- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:66.6-66.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引神话中因贪恋虚荣而致家族毁灭的悲剧,论证相较于贪食、好色和酗酒等欲望,追逐大众声名需要耗费无休止的钱财与精力去取悦民众,因而是一种更为痛苦且令人彻夜难眠的病态。
ὅτι μὲν γὰρ διὰ χρυσοῦν πρόβατον ἀνάστατον συνέβη γενέσθαι τηλικαύτην οἰκίαν τὴν Πέλοπος οἱ τραγῳδοί φασιν. καὶ κατεκόπη μὲν τὰ τοῦ Θυέστου τέκνα, τῇ Πελοπίᾳ δὲ ὁ πατὴρ ἐμίχθη καὶ τὸν Αἴγισθον ἔσπειρεν· οὗτος δ’ ἀπέκτεινε μὲν μετὰ τῆς Κλυταιμνήστρας τὸν Ἀγαμέμνονα τὸν ποιμένα τῶν Ἀχαιῶν, κἀκείνην Ὀρέστης ὁ υἱός, καὶ τοῦτο ποιήσας εὐθὺς ἐμαίνετο. τούτοις δὲ οὐκ ἄξιον ἀπιστεῖν, ἃ γέγραπται μὲν οὐχ ὑπὸ τῶν τυχόντων ἀνδρῶν, Εὐριπίδου καὶ Σοφοκλέους, λέγεται δὲ ἐν μέσοις τοῖς θεάτροις· ἔτι δὲ ἰδεῖν ἔστιν ἑτέραν οἰκίαν συντριβεῖσαν πλουσιωτέραν ἐκείνης διὰ γλῶτταν καὶ νὴ Δία ἑτέραν κινδυνεύουσαν.
因为悲剧诗人们说,正是由于一只金羊,佩洛普斯那样庞大的家族竟遭灭顶之灾。塞厄斯特斯的孩子们被屠戮碎尸,父亲与佩洛庇亚乱伦而生下了埃癸斯托斯;后者又与克吕泰涅斯特拉一同杀害了阿开奥斯人的牧者阿伽门农,而儿子奥瑞斯忒斯杀死了母亲,做完这事后随即陷入癫狂。这些事情是不该不信的,因为写下它们的并非等闲之辈,而是欧里庇得斯与索福克勒斯,并且在剧场中央公开展演;此外,人们还能看到另一个比那家更为富有的家族因口舌而分崩离析,凭宙斯起誓,还有一家正处于险境之中。
τοιούτων δὲ τῶν κατὰ τὴν δόξαν ὄντων καὶ μυρίων ἄλλων ἀτοπωτέρων πῶς οὐχὶ τῷ παντὶ δυσχερέστερος1 ὁ πρὸς ταύτην κεχηνὼς τοῦ πρὸς ἄλλ’ ὁτιοῦν ἐπτοημένου; τὸν φίλοψον εἷς ἰχθὺς ἀποπίμπλησι καὶ οὐδεὶς ἂν αὐτὸν κωλύσειεν ἥδεσθαι τῶν ἐχθρῶν· ὁμοίως ὁ πρὸς παῖδας ἀθλίως ἔχων, ἐὰν εἰς ὡραῖον ἐμπέσῃ, τοῦτον ἕνα ὄντα θεραπεύει, καὶ πολλάκις μικροῦ κατειργάσατο. τὸν οἰνόφλυγα ἓν Θάσιον κατέπλησε, καὶ πιὼν Ἐνδυμίωνος ἥδιον2 καθεύδει· τῷ δοξοκόπῳ δὲ οὐκ ἂν εἷς ἐπαινῶν ἐξαρκέσειεν, ἀλλ’ οὐδὲ χίλιοι πολλάκις.
既然关乎虚名之事是这般情形,且还有无数更为荒谬的怪事,那么张着嘴渴求名声的人,岂不是无论在哪方面都远比那些痴迷于其他任何事物的人更为艰难棘手吗?一条鱼便能让嗜食珍馐者饱足,并且他的仇敌中绝无一人能阻止他享乐;同样,神魂颠倒于少年的不幸之徒,若遇上一位正值妙龄的美少年,也只需奉承这单独一人,且往往花费甚微便能如愿。一壶萨索斯美酒便能让酒鬼心满意足,饮罢睡得比恩狄弥翁还要甘美;然而对沽名钓誉之徒而言,一位赞颂者绝不会令他满足,往往即便一千人也远远不够。
ὅτι μὲν γὰρ ῥᾷόν ἐστι μεταχειρίσασθαι τὸ χαλεπώτατον μειράκιον τοῦ μετριωτάτου δήμου τίς οὐκ ἂν φήσειεν; ὅσῳ μέντοι προχωρεῖ τὸ τῆς δόξης ἐπὶ πλέον, τοσούτῳ μᾶλλον οὐκ ἔστιν ὕπνου λαχεῖν· ἀλλ’ ὥσπερ οἱ φρενιτίζοντες, ἀεὶ μετέωρος οὗτος καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν. ʽνὴ Δἴ, ἀλλ’ ἐκείνους ἰδεῖν ἔστιν3 περὶ τὸν οἶνον καὶ τὰς ἑταίρας καὶ τὰ ὀπτανεῖἀ τῷ τοιούτῳ δὲ οὐκ ἀνάγκη πολὺ μὲν ὄψον ἀγοράζειν, πολὺν δὲ οἶνον; αὐλητὰς δὲ καὶ μίμους καὶ κιθαριστὰς καὶ θαυματοποιοὺς συνακτέον, ἔτι δὲ πύκτας καὶ παγκρατιαστὰς καὶ παλαιστὰς καὶ δρομεῖς καὶ τὸ τοιοῦτον ἔθνος, εἴ γε μὴ μέλλει φαύλως μηδὲ ἀγεννῶς ἑστιάσειν τὸ πλῆθος.
因为谁会不说,对付一个最难伺候的年轻小伙,要比对付一个最为温和克制的民众群体容易得多呢?然而,对虚名的追求越是进一步扩展,便越是无法获得睡眠;相反,正如狂乱的疯人一样,此人不论昼夜始终心神不宁。“凭宙斯起誓,”有人会说,“但我们可以看到那些人成天流连于美酒、名妓和厨房周围啊!”可是对于追逐虚名的人来说,难道不同样必须购买大量的精美菜肴与大量的酒浆吗?若不想寒酸而卑贱地宴请大众,就必须召集笛师、滑稽剧演员、齐特拉琴师和杂耍艺人,此外还要召集拳击手、混斗手、摔跤手、奔跑者以及诸如此类的一整群人。
τοιοῦτος μὲν γὰρ οὐδεὶς πώποτε τῶν ὀψοφάγων γέγονεν, ὅστις ἐπεθύμησε λέοντος ἀγρίου ἢ ταύρων ἑκατόν· οἱ δὲ τοῖς πολλοῖς ἀρέσκειν ἐθέλοντες οὐ μόνον τούτων ἐπιθυμοῦσιν, ἀλλ’ ὅσων οὐδὲ εἰπεῖν ἔστιν. οὐ γὰρ ὀλίγοις λίνοις, φασίν, ἢ δυσὶν ἢ τρισὶν ἑταίραις οὐδὲ δέκα Λεσβίσι θηρεύεται δόξα καὶ δῆμος ὅλος εἰς πειθὼ καὶ φιλίαν ἄγεται, μυρίων ἀντιπραττόντων· ἀλλὰ ἀνάγκη πόλεως ἀκολασίαν ἔχειν καὶ φιλῳδὸν καὶ φιλοχορευτὴν καὶ φιλοπότην καὶ ὀψοφάγον εἶναι καὶ πάντα δὴ τὰ τοιαῦτα μὴ ὡς ἕνα ἄνδρα, ἀλλὰ μυρίους ἢ δὶς μυρίους ἢ δεκάκις, ἡλίκης ἄν ποτε ἐραστὴς ᾖ πόλεως. ἀ εὶ δ’ ἂν παρὰ τῷ τοιούτῳ καταλάβοις4 αὐλῶν συρίγγων τ’ ἐνοπὴν ὅμαδόν τ’ ἀνθρώπων. παρὰ δὲ πλήθουσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δ’ ἐκ κρητήρων οἰνοχόοι φορέουσι. κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ ἤματα, νύκτας δ’ αὖτε παρ’ αἰδοίῃς ἀλόχοισιν οὐδέποθ’ εὕδουσιν, οὐδ’ ἂν πάνυ πολλοὺς ὑποστορέσωνται τάπητας.
因为在嗜食珍馐者当中,从未有人曾想要一头狂暴的雄狮或一百头公牛;而那些企图取悦大众的人,不仅想要这些,还想要多得难以尽述的东西。正如俗话所说,名声并非凭借几张捕网、两三个名妓、哪怕十个莱斯博斯女人就能猎获的,在成千上万人横加作梗的情况下,整个城邦的民众也绝不能就此被引向顺从与友善;相反,他必须拥有一整座城邦的放荡,成为嗜歌者、嗜舞者、嗜饮者和饕餮者,并且绝不是作为单独一人,而是必须作为一万人、两万人或十万人来具备所有这些习性,完全取决于他所恋慕的城邦究竟有多么庞大。在这等人的处所,你总能听到笛声与排箫的轰鸣以及人群的喧嚣。其旁摆满面包与肉食的几案,斟酒人从调酒缸中汲取美酒四处递送。弥漫着油烟的厅堂终日回荡着庭院的喧嚣,而到了夜晚,在端庄的元配身旁,他们却永远无法安睡,哪怕在身下铺垫再多的厚毯。
ὥστε τούς γε φιλόπαιδας καὶ σφόδρα οἶμαι μακαρίζειν αὑτοὺς τοῖς φιλοδόξοις παραβάλλοντας, ὅταν αὐτοὶ μὲν ὄρτυγας ζητῶσιν ἢ ἀλεκτρυόνα ἢ ἀηδόνιον, τοῖς δὲ ὁρῶσιν ἀνάγκην οὖσαν Ἀμοιβέα ἢ Πῶλον ζητεῖν ἢ τῶν Ὀλυμπίασι νενικηκότων τινὰ πέντε μισθοῦσθαι ταλάντων. καὶ αὐτοὶ μὲν ἕνα τὸν παιδαγωγὸν ἢ τὸν ἀκόλουθον ἐγάστρισαν· οἱ δὲ ἂν μὴ τοὐλάχιστον ἑκατὸν τῆς ἡμέρας πολυτελῶς ἑστιάσωσιν οὐδὲν αὐτοῖς ὄφελος. τοῖς μὲν οὖν κάμνουσιν ἡσυχίας προνοοῦσιν οἱ θεραπεύοντες, ὅπως καθεύδωσι· τοῖς δὲ δοξοκόποις, ὅταν ἡσυχίας τυγχάνωσι, τότε μάλιστα ὕπνος οὐκ ἔπεισιν.
因此我认为,痴迷少年的人若将自己与沽名钓誉者相比,必定会深感自己庆幸:因为当他们自己不过是在寻觅鹌鹑、雄鸡或夜莺时,却看到那些人必须寻觅阿莫伊贝乌斯或波洛斯,或是花费五个塔兰同去雇佣奥林匹亚赛会的获胜者。前者只需填饱一个家庭教师或扈从的肚子,而后者若不每天至少奢华地宴请一百人,便对自己毫无益处。因此,照料病人的人会设法提供宁静以便他们安睡;但对沽名钓誉者而言,每当他们获得宁静之时,恰恰正是睡眠绝不会降临之际。
- 66.7τῷ παντὶ δυσχερέστερος
与格 τῷ παντί 用作修饰比较级形容词 δυσχερέστερος 的“程度与格”或“差额与格”(dative of degree of difference),意为“在各方面/远远更为困难”。
- 66.7Ἐνδυμίωνος ἥδιον
属格 Ἐνδυμίωνος 是由比较级副词 ἥδιον 所支配的“比较属格”(genitive of comparison),借用神话中长眠的恩狄弥翁之典故,意为“比恩狄弥翁睡得还要香甜”。
- 66.8ʽνὴ Δἴ, ἀλλ’ ἐκείνους ἰδεῖν ἔστιν
此为先发制人引入假想论敌反驳的修辞惯用语(预辩法,occupatio / hypophora)。先提出“那些沉湎享乐者终日围着美酒和名妓转”的异议,继而在后文中反驳指出追求名声者必须为大众置办规模远甚于此的声色排场。
- 66.9ἀεὶ δ’ ἂν παρὰ τῷ τοιούτῳ καταλάβοις
带有 ἄν 的希求法(καταλάβοις)表示潜在语气(potential optative),意为“在这样的人处所,人们总能遇上……”。接下来的词句(παρὰ δὲ πλήθουσι...)仿效了荷马史诗关于宴席描写的语体与句式(如《奥德赛》卷九、《伊利亚特》卷十),具有戏仿色彩。
