、明智、正义并成为出众的人之前,先去忙碌其他一切事情——即成为既能很好地统领自身、很好地料理家业、很好地治理城邦,又能善处财富、善处贫困、善待朋友、善待亲族、公正地照料父母、虔敬地侍奉神明的人。

§69.3

ἀλλ’ οἱ μέν τινες περὶ γεωργίαν πραγματεύονται, οἱ δὲ περὶ ἐμπορίαν, οἱ δ’ ἐπὶ στρατείαν ὁρμῶσιν, οἱ δ’ ἐπ’ ἰατρικήν, οἱ δὲ οἰκοδομικὴν ἢ ναυπηγικὴν ἐκμανθάνουσιν, οἱ δὲ κιθαρίζειν ἢ αὐλεῖν ἢ σκυτοτομεῖν ἢ παλαίειν, οἱ δὲ ὅπως δεινοὶ δόξουσι περὶ τὸ εἰπεῖν ἐν δήμῳ ἢ δικαστηρίῳ τὴν πᾶσαν σπουδὴν ἔχουσιν, οἱ δὲ ὅπως ἰσχυροὶ ἔσονται τὰ σώματα. καίτοι τοὺς ἐμπόρους μὲν καὶ γεωργοὺς καὶ στρατιώτας καὶ ἰατροὺς καὶ οἰκοδόμους καὶ κιθαριστὰς καὶ αὐλητὰς καὶ παιδοτρίβας, ἔτι δὲ τοὺς λεγομένους ῥήτορας καὶ τοὺς πάνυ ἰσχύοντας τοῖς σώμασιν, ἀθλίους καὶ δυστυχεῖς τοὺς πολλοὺς ἂν εὕροι τις ἢ μικροῦ δεῖν ἅπαντας.

相反,有些人致力于农事,有些人致力于经商,有些人投身行伍,有些人投身医术,有些人学习建筑或造船,有些人学习弹琴、吹笛、制鞋或摔跤,有些人竭尽全力只求在民众大会或法庭上显得长于辞令,还有些人则致力于让自己的体魄强健。然而,人们会发现,商贾、农夫、军人、医生、建筑工匠、琴师、笛师、体能教练,乃至所谓的演说家以及体魄极其强健之流,其中绝大多数人,或者几乎所有人,都是凄惨而不幸的。

§69.4

ἂν δὲ ἡ ψυχὴ ἔμφρων γένηται καὶ ὁ νοῦς ἀγαθὸς καὶ ἱκανοὶ ὦσι τά τε αὑτῶν πράγματα ὀρθῶς πράττειν καὶ τὰ τῶν ἄλλων, τούτους ἀνάγκη καὶ εὐδαιμόνως ζῆν, νομίμους ἄνδρας γενομένους καὶ ἀγαθοῦ δαίμονος τυχόντας καὶ φίλους ὄντας τοῖς θεοῖς. οὐ γὰρ ἄλλους μὲν φρονίμους εἰκὸς εἶναι, ἄλλους δὲ ἐμπείρους τῶν ἀνθρωπίνων πραγμάτων, οὐδὲ ἄλλους μὲν τἀνθρώπεια ἐπίστασθαι, ἄλλους δὲ τὰ θεῖα, οὐδὲ ἄλλους μὲν εἶναι τῶν θείων ἐπιστήμονας, ἄλλους δὲ ὁσίους, οὐδὲ ἄλλους μὲν ὁσίους, ἄλλους δὲ θεοφιλεῖς· οὐδὲ ἕτεροι μὲν ἔσονται θεοφιλεῖς, ἕτεροι δὲ εὐδαίμονες. οὐδὲ ἕτεροι μέν εἰσιν ἄνθρωποι ἄφρονες, ἕτεροι δ’ ἀγνοοῦσι τὰ καθ̓ αὑτοὺς πράγματα· οὐδὲ οἵ τὰ σφέτερα πράγματα ἀγνοοῦσι, τὰ θεῖα ἴσασιν· οὐδὲ οἱ φαύλως περὶ τῶν θείων ὑπειληφότες οὐκ ἀνόσιοί εἰσιν. οὐδέ γε τοὺς ἀνοσίους οἷόν τε φίλους εἶναι3 θεοῖς, οὐδὲ τοὺς μὴ φίλους θεοῖς μὴ δυστυχεῖς εἶναι.

反之,若灵魂充满明智,心智优良,并且有能力正确处置自己与他人的事务,这样的人就必然会生活得幸福,因为他们成为了恪守法度的人,获得了良善的守护神,并且为神明所钟爱。因为明智之人绝不会是一批人,而通晓人事者又是另一批人;通晓人事者绝不会是一批人,而通晓神圣之事者又是另一批人;通晓神圣之事者绝不会是一批人,而虔敬之人又是另一批人;虔敬之人绝不会是一批人,而为神所爱者又是另一批人;为神所爱者也绝不会与幸福之人互为两截。同样,愚蠢之人绝不会是一批人,而不明自身事务者又是另一批人;不明自身事务者绝不会通晓神圣之事;对神圣之事抱有卑俗成见者也绝非不是不虔之人。而不虔之人绝不可能为神所爱,不为神所爱之人也绝不可能不是不幸的。

语法注3 条
  1. 69.1οἷς ὃν ἂν ὅμοιον ὑπολαμβάνωσιν ... ὅν ἂν σώφρονα καὶ δίκαιον καὶ φρόνιμον ὄντως ὑπολαμβάνωσι

    开头的关系从句 οἷς ὃν ἂν ὅμοιον ὑπολαμβάνωσιν(凡是他们认为与这些人相似者)前置修饰主句中的代词 ἐκείνῳ(服从那个人),而句末的 ὅν ἂν σώφρονα ... ὑπολαμβάνωσι 则以具体的美德内涵对前面的宾语进行了同格性的重述与补充。主句的核心谓语(ἕτοιμοί εἰσιν... ἐπιτρέπειν)被夹在这两重关系从句之间。

  2. 69.2ἐπιθυμοῦσί γε μὴν πάντων μᾶλλον ἢ ἀγαθοὶ γενέσθαι καὶ πράττουσι πάντα πρότερον ἢ ὅπως

    利用比较级表达强烈修辞性否定的句式。“宁可渴望一切事物也不愿成为优秀之人”以及“在……之前先去做其他一切事情”,实则修辞性地表达“唯独不求成为优秀之人”以及“绝不致力于此”。πρότερον ἢ 引导的 ὅπως 从句在此表示努力追求的目的或结果。

  3. 69.4οὐδέ γε τοὺς ἀνοσίους οἷόν τε φίλους εἶναι θεοῖς, οὐδὲ τοὺς μὴ φίλους θεοῖς μὴ δυστυχεῖς εἶναι

    承接前文连锁推论(sorites)的结语。后半句 οὐδὲ τοὺς μὴ φίλους θεοῖς μὴ δυστυχεῖς εἶναι 中叠加了多重否定(连接否定 οὐδέ + 充当条件的 μὴ φίλους + 不定词谓语的否定 μὴ δυστυχεῖς)。这里的双重否定(μὴ ... μὴ)表达必然的推论:“不为神所爱者不可能不是不幸的(即必然不幸)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:69.1-69.4