← 金嘴狄翁

演说集

§66.1-66.5

追逐名望的愚蠢与城邦虚荣的空洞

演说者阐述了追逐声名与荣耀的愚蠢,指出人们竟为了城邦所设的冠冕、传呼等毫无实利的虚荣而倾家荡产甚至丧命。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§66.1

Εἰσί τινες, οἳ τοὺς μὲν φιλαργύρους ἢ φιλόψους ἢ οἰνόφλυγας ἢ περὶ γυναῖκας ἢ παῖδας ἐπτοημένους ἀσώτους ἀποκαλοῦσι καὶ δυστυχεῖς, καὶ τούτων ἕκαστον ἡγοῦνται τὸ μέγιστον ὄνειδος, τοὺς δὲ φιλοτίμους καὶ φιλοδόξους τοὐναντίον ἐπαινοῦσιν, ὡς λαμπρούς· ὥστε καὶ αὐτὸς ἕκαστος ὀψοφαγῶν μὲν ἢ πίνων ἢ ἐρῶν τινος αἰσχύνεται καὶ περιστέλλει τὴν ἀκρασίαν, δοξοκοπῶν δὲ καὶ φιλοτιμούμενος οὐδένα ἀνθρώπων βούλεται λανθάνειν, ἀλλὰ ἐν τῷ μέσῳ ταῦτα ποιεῖ.

有些人把贪恋钱财、嗜好珍馐、沉湎于酒或痴迷于妇人与少年的人称为败家子和不幸者,并将其中每一种都视为奇耻大辱;相反,他们却把追求名利与声望的人赞颂为杰出之辈。结果,每个人自己在贪食、饮酒或热恋时都会感到羞耻,并掩饰自己的放纵;但在沽名钓誉、追逐名利时,却不愿向任何人隐瞒,反而公然在大众面前做这些事。

§66.2

τῶν γὰρ πολλῶν ἕκαστος εὐφημεῖ τὴν τοιαύτην νόσον, λυσιτελεῖν ἡγούμενος αὑτῷ. καὶ δημοσίᾳ σχεδὸν αἱ πόλεις ἅπασαι δελέατα ἐξευρήκασι παντοῖα τοῖς ἀνοήτοις, στεφάνους καὶ προεδρίας καὶ κηρύγματα. τοιγαροῦν ἤδη τινὰς τούτων ἐπιθυμοῦντας ἀθλίους καὶ πένητας ἀπέδειξαν, οὐδὲν ὀρέγοντες μέγα οὐδὲ θαυμαστόν, ἀλλ’ ἐνίους ἀπὸ θαλλοῦ περιάγοντες, ὥσπερ τὰ πρόβατα, ἢ στέφανόν τινα ἢ ταινίαν ἐπιβάλλοντες. οὐκοῦν ὁ τοιοῦτος, ἐξὸν αὐτῷ1 μυρίους, εἰ ἐθέλοι, στεφάνους προῖκα ἔχειν, οὐ μόνον ἐλαίας ἢ δρυός, ἀλλὰ καὶ κιττοῦ καὶ μυρρίνης, πολλάκις τὴν οἰκίαν ἀπέδοτο καὶ τὰ χωρία, καὶ μετὰ ταῦτα περιέρχεται πεινῶν καὶ φαῦλον τριβώνιον ἔχων. ἀλλὰ κηρύττεται, φησίν, ὑπὸ τῶν πολιτῶν.

因为大众中的每个人都称赞这种病症,以为它对自己有利。在公事上,几乎所有的城邦都为愚蠢之徒发明了各种各样的诱饵:冠冕、前排坐席以及传呼赞颂。因此,城邦已经使某些渴望这些事物的人变得凄惨和贫困,城邦并未提供任何伟大或令人惊叹之物,反而是用嫩枝牵着某些人四处走动,宛如牵引羊群,或者给他们戴上某种冠冕或飘带。因此,这样的人原本只要愿意,哪怕不要分文也可以拥有无数的冠冕,不仅有橄榄枝或橡树叶的,还有常春藤与香桃木的,却往往卖掉房产和田地,此后便饥肠辘辘、身披粗陋的破斗篷四处游荡。 有人会说:“但他受到了公民们的传呼赞颂啊。”

§66.3

ὥσπερ ἀπολωλὸς ἀνδράποδον. οὐκοῦν εἰκότως χρῶνται πρὸς τὰς χειροτονίας τῷ τῆς ἐλαίας θαλλῷ διὰ τὸ φύσει πικρὸν ὑπάρχειν.

正如同一个走失的奴隶一样!因此,他们在投票推选时使用橄榄嫩枝是极合情理的,因为它天性苦涩。

§66.4

τοσαύτη δ’ ἐστὶν ἡ τοῦ τύφου δύναμις ὥστε παρὰ μὲν τῶν βαφέων ἀγοράσεις δυοῖν μνῶν ἢ τριῶν καλὴν πορφύραν· δημοσίᾳ δ’ εἰ ἐθέλοις, πολλῶν πάνυ ταλάντων ὤνιος.2 καὶ τὰς μὲν ἐκ τῆς ἀγορᾶς ταινίας ὀλίγων δραχμῶν, τὰς δὲ ἐκ τῆς ἐκκλησίας πολλάκις ἁπάσης τῆς οὐσίας. καὶ τοὺς μὲν ἐπὶ τῆς ἀγορᾶς κηρυττομένους ἀθλίους πάντες νομίζουσι, τοὺς δ’ ἐν τῷ θεάτρῳ μακαρίους· καὶ τούτους μὲν κηρύττεσθαί φασιν, ἐκείνους δὲ ἀποκηρύττεσθαι, δῆλον ὅτι παρὰ μίαν συλλαβὴν γιγνομένης τῆς διαφορᾶς.3

虚荣的力量是如此巨大,以至于从染匠那里你用两三米纳就能买到一件上好的紫袍;但如果你想在公家那里得到它,就得花费许多塔兰同来购买。市集上的飘带只需几德拉克马,民会所赐的飘带却往往要耗费全部家产。人们都认为在市集上被传呼的人是凄惨的,而在剧场里被传呼的人是幸福的;他们称后者是被“赞颂传呼”,而前者是被“拍卖传呼”,显然这一差别仅仅在于一个音节之差。

§66.5

οὕτω δὲ πάνυ τῶν ἀνθρώπων κατεφρόνησαν οἱ πρότερον καὶ τὴν εὐήθειαν αὐτῶν συνεῖδον ὥστε ὑπὲρ τῶν μεγίστων πόνων καὶ πληγῶν φύλλα προύθεσαν. ἀλλ’ ὅμως εἰσὶν οἱ χάριν τούτων ἀποθνῄσκειν αἱρούμενοι. τῶν δὲ αἰγῶν οὐκ ἂν οὐδεμία κατακρημνίσειεν αὑτὴν κοτίνου χάριν, καὶ ταῦτα παρούσης ἑτέρας νομῆς.4 καίτοι ταῖς μὲν αἰξὶν οὐκ ἀηδὴς ὁ κότινος, ἄνθρωπος δὲ οὐκ ἂν φάγοι. καὶ τὴν μὲν ἐξ Ἰσθμοῦ πίτυν, οὐδὲν οὖσαν τῶν ἄλλων χλωροτέραν, μετὰ πολλοῦ πόνου καὶ κακῶν ἀναιροῦνται, πολλάκις ἀργύριον πολὺ διδόντες· καὶ ταῦτα τοῦ φυτοῦ μηδεμίαν ὠφέλειαν ἔχοντος· οὔτε γὰρ σκιὰν ποιεῖν οὔτε καρπὸν φέρειν δύναται τό τε φύλλον δριμὺ καὶ καπνῶδες· τῆς δ’ ἐκ Μεγάρων πίτυος οὐδεὶς ἐπιστρέφεται. κἂν μὲν ἕτερός τις μὴ κατεαγὼς τὴν κεφαλὴν διαδήσηται, καταγελᾶται· τοῖς δὲ βασιλεῦσι πρέπειν δοκεῖ καὶ πολλαὶ μυριάδες τεθνήκασιν ὑπὲρ τούτου τοῦ ῥάκους.

古人是如此彻底地蔑视人类并看穿了他们的愚蠢,以至于为最艰巨的劳苦和重创设下的奖赏仅仅是树叶。然而,依然有人为了这些树叶而选择赴死。但是,山羊中决没有哪一只会为了野橄榄而跳下悬崖,况且当时还有其他牧草可供食用。而且对山羊来说野橄榄并不难吃,人却根本咽不下去。至于科林斯地峡的松树,并不比其他松树更为苍翠,人们却付出巨大的劳苦与折磨去夺取它,往往还花费重金;更何况这种植物毫无益处:既不能遮荫,也不能结果,松针辛辣而多烟气;而对于墨加拉的松树,却无人理睬。再者,如果有别的人在头没有负伤的情况下把头巾系上,就会遭到嘲笑;但戴在君王头上却被视为合宜,并且有成千上万的人为了这块破布而丧生。

语法注4 条
  1. 66.2ἐξὸν αὐτῷ

    非人称动词 ἔξεστι 的中性单数宾格分词,构成宾格绝对独立结构,表达让步含义:“尽管对他而言原本是可能的/被允许的”。

  2. 66.4πολλῶν πάνυ ταλάντων ὤνιος

    形容词 ὤνιος(“可买到的、出售的”)与表示价格的属格 πολλῶν πάνυ ταλάντων 搭配构成的表语表达,此处省略了主语(πορφύρα)和系动词 ἐστίν。

  3. 66.4παρὰ μίαν συλλαβὴν γιγνομένης τῆς διαφορᾶς

    介词 παρά 接宾格表示差距的幅度或标准(“相差/由于单一音节”)。此处揭示了剧场里的传呼赞颂(κηρύττεσθαι)与市集上拍卖奴隶的传呼(ἀποκηρύττεσθαι)之间仅仅差了前缀 ἀπο-(严格来说是两个音节)。

  4. 66.5καὶ ταῦτα παρούσης ἑτέρας νομῆς

    习语 καὶ ταῦτα(“而且、况且是在……的情况下”)后接属格绝对独立结构 παρούσης ἑτέρας νομῆς,用以强调对主句内容的让步或附加情境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:66.1-66.5