- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:65.8-65.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出,恶人得享富贵并非由于命运盲目无别,而是命运在借机揭露人性的卑劣本相;唯有将身外之物转化为美德与人心,财富方能安如磐石。此外他断言,若无明哲与理智相伴,人便绝非真正拥有命运之赐,顺境反而会成为招致凶险与祸患的渊薮。
φασὶ πολλοὶ τὴν τύχην ἄκριτον εἶναι καὶ πονηροῖς ἀνθρώποις προσμένειν, τῶν χρηστῶν δὲ ἀμελεῖν, ὅταν ὁρῶσι τοὺς ἠξιωμένους τῶν παρ’ ἐκείνης ἀγαθῶν βαρεῖς ὄντας καὶ δυσχρήστους καὶ ἀγεννεῖς. δοκεῖ δέ μοι ἡ τύχη πρὸς αὐτοὺς δίκαια ἂν εἰπεῖν ὅτι φύσει φιλάνθρωπος οὖσα ἀεί τισι πάρεστιν ἡμῶν, οὐχ αἱρουμένη τοὺς ἀξίους οὐδὲ τοὺς πονηρούς, ἀεὶ δὲ οἵοις ἂν αὐτοῖς παραγένηται, τοιούτους αὐτοὺς ὄντας ἐξελέγχεσθαι.1 δεῖν οὖν τὴν αὑτῶν αἰτιᾶσθαι φύσιν, μὴ τὴν ἐκείνης, ὅτι τοιοῦτοι καθεστήκασιν, ὥστε ὁ μὲν ἐνδεῶς ἔτι πράττων ἄξιος εἶναι δοκεῖ βέλτιον ἀπαλλάττειν, ὅτῳ δ’ ἂν ὑπάρξῃ τὰ παρ’ αὐτῆς ἀγαθά, εὐθὺς μοχθηρὸς πέφηνεν. ἔστι γὰρ ὅμοιον ὥσπερ εἴ τις, ἀγγείων πολλῶν ὄντων, μηδενὸς δὲ ὑγιοῦς, τὸν εἰς αὐτὰ ἐγχέοντα ψέγοι βλέπων ῥέον ἀεὶ τὸ πληρούμενον. εἴποι γὰρ ἄν, Ἀλλ’ ἔστι πάντα τοιαῦτα· ἕως δ’ ἂν ᾖ κενά, λανθάνει.
世间多数人,每当看到那些蒙受命运所赐福分之人横暴、难缠且下贱时,便声称命运毫无判断力,总是依附恶人,而怠慢善人。然而在我看来,命运完全可以公正地对他们辩白说:自己生性仁爱,故而始终与我们之中的某些人同在,她既不特意选拔配得之人,亦不特意眷顾邪恶之徒,而无论降临于何等样人身上,总是将他们原有的本性揭露无遗;因此,对于自身竟是这等货色,他们应当归咎于自身的本性,而非命运的本性,以致那尚且困顿之人看似配得更好的境遇,可一旦命运所赐之物临到其身,便立时暴露出其卑劣本相。因为这恰如在器皿众多、却无一完好无损之时,有人看到注满之物不断外溢流淌,便去责备那往器皿中倒水之人。倒水者大可说道:“然而所有器皿皆是如此;只要它们尚属空空,这一破绽便不为人知。”
θαυμάζω πῶς ποτε οἱ πολλοὶ τὴν τύχην φασὶν ἐπικίνδυνον εἶναι καὶ μηδὲν τῶν παρ’ αὐτῆς ὑπάρχειν βέβαιον. ἐκείνη γὰρ ἐπειδάν τινι δῷ τὰ παρ’ αὑτῆς ἀγαθά ʽταῦτα δ’ ἐστὶ χρήματα, ἰσχύς, δόξα, τιμαἴ τούτοις οὐδένα κωλύει χρῆσθαι κατὰ τρόπον καὶ νὴ Δία γε εἰς τἀσφαλὲς αὑτοῖς κατατίθεσθαι, λέγω δὲ οὐκ εἰς τὴν οἰκίαν ἔνδον οὐδ’ εἰς τὸ ταμιεῖον οὐδὲ κλεῖς ἐφιστάντας καὶ μοχλούς ʽοὐ φυλάττεται γὰρ ὑπὸ τούτων οὐδὲν τῶν παρ’ αὐτῆσ̓ ἀλλ’ εἰς εὔνοιαν ἀνθρώπων, πατρίδος εὐεργεσίαν, φίλων βοήθειαν.
我颇感诧异,众人究竟因何声称命运充满凶险、且凡出自她手之物无一稳固。因为每当她将自身的美善之物(即财富、权势、名望、尊荣)赐予某人时,她绝未阻拦任何人合理地使用它们,并且凭宙斯起誓,绝未阻拦人们将其妥善储存于安全之地;而我所说的安全之地,并非屋内,亦非库房之中,更非加设锁钥与门闩(因为出自她手之物绝非由这些东西所能守护),而是储存于众人的好意、对祖国的恩惠以及对朋友的扶助之中。
οὐκοῦν οὐδέποτε οὐδὲν ἀφείλετο ἡ τύχη τοὺς γε ἅπαξ κτησαμένους τῶν οὕτως ἀποκειμένων. οὗτοι γάρ εἰσι θησαυροὶ βέβαιοι καὶ πᾶσι φανεροὶ τῶν αὐτομάτως περιγιγνομένων. ἐὰν δέ τις λαβὼν ῥίψῃ ἢ καὶ νὴ Δία κακῶς θῇ, θύραις καὶ κλεισὶ πιστεύων, οὐκέτ’ οἶμαι δι’ ἐκείνην ἀπόλλυνται.
因此,对于那些曾将所获之物如此储存起来的人,命运绝不曾夺去过丝毫。因为这些才是安置那些自发而得之物的稳固且对众人显而易见之宝库。然而,若有人在领受之后将其挥霍,或者凭宙斯起誓,因轻信门户与锁钥而将其作了恶劣的处置,那么我认为,它们的丧失便不再是因命运之故了。
σφόδρα δὲ καὶ τοῦτο ἄτοπον· πρὸς γὰρ τῷ πολλὰ βλασφημεῖν διὰ λόγων κατὰ τῆς τύχης ἔτι καὶ πλάσται καὶ γραφεῖς αὐτὴν λοιδοροῦσιν, οἱ μὲν ὡς μαινομένην καὶ διαρρίπτουσαν γράφοντες, οἱ δὲ ἐπὶ σφαίρας βεβηκυῖαν, ὡς οὐκ ἀσφαλῶς οὐδὲ ἀκινδύνως ἐρηρεισμένην, δέον ἡμᾶς αὐτοὺς τοιούτους πλάττειν καὶ γράφειν2 τοὺς ἐμπλήκτως καὶ κακῶς πᾶσι χρωμένους καὶ μὰ Δία γε οὐκ ἐπὶ σφαίρας, ἀλλ̓ ἐπ’ ἀνοίας ἑστηκότας, καὶ μὴ μάτην τῇ τύχῃ μέμφεσθαι.
此外,还有一事极为荒谬:除了在言辞上对命运横加毁谤之外,雕塑家与画家们更对她极尽侮辱,有人将她描绘成发狂且四处乱掷之状,有人则将她描绘成伫立于球体之上,仿佛她的立足点既不稳固亦不安稳——然而理当被如此雕塑与描绘的,本是我们这些行事鲁莽且恶劣地对待一切之人,并且凭宙斯起誓,我们并非立于球体之上,而是立于愚昧之上,绝不当徒然怨尤命运。
περὶ πάντων μέν, ὡς εἰπεῖν, οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ὀρθῶς ὑπολαμβάνουσι, μάλιστα δὲ τὴν ὑπὲρ τῆς τύχης δόξαν ψευδῆ καὶ πεπλανημένην ἔχουσιν. φασὶ γὰρ αὐτὴν διδόναι μὲν τοῖς ἀνθρώποις τἀγαθά, ῥᾳδίως δὲ ἀφαιρεῖσθαι· καὶ διὰ τοῦτο ὡς ἄπιστον βλασφημοῦσι καὶ φθονεράν. ἐγὼ δὲ οὐ διδόναι φημὶ τὴν τύχην τούτων οὐδέν, ὧν οἱ πολλοὶ νομίζουσιν.
世间多数人对于几乎一切事物皆缺乏正确的认知,而关于命运的看法,他们尤其抱持着虚妄与谬误。因为他们声称命运虽将美善之物赐予人类,却又轻易将其剥夺;正因如此,他们毁谤命运,斥其不可信赖且心怀嫉妒。但我却断言,世人所认定的那些美善之物,命运实际上一样也未曾赐予。
ᾧ γὰρ κύριος ἕκαστος γίγνεται τῶν ὑπαρχόντων3 καὶ δι’ οὗ μόνου κεκτῆσθαι τἀγαθὰ ἀσφαλῶς ἔστιν, οὐ δίδωσιν αὐτοῖς μετὰ τῶν χρημάτων καὶ τῆς δόξης καὶ τῆς δυνάμεως. τοῦτο δέ ἐστιν οὗ χωρὶς οὐκ ἔστιν οὐδὲ τῶν ἄλλων ἔχειν οὐδέν, οἴεσθαι μέντοι καὶ ἀπατᾶσθαι. καθάπερ οὖν οὐδὲ ἡμεῖς, ὅταν εἰς τὴν οἰκίαν τινὰ εἰσαγάγωμεν ἢ τὸ χωρίον ἢ σκεύη τινὰ παράσχωμεν, εὐθὺς κύριον ἐκείνων τοῦτον ἀπεδείξαμεν, ἂν μὴ προσῇ τὸ μετὰ ἀσφαλείας τινὸς καὶ γράμματος, οὕτω καὶ ἡ τύχη κύριον οὐδένα ποιεῖ τῶν ὑφ’ αὑτῆς διδομένων, ἐὰν μὴ προσῇ τὸ μετὰ νοῦ καὶ φρονήσεως τινὰ λαμβάνειν.
因为每一个人赖以成为所有物之主宰、且唯凭其方能安全保有各样美善之物的那样事物,命运并未连同财富、名望与权势一并赐予他们。而缺少了此物,人便不可能切实占有任何其他事物,而仅仅是自以为占有并受其欺瞒。正如我们自己一样,每当我们将某人领入宅邸、田庄,或提供某些器具时,只要未曾附带某种安全保障与文书凭据,便绝不会立时使此人成为其真正的主人;命运同样绝不使任何人真正成为其所赐之物的主人,除非此人是以理智与明哲来领受它们。
οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων εἰώθασιν εὐδαιμονίζειν εὐθὺς οἷς ἂν ὁρῶσι τὰ παρὰ τῆς τύχης ὑπάρχοντα, ὥσπερ τοῖς πλέουσι συνήδονται πνεῦμα ὁρῶντες ἐπέχον, οὐκ εἰδότες οὔτ’ εἰ φορὸν αὐτοῖς τοῦτό ἐστιν οὔτ’ εἰ κυβερνήτην ἔχουσιν ἔμπειρον. ἐγὼ δ᾽ οἶμαι τότε δεῖν μακαρίους κρίνειν τοὺς ἐν ἀφθόνοις ὄντας τοῖς παρὰ τῆς τύχης, ὅταν αὐτοῖς καὶ τὸ φρονεῖν παρῇ. καθ’ αὑτὰ γὰρ ταῦτα δηλονότι εἰ τοῖς ἀνοήτοις γένοιτο κινδύνου καὶ δυστυχίας αἴτια.
世间多数人素来见有人享有命运所赐之物,便立时向其祝贺福祉,正如同人们看到起风便为航海之人欣喜,却既不知此风对其是否顺遂,亦不知其是否配有经验老道的舵手。然而我认为,唯有在明哲亦伴随他们左右之时,方可将那些安享命运丰盛恩赐之人判定为真正有福者。因为显而易见,这些事物本身若落入愚蠢之人手中,便将成为危险与厄运的祸根。
- 65.8ἀεὶ δὲ οἵοις ἂν αὐτοῖς παραγένηται, τοιούτους αὐτοὺς ὄντας ἐξελέγχεσθαι
间接引语结构。句意承接前文 ὅτι 所引导的从句(ὅτι φύσει φιλάνθρωπος οὖσα... πάρεστιν),随后句式转入由 δίκαια ἂν εἰπεῖν 支配的带不定式结构(ἐξελέγχεσθαι,被动态)。不定式的对格代词(逻辑主语)为 αὐτούς,意为“无论命运降临于何等样人身上,总是将他们现有的真实本性(τοιούτους ὄντας)揭露无遗”。
- 65.12δέον ἡμᾶς αὐτοὺς τοιούτους πλάττειν καὶ γράφειν
由非人称动词 δεῖ 的中性单数分词 δέον 构成的对格绝对独立结构(accusative absolute)。表达转折或对照含义(“而理当将我们自身雕塑并描绘成如此这般……”),与后文连用的否定短语 καὶ μὴ μάτην τῇ τύχῃ μέμφεσθαι 相呼应,从语法上强调应当归咎的本是人类自身而非命运。
- 65.14ᾧ γὰρ κύριος ἕκαστος γίγνεται τῶν ὑπαρχόντων
前置的关系从句,关系代词 ᾧ 内含先行词。主句动词 οὐ δίδωσιν 的直接宾语(即明哲、理智)在此被后置,并在下一句中通过 τοῦτο δέ ἐστιν οὗ χωρὶς... 加以承接与明示。与格 ᾧ 作方式或工具与格使用,意为“每个人赖以成为其现有之物真正主宰的凭借”。
