- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:68.1-68.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥指出大众因缺乏真正的真知而随声名与享乐漂泊,以致陷入无休止的分歧;进而论证人必须确立至善为最高准绳,以智慧调谐人生以获得真正的幸福。
Οἱ πολλοὶ ἄνθρωποι ὁπόσα ἐπιτηδεύουσιν ἢ ζηλοῦσιν, οὐδὲν αὐτῶν εἰδότες ὁποῖόν ἐστιν οὐδὲ ἥντινα ἔχει ὠφέλειαν ἐπιτηδεύουσιν, ἀλλ’ ὑπὸ δόξης ἢ ἡδονῆς ἢ συνηθείας ἀγόμενοι πρὸς αὐτά. οὐδ’ αὖ ὅσων ἀπέχονται καὶ εὐλαβοῦνται μὴ πράττειν, εἰδότες ἃ βλάπτει ἀπέχονται οὐδὲ ὁποίαν τινὰ φέρει τὴν βλάβην, ἀλλὰ καὶ τούτων ὅσα ὁρῶσι τοὺς ἄλλους εὐλαβουμένους ἢ περὶ ὧν ἂν εἰς ἔθος καταστῶσιν ὥστε εὐλαβεῖσθαι, ἢ ἃ νομίζουσιν ἀηδῆ ἔσεσθαι αὐτοῖς καὶ πόνον τινὰ δοκεῖ ἔχειν ὡς τὸ πολὺ ταῦτα ὑποπτεύουσιν.1
大众无论从事或热衷于什么事,都并不明白这些事的本质为何,也不清楚它们有何益处,而只是被声名、快乐或习惯驱使着趋向它们。同样,对于他们所回避且戒备不做的事,他们也不是因为明知其有害或会带来何种损害而回避;相反,在这些事情中,凡是他们看到别人戒备的,或者形成了戒备习惯的,抑或他们认为会让自己不快且看似包含某种劳苦的事,他们大体上都会心存疑惧而予以避开。
καὶ τὸ μὲν τῆς ἡδονῆς καὶ τὸ τοῦ πόνου πᾶσι κοινόν· ἀλλ’ οἱ μὲν ἧττον, οἱ δὲ μᾶλλον ὑπ’ αὐτῶν δουλοῦνται· τὸ δὲ τῆς δόξης ἀνόμοιον καὶ οὐ ταὐτὸ πᾶσιν. ὅθεν οἱ μὲν ταῦτα, οἱ δὲ ταῦτα ἐπαινοῦσι καὶ ψέγουσι, πολλάκις τἀναντία. οἷον ἀλγεῖ μὲν ὅ τε Ἰνδὸς καὶ ὁ Λάκων τιτρωσκόμενος ἢ καόμενος καὶ ὅ τε Φρὺξ καὶ ὁ Λυδός· ἀλλ’ ἐκεῖνοι μὲν οὐχ ὑπείκουσι διὰ τὸ ἠσκηκέναι, οὗτοι δὲ, διὰ τὸ ἀσθενεῖς καὶ ἀνάσκητοι εἶναι. πάλιν ἥδεσθαι μὲν ἀφροδισίοις καὶ σιτίοις καὶ ποτοῖς ἡδέσιν ἀνάγκη τόν τε Ἴωνα καὶ τὸν Θετταλὸν καὶ τὸν Ἰταλιώτην καὶ τὸν Γέτην καὶ τὸν Ἰνδὸν καὶ τὸν Σπαρτιάτην· ἀλλ’ οἱ μὲν οὐ πάνυ τι φροντίζουσι τῶν ἡδέων, ἀρχὴν δὲ οὐδὲ πειρῶνται ἁπάντων· οἱ δὲ ἀποθανεῖν ἕλοιντ’ ἂν ὀλίγῳ πλέον ἡσθέντες.2
诚然,快乐与劳苦之事是所有人共同具有的,只是有些人受其奴役较少,有些人较多而已;但声名之事却是各不相同的,并非对所有人一致。因此,有些人称赞和斥责这些事,另一些人则称赞和斥责那些事,而且往往截然相反。例如,无论是印度人还是斯巴达人,弗里吉亚人还是吕底亚人,在受伤或被烧灼时都会感到痛苦;但前者因受过严格锻炼而不屈服,后者则因虚弱且未经锻炼而屈服。再者,对于情爱以及甘美的饮食,无论是爱奥尼亚人、色萨利人、南意大利希腊人、盖塔人、印度人还是斯巴达人,都必然会感到愉悦;但有些人对享乐并不十分挂心,甚至一开始就不去尝试所有的享乐,而另一些人只要能稍微多享乐一点,甚至甘愿选择去死。
τὸ οὖν τῆς δόξης ἔοικεν εἶναι παντοδαπώτατον καὶ πλείστη καὶ μεγίστη τούτου διαφορά. διά τε τοῦτο ἐν οὐδενὶ γένει τῶν ζῴων εὕροι τις ἂν τοσαύτην στάσιν οὐδὲ οὕτως ἐναντίον αὑτῷ τι γένος, οἷον ἵππων ἢ κυνῶν ἢ λεόντων ἢ βοῶν ἢ ἐλάφων, ἀλλὰ τρέφονταί τε ὁμοίως καὶ γεννῶσι καὶ τρέφουσι καὶ ἐπὶ ταὐτὰ ὁρμῶσι καὶ τῶν αὐτῶν ἀπέχονται τὰ ὅμοια. μόνῳ γὰρ ξυνέπονται ὡς τὸ πολὺ τῷ ἡδεῖ καὶ τὸ ἀλγεινὸν φεύγουσιν.
由此可见,声名之事似乎最为千差万别,其间的差异也最繁多、最显著。正因如此,在任何动物种群中——无论是马、狗、狮子、牛还是鹿——都见不到如此巨大的内讧,也见不到哪个种群会如此与自身对立;相反,同类动物都以相似的方式进食、繁衍、哺育幼崽,追求同样的事物,回避同样的事物。因为它们大体上只追随快乐,逃避痛苦。
ἄνθρωπος δὲ φύσει φρονήσεως μετέχων, ἀπολειπόμενος δὲ αὐτῆς διὰ φαυλότητα καὶ ῥᾳθυμίαν, δόξης καὶ ἀπάτης ἔνδοθεν μεστός ἐστι· καὶ πάντα ἀλλήλοις διαφέρονται, καὶ περὶ ἐσθῆτος καὶ στολῆς καὶ περὶ τροφῆς καὶ ἀφροδισίων καὶ περὶ τιμῆς καὶ ἀτιμίας, κατὰ ἔθνη καὶ πόλεις· ὁμοίως δὲ καὶ ἐν τῇ πόλει καθ’ αὑτὸν ἕκαστος ἐσπούδακεν ὁ μὲν γῆν ὡς πλείστην κτήσασθαι, ὁ δὲ ἀργύριον, ὁ δὲ ἀνδράποδα, ὁ δὲ ξύμπαντα ταῦτα, ὁ δ’ ἐπὶ τῷ λέγειν θαυμάζεσθαι καὶ διὰ τοῦτο τῶν ἄλλων πλέον δύνασθαι, ὁ δὲ αὐτὸ μόνον δεινὸς εἶναι καὶ τὴν ἐμπειρίαν τὴν περὶ τὰ πράγματα ἐζήλωκεν, ὁ δὲ ἀπ’ ἄλλου τινὸς ἰσχύειν, ὁ δὲ τρυφὴν ὡς πλείστην ἐπιτηδεύει.
然而人虽生来禀赋智慧,却因平庸与懈怠而与智慧失之交臂,内心充斥着成见与虚妄。无论在衣着服饰、饮食情爱,还是尊荣耻辱方面,不同的城邦与民族之间都彼此全然相左。同样,在同一个城邦内部,每个人也各自汲汲于不同的事物:有人极力追求拥有尽可能多的田产,有人追求白银,有人追求奴隶,有人追求所有这些;有人追求因善辩而受人赞赏,并以此凌驾于他人之上;有人只求自身精明干练并在实务中积累经验;有人追求从别处获取权势;还有人追求极尽奢华的生活。
τούτων μὲν οὖν, ὅπερ ἔφην, οὐδὲν ἄν, ὡς εἰκός, ὀρθῶς πράττοιεν οὐδὲ οἱ τὰ κράτιστα δοκοῦντες ἐπιτηδεύειν. οὐ γὰρ εἰδότες τὸ βέλτιον ἢ τὸ χεῖρον ἢ τὸ συμφέρον αἱροῦνται οὐδέν. ὅστις δ᾽ ἐπεθύμησε φρονήσεως καὶ διενοήθη πῶς χρὴ ἐπιμεληθέντα αὑτοῦ καὶ παίδευσιν τίνα παιδευθέντα γενέσθαι ἄνδρα ἀγαθὸν καὶ διαφέροντα τῶν πολλῶν, τοῦτον ἐγώ φημι φύσεώς τε χρηστῆς τυχεῖν καὶ τύχης ὁμοίας. ἐλπὶς γὰρ ζητοῦντα καὶ παιδευόμενον ἐξευρεῖν τὸ δέον καὶ πρὸς τί ὁρῶντα καὶ τί βουλόμενον πάντα τὰ ἄλλα χρὴ πράττειν καὶ οἰκονομεῖν.
因此,正如我所说的,这些人,哪怕是那些看似从事最崇高事业的人,照理也绝不可能把事情做对。因为他们并不是在辨明何者更善、何者更恶或何者有利的情况下去做抉择的。然而,凡是渴求智慧,并深思应当如何照料自身、接受何种教育才能成为优秀且异于大众之士的人,我认为他不仅获得了优良的天赋,也遇上了相称的际遇。因为一个不断求索并接受教化的人,大有希望发现什么是应当做的事,以及应当着眼于何种目标、怀着何种旨趣去从事和料理其他一切事务。
ὁ δὲ τοῦτο συνεὶς ἅπαντα ἂν ἤδη καλῶς διαπράττοιτο καὶ τὰ μείζω δοκοῦντα καὶ τὰ σμικρότερα· καὶ εἴτε ἱππικῆς ἐπιτηδεύοι ἀγωνίαν εἴτε μουσικῆς εἴτε γεωργίας ἐπιμελοῖτο εἴτε στρατηγεῖν ἐθέλοι ἢ ἄρχειν τὰς ἄλλας ἀρχὰς ἢ τὰ ἄλλα τὰ κοινὰ ἐν τῇ πόλει πράττειν, καλῶς ἂν πάντα ποιήσειε καὶ περὶ οὐδὲν ἂν σφάλλοιτο. ἄνευ δὲ τούτου καθ’ ἕκαστον μὲν τῶν ἔργων ἐνίοτε αὑτῷ τε καὶ τοῖς ἄλλοις φαίνοιτο ἂν κατορθοῦν· οἷον εἰ γεωργῶν ἐπιτυγχάνοι περὶ τοὺς καρποὺς ἢ ἱππεύειν ἐμπειρότερος εἴη ἢ τὰ κατὰ μουσικὴν ἱκανῶς γιγνώσκοι ἢ ἀγωνιζόμενος δύναιτο τῶν ἀντιπάλων κρατεῖν, τὸ δὲ σύμπαν ἁμαρτάνοι ἂν πρὸς οὐδὲν ἀγαθὸν οὐδὲ ὥστε ὠφελεῖσθαι ταῦτα ἐργαζόμενος.
理解了这一点的人,无论是看似重大的事务还是微不足道的细事,从今往后都能处置得当。无论他是从事马术竞技,致力于音乐,操持农事,还是渴望统兵作战、担任其他官职或处理城邦中的其他公务,他都会把一切做得极好,绝不会在任何事情上失误。然而,若没有这种理解,即使他在每项具体的事务中有时看似在自己和他人眼中取得了成功——例如务农时庄稼丰收,骑术更为精湛,精通音乐之理,或者在竞技中能够战胜对手——但整体而言他却是在犯错,因为他从事这些活动并未指向任何至善,也无法使自己真正获益。
οὔκουν δυνατός ἐστιν εὐδαιμονεῖν, ὥσπερ οὐδ’ εὐπλοῆσαι δύναταί τις οὐκ εἰδὼς ἔνθα πλεῖ, μάτην ἐν τῷ πελάγει φερόμενος, νῦν μὲν ὀρθῆς πλεούσης τῆς νεώς, ἂν οὕτω τύχῃ, νῦν δὲ ἀποκλινούσης, καὶ νῦν μὲν οὐρίου φερομένου τοῦ πνεύματος, πάλιν δὲ ἐναντίου. χρὴ δὲ ὥσπερ ἐν λύρᾳ τὸν μέσον φθόγγον καταστήσαντες ἔπειτα πρὸς τοῦτον ἁρμόζονται τοὺς ἄλλους· εἰ δὲ μή, οὐδεμίαν οὐδέποτε ἁρμονίαν ἀποδείξουσιν· οὕτως ἐν τῷ βίῳ ξυνέντας τὸ βέλτιστον καὶ τοῦτο ἀποδείξαντας πέρας πρὸς τοῦτο τἄλλα ποιεῖν·3 εἰ δὲ μή, ἀνάρμοστον αὐτοῖς καὶ ἐκμελῆ τὸν βίον εἰκός ἐστι γίγνεσθαι.
因此,他绝不可能获得幸福;这就如同一个人不知驶向何方,在茫茫大海上徒劳漂泊,此刻船若侥幸走得正,下一刻又偏离航道,此刻刮顺风,下一刻又刮逆风,这样的人绝不可能航行顺利一样。正如人们在竖琴上必须先定准中间的音,然后以此为准来调谐其他的琴弦——否则就绝不可能调出任何和谐的乐调——人生也必须如此,在认清最善之物并将此确立为终极目标之后,依此去做其他的事;否则,他们的生命势必将变得混乱失序、不成声调。
- 68.1ὡς τὸ πολὺ ταῦτα ὑποπτεύουσιν
副词短语 ὡς τὸ πολύ(“大体上”“通常”)修饰动词 ὑποπτεύουσιν(“心存疑惧而戒备”)。前面的连续关系从句(ὅσα ὁρῶσι..., περὶ ὧν ἂν..., ἃ νομίζουσιν...)由指示代词 ταῦτα 进行总括,作该动词的直接宾语。
- 68.2ἀποθανεῖν ἕλοιντ’ ἂν ὀλίγῳ πλέον ἡσθέντες
由带有条件意味的分词 ἡσθέντες(“若能享受……”)与配合 ἄν 的希求法 ἕλοιντ' ἄν(表潜在或意愿)构成。ὀλίγῳ 是表示差额程度的与格(“稍微”),修饰比较级副词 πλέον。
- 68.7χρὴ δὲ ὥσπερ ἐν λύρᾳ τὸν μέσον φθόγγον καταστήσαντες ἔπειτα πρὸς τοῦτον ἁρμόζονται τοὺς ἄλλους· εἰ δὲ μή, οὐδεμίαν οὐδέποτε ἁρμονίαν ἀποδείξουσιν· οὕτως ἐν τῷ βίῳ ξυνέντας τὸ βέλτιστον καὶ τοῦτο ἀποδείξαντας πέρας πρὸς τοῦτο τἄλλα ποιεῖν
破格句(anacoluthon)结构。句首的非人称动词 χρὴ(“应当”)在紧接着的 ὥσπερ 从句中转接了直陈式动词和主格分词(καταστήσαντες ... ἁρμόζονται),直到后半部分的 οὕτως 处才回归到由 χρὴ 所支配的宾格不定式结构(ξυνέντας ... ἀποδείξαντας ... ποιεῖν)。在逻辑上表达一种对照类比:正如调琴须先定准基音,人生亦当确立至善为准绳而行事。
