← 金嘴狄翁

演说集

§65.1-65.7

顺境者的狂妄与命运流转的正当性

演说者指出,沉溺于顺境之人的狂妄反倒证明了命运流转的合理性;正是人性的卑劣迫使命运不断变易,因而世人对命运的指摘全然是不公的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§65.1

Οἱ σφόδρα τῇ τύχῃ πεπιστευκότες καὶ τῇ παρουσίᾳ ταύτης ἐπαιρόμενοι δοκοῦσί μοι κάλλιστα συνηγορεῖν αὐτῇ καὶ παρασκευάζειν ὅπως ἐπειδὰν μεταπέσῃ, μηδεὶς αὐτῇ μέμφηται.1 τοὐναντίον γὰρ ἅπαντες τῇ βαρύτητι τῶν εὐτυχούντων δυσχεραίνοντες καὶ τὴν ὕβριν αὐτῶν μεμισηκότες ὅταν καταλίπῃ τινὰ αὐτῶν, ἐπαινοῦσι καί φασι δικαίαν αὐτοῖς γεγονέναι τὴν μεταβολήν. δεῖ δὲ τοὺς νοῦν ἔχοντας οὕτως χρῆσθαι τοῖς αὐτομάτοις ἀγαθοῖς ὥστε ὑπαρχόντων μὲν αὐτῶν μηδένα ἐγκαλεῖν, ἐὰν δὲ παύσηταί ποτε, μηδένα ἐφήδεσθαι.

那些过分笃信命运、并因她的降临而趾高气扬的人,在我看来,反倒是为她作了最好的辩护,并作好了一切安排,以致每当命运逆转之时,无人会去指责她。因为恰恰相反,众人厌弃顺境者的跋扈,憎恶他们的狂妄,每当命运抛弃他们中的某一人时,人们便赞美命运,并声称降临在他们身上的变故是公正的。明智之人应当如此使用这些自发而来的福分,使得在拥有它们之时无人怨尤,而一旦它们离去之时,亦无人幸灾乐祸。

§65.2

τῷ παντὶ2 γὰρ κρεῖττόν ἐστιν ἐνδεῶς πράττοντα ἀγαπᾶσθαι καὶ δοκεῖν πᾶσι παρὰ τὴν ἀξίαν ἀπαλλάττειν ἢ τοὐναντίον εὐτυχοῦντα μισεῖσθαι καὶ προσέτι καὶ τῇ τύχῃ γίγνεσθαι βλασφημίας αἴτιον, ὡς τοὺς πονηροὺς ἀντὶ τῶν χρηστῶν εὐεργετεῖν προαιρουμένῃ. οἱ μὲν οὖν πολλοὶ τῶν ἀνθρώπων τοὺς βαρέως χρωμένους τοῖς ἐκ τῆς τύχης ὑπάρχουσι πονηροὺς μὲν εἶναί φασι καὶ τῶν ἀγαθῶν ἀναξίους, οὐ μὴν ἀτυχεῖς γε εἰώθασι λέγειν· ἐμοὶ δὲ τοὐναντίον οὗτοι δοκοῦσι πάντων ἀτυχέστατοι καθεστηκέναι.

因为困顿之中受人爱戴、且在众人眼中显得境遇低于其应得之分,比起相反地处于顺境却招致怨恨、甚至成为使命运蒙受谤议的缘由——仿佛她偏偏选择施惠于恶人而非善人一般——要断然好得多。世间多数人虽然声称,那些横暴地使用命运所赐之物的人乃是卑劣之徒、不配得享福分,却素来不会称他们为不幸之人;然而在我看来,这些人反倒是所有人中最为不幸的。

§65.3

τὸ γὰρ ἐκ τῶν νομιζομένων ἀγαθῶν μηδενὸς χρηστοῦ, βλασφημίας δὲ καὶ μίσους ἀπολαύειν3 πρὸς τῷ τὴν αὑτοῦ κακίαν γνωριμωτέραν πᾶσι ποιεῖν, πῶς οὐχὶ μεγάλη καὶ φανερὰ δυστυχία; διόπερ οἶμαι τοῖς ἀνοήτοις λυσιτελεῖ τῷ παντὶ μᾶλλον ἐνδεῶς πράττειν καὶ μήτε ἐξουσίας μήτε πλούτου μήτε τῶν τοιούτων μηδενὸς τυγχάνειν. ταπεινοὶ μὲν γὰρ ὄντες λανθάνειν τοὺς πολλοὺς ἔμελλον, ὁποῖοι κατὰ τρόπον ὑπάρχουσιν, ἀρθέντες δὲ ὑπὸ τῆς τύχης ἐπίσημον τὴν πονηρίαν ἔσχον.

因为从被公认为美善的事物中毫无任何益处可享,反倒招致谤议与仇恨,更有甚者,还使自身的恶劣在众人面前更加显露无遗,这怎能不是莫大而显然的厄运?因此我认为,对于愚蠢之人而言,落入困顿、未得权柄、财富及诸如此类之物,断然更有裨益。因为若居于卑微之位,他们秉性究竟如何本来不会为大众所觉察;然而一旦被命运拔擢,他们便使自身的恶劣变得显赫昭彰。

§65.4

ὥσπερ οὖν τοῖς τὸ σῶμα φαύλως διακειμένοις βέλτιον καθ’ αὑτοὺς ἀποδύεσθαι καὶ μηδέποτε εἰς τὸ κοινόν, ὅπως μηδένα ἔχωσι τῆς περὶ τοῦτο αἰσχύνης μάρτυρα· τὸν αὐτὸν οἶμαι τρόπον, οἷς συμβέβηκε τὴν ψυχὴν ἀγεννῆ καὶ μοχθηρὰν ὑπάρχειν, λυσιτελὲς ἂν εἴη δήπου ἐν ἀγνοίᾳ τοῦ βίου καὶ σκότει τῆς τύχης διατελεῖν. — ἀδίκως μοι δοκοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων τῆς τύχης κατηγορεῖν, ὡς οὐδὲν ἐχούσης βέβαιον οὐδὲ πιστόν, ἀλλὰ ταχὺ δὴ μάλα, οἷς ἂν παρῇ, τούτους καταλειπούσης καὶ μεθισταμένης πρὸς ἑτέρους.

正如体魄羸弱鄙陋之人,最好独自脱去衣裳,而绝不可置身公众之中,以免有人目睹这一羞耻;我认为依同样的方式,凡灵魂卑劣下贱之人,在不为人知的人生境遇与命运的阴影中终其一生,定然是有益的。——世间多数人对命运的指摘在我看来乃是不公的,声称她毫无稳固与可靠可言,反倒极迅速地抛弃那些蒙她同在之人,转投他人之处。

§65.5

εἰ μὲν γὰρ καλῶς ἦν ἰδεῖν χρωμένους ὡς τὸ πολὺ τοῖς παρ’ αὐτῆς ἀγαθοῖς τοὺς λαμβάνοντας καὶ μὴ τοὐναντίον εὐθὺς ὕβρεως καὶ μισανθρωπίας καὶ θρασύτητος ἐμπιμπλαμένους, οὐκ ἂν ὀρθῶς ἐποίει μὴ τοῖς αὐτοῖς παραμένουσα· νῦν δὲ οἶμαι προαιρεῖται μὲν εὐεργετεῖν ἕκαστον ὡς χρηστὸν καὶ τῶν παρ’ αὐτῆς δωρεῶν ἄξιον, ἐπειδὰν δὲ φαῦλον αἴσθηται καὶ ταπεινόν, καταισχύνοντα τὴν εὔνοιαν τὴν παρ’ αὐτῆς, εἰκότως ἀφίσταται καὶ ζητεῖ πάλιν ἄλλον, ἐὰν ἄρα ἐπιεικέστερον εὑρεῖν δύνηται.

因为倘若大体能够看到,领受之人妥善使用从她而来的美善,而非相反地立时充斥着狂妄、厌世与鲁莽,那么她若不长久驻留于同一些人身边,确非正当之举;然而在眼下,我认为她固然出于自愿施惠于每一个人,视其为善人且配得她所赐之物,可一旦察觉其人卑劣鄙俗、玷污了从她而来的善意,她理所当然地离去,转而重新寻觅他人,看是否能觅得更明理之人。

§65.6

πονηρῶν δὲ τῶν πλείστων ὑπαρχόντων καὶ τῆς ἀνθρωπίνης φύσεως σπανίως τινὰ φερούσης ἐπιτήδειον εὖ πράττειν, ἐξ ἀνάγκης συνεχεῖς ποιεῖται τὰς μεταβολάς, πολὺ δὲ μᾶλλον διὰ τὴν ἡμετέραν ἢ τὴν αὑτῆς φύσιν. ἔστι δὲ ἄτοπον, εἴ τις4 αὐτὸς μὲν οὐ δύναται φέρειν ἐνίους τῶν εὐτυχούντων, ἀλλὰ μικρὸν χρόνον ὁμιλήσας ἀφίσταται, καὶ μᾶλλον αἱρεῖται τὴν αὑτοῦ πενίαν ὅπως ἂν ἐνδέχηται φέρειν ἢ φορτικῶν καὶ ἀνοήτων ἀνέχεσθαι τρόπων· τὴν δὲ τύχην, θεὸν οὖσαν, ἀξιοῖ τοῖς αὐτοῖς τούτοις συζῆν ἄχρι παντὸς καὶ πολλάκις ὑβριζομένην ὕβρεις δεινὰς παραμένειν ἀνδραπόδῳ μηδενὸς ἀξίῳ.

由于大多数人皆属卑劣,而人性极少能产出适宜于安享顺境之人,因此她必然作出不断的变迁,这更多是出于我们自身的本性,而非出于她的本性。而且,若有人自身无法忍受某些顺境之人,仅与之结交片刻便抽身离去,且宁愿尽可能忍受自身的贫困,也不愿容忍粗俗愚蠢的举止,却要求命运——尽管她是一位神祇——始终与这些同样的人共处,且在屡遭可怕的凌辱之际仍长留于毫无价值的奴仆之侧,这岂非荒谬至极?

§65.7

παρὰ γὰρ τῶν πλουσίων εἰς μὲν τοὺς συμβιοῦντας ἀνθρώπους ἡ ὕβρις ἐστὶ λοιδορία, προπηλακισμός, κατάγελως, τὸ πληγῆναι πολλάκις, εἰς δὲ τὴν τύχην αὐτὴν ὑπερηφανία, βαρύτης, μικρολογία. — ἀδικώτατά μοι δοκοῦσιν ἐγκαλεῖν οἱ πολλοὶ τῇ τύχῃ. νῦν μὲν γὰρ αὐτὴν αἰτιῶνται, φάσκοντες ἄπιστον εἶναι καὶ μηδὲν ἔχειν βέβαιον. εἰ δ᾽ ἀεὶ τοῖς αὐτοῖς παρέμενεν, οὐκ ἔστιν ὅπως οὐχὶ τῷ παντὶ μείζονος καὶ δικαιοτέρας ἐτύγχανε κατηγορίας. ὅπου γὰρ νῦν ὁρᾶτε τοὺς εὖ πράττοντας οὕτως ὄντας πονηροὺς καὶ βαρεῖς, καὶ ταῦτα τοῦ μέλλοντος ὑπάρχοντος ἀδήλου, πόσης ἂν οἴεσθε αὐτοὺς ὑπερηφανίας καὶ σκαιότητος εἶναι μεστούς, εἰ καθόλου μὴ τὴν ἐλπίδα τῆς μεταβολῆς ὑφεωρῶντο;5

因为富人施诸同伴之人的狂妄,乃是辱骂、践踏、嘲讽与〔使他们〕屡遭痛击;而施诸命运自身的狂妄,则是倨傲、跋扈与小肚鸡肠。——众人对命运的非难在我看来最为不公。因为眼下他们固然归咎于她,声称她不可信赖且无稳固之物;然而假若她始终驻留于同一些人身边,她势必招致断然更为巨大且更为公正的控诉。因为在未来的前景尚不明朗的眼下,你们尚且看到顺境者如此卑劣跋扈,那么你们试想,假使他们对变迁的可能性全然未存疑惧,他们又将被何等程度的傲慢与横暴所充斥呢?

语法注5 条
  1. 65.1παρασκευάζειν ὅπως ἐπειδὰν μεταπέσῃ, μηδεὶς αὐτῇ μέμφηται

    动词 παρασκευάζειν 支配由 ὅπως 引出的努力/目的从句,从句谓语为虚拟式 μηδεὶς ... μέμφηται。其间插入了带有虚拟式的时间从句 ἐπειδὰν μεταπέσῃ,修饰该从句的动作条件。

  2. 65.2τῷ παντὶ

    修饰比较级 κρεῖττόν 的“程度与格/差额与格”(dative of measure of difference),习惯用法,意为“断然”、“完全地”。

  3. 65.3τὸ γὰρ ἐκ τῶν νομιζομένων ἀγαθῶν μηδενὸς χρηστοῦ, βλασφημίας δὲ καὶ μίσους ἀπολαύειν

    带冠词的不定式短语 τὸ ... ἀπολαύειν 构成全句的主语,句末的 πῶς οὐχὶ μεγάλη καὶ φανερὰ δυστυχία; 为述部。动词 ἀπολαύειν 支配属格(μηδενὸς χρηστοῦ 与 βλασφημίας δὲ καὶ μίσους),本义为“享受”,此处反讽地表示“蒙受(恶名、怨恨等不良后果)”。

  4. 65.6ἔστι δὲ ἄτοπον, εἴ τις

    非人称结构 ἔστι δὲ ἄτοπον 后接条件从句 εἴ τις ...。在希腊语中,表达荒谬、奇怪或愤怒的情感评价形容词(如 ἄτοπον, θαυμαστόν 等)常接 εἴ 从句而非 ὅτι 从句,在句中充当实质上的主语从句。

  5. 65.7πόσης ἂν οἴεσθε αὐτοὺς ὑπερηφανίας καὶ σκαιότητος εἶναι μεστούς, εἰ καθόλου μὴ τὴν ἐλπίδα τῆς μεταβολῆς ὑφεωρῶντο;

    助词 ἄν 在语法上修饰不定式 εἶναι,与插入的 οἴεσθε(直陈式现在时)构成间接引语中的与现在事实相反的虚拟归结句。条件从句为 εἰ ... ὑφεωρῶντο(动词 ὑφοράω 的未完成过去式中动,意为“猜忌、戒惧”),整句结构为“假使他们未曾戒惧,你们认为他们又会被何等的狂妄所充满呢”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:65.1-65.7