- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:64.21-64.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者历数亚历山大大帝、继业者诸王以及历代英雄如何受制于命运,指出人间大事委于抽签与际遇的必然性,并将人生比作命运变幻莫测的游行巡礼。
τρωθεὶς γοῦν πρὸς τοὺς φίλους, Ἀλλὰ τοῦτό γε οὐκ ἰχώρ ἐστιν, ἔφη, τὸ ῥέον, ἀλλὰ αἷμα ἀληθινόν. ἀποθνῄσκων δὲ καὶ πάνυ ὡμολόγησε μεγάλην τινὰ οὖσαν καὶ ἀνίκητον ὡς ἀληθῶς τὴν τύχην. ἐκεῖνος γοῦν ὁ ἐκφυγὼν καὶ τὸ Θηβαίων ὁπλιτικὸν καὶ τὸ Θεσσαλῶν ἱππικὸν καὶ τοὺς ἀκοντιστὰς Αἰτωλοὺς καὶ τοὺς μαχαιροφόρους Θρᾷκας καὶ τοὺς μαχίμους Πέρσας καὶ τὸ τῶν ἀμάχων Μήδων γένος καὶ ὄρη μεγάλα καὶ ποταμοὺς καὶ κρημνοὺς ἀνυπερβάτους καὶ Δαρεῖον καὶ Πῶρον καὶ πολλὰ ἄλλα ἐθνῶν καὶ βασιλέων ὀνόματα, ἐν Βαβυλῶνι ἄνευ μάχης καὶ τραυμάτων ὁ στρατιώτης ἔθνῃσκε.
正因如此,他负伤时便对友人们说道:“看哪,这流淌出来的并非神液,而是货真价实的血。”及至临终之际,他亦全然承认了命运确实是某种广大且无可战胜之物。那位逃脱了底比斯重装步兵、色萨利骑兵、埃托利亚标枪兵、持剑色雷斯人、善战波斯人、不可战胜的玛代部族,逃脱了崇山峻岭、大川、不可逾越的悬崖绝壁,以及大流士、波鲁斯和其他许多邦国与君王名号的勇士,竟在巴比伦未历交锋、未添创伤地死去了。
τί δὲ δεῖ λέγειν τοὺς διαδεξαμένους τὴν βασιλείαν ἢ τοὺς ἐπ’ ἐκείνοις γενομένους καὶ τὰ ἀλαζονικὰ αὐτῶν ὀνόματα, κεραυνοὺς καὶ πολιορκητὰς καὶ ἀετοὺς καὶ θεούς; ὧν τὸν μὲν ὁ θάνατος ἤλεγξεν· ὁ δὲ ὑψηλοτέραν εὗρε τὴν τύχην, καίτοι πεζὴν δοκῶν·1 ὁ δὲ πολιορκητὴς Δημήτριος αἰχμάλωτος γενόμενος ἐξ οἴνου καὶ μέθης ἀτίμως ἀπέθανεν, ὑπὸ τῆς τύχης πολιορκούμενος. τί οὖν οἱ τύραννοι μέγα φρονοῦσιν ἐπὶ τοῖς τείχεσι; τί δὲ Ἀμφίων ᾅδει; τί δὲ Δηιόκης πονεῖ; τί δὲ Σεμίραμις οἰκοδομεῖ; τί δὲ ὁ Ἀπόλλων μισθαρνεῖ; τί δὲ μετὰ τοῦ λέοντος Μήλης τὸ τεῖχος περιέρχεται; κρατήσει γὰρ Μήδων Κῦρος καὶ Βαβυλωνίων Ζώπυρος καὶ Σάρδεων Μάρδος καὶ Τροίας ὁ ἵππος.
又何须提及继承王统之人,或后起之秀,以及他们那傲慢的名号——“霹雳”、“攻城者”、“雄鹰”与“神祇”?在这些人中,死亡揭露了其中一人的虚妄;另一人虽将命运视作卑伏之物,却发觉她高于自身;而“攻城者”德米特里沦为俘虏之后,在被命运包围之中,因沉溺醇酒烂醉而屈辱地死去。那么,僭主们为何还要因城垣而不可一世?为何安菲翁要引吭高歌,德约克斯要辛苦操劳,塞米拉米斯要修筑营建,阿波罗要受雇作工,梅勒斯要携狮环行城垣?因为居鲁士终将克服玛代人,佐皮鲁斯克服巴比伦人,马尔杜斯克服萨底斯,而木马亦将克服特洛伊。
μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ τὸ ὅλον, εἶπέ τις, ἡ τύχη. αὕτη καὶ Πίνδαρον εὗρεν ἐκκείμενον ἐν Βοιωτίᾳ καὶ Τήλεφον ἐν Ἀρκαδίᾳ καὶ τοὺς βασιλεῖς Ῥωμαίων ἐν Ἰταλίᾳ· καὶ τῷ μὲν ἔπεμψε μελίττας, τοῖς δὲ ποιμένας, Τηλέφῳ δὲ ἔλαφον, Κύρῳ δὲ ἢ κύνα ἢ γυναῖκα. Εὐμένης ἦν ἁμαξέως υἱός, ἀλλ’ ὅμως βασιλεὺς ἐγένετο, Ἡρακλῆς Ἀλεξάνδρου παῖς, ἀλλ’ οὐκ ἐβασίλευσεν· ἄταφος γοῦν Ὀλυμπιάδι ἐκομίσθη, καὶ πενθήσασα αὐτὸν καὶ αὐτὴ ἐτελεύτησεν ἡ μήτηρ τοῦ θεοῦ.
正如有人所言:“命运乃是巨大的制衡,抑或竟是一切。”正是她寻到了被遗弃于维奥蒂亚的品达、阿卡迪亚的忒勒福斯,以及意大利的罗马诸王;她为一人遣去蜜蜂,为另一些人遣去牧人,为忒勒福斯遣去牝鹿,为居鲁士遣去母犬或妇人。欧迈尼斯虽是车夫之子,却终究登基称王;赫拉克勒斯虽是亚历山大之子,却未能执掌权柄;其遗体竟未得安葬便被送至奥林匹亚丝处,而在哀悼他之后,这位神祇之母自身亦撒手人寰。
Δαρείου δὲ ἡ μήτηρ καὶ Ἀλέξανδρον προσεκύνησε καὶ τὸ ἀτιμότερον Ἡφαιστίωνα. τί δὲ ὁ Λιβύων βασιλεύς; οὐ πεντακοσίας μὲν πόλεις Ῥωμαίων ἐπόρθησεν; ἐπάρας δὲ τὸν χιτῶνα τὸν αὑτοῦ τοῖς πολίταις ἔδειξε Ῥωμαϊκῶν σφραγίδων ἀνάπλεων, ὧν ἑκάστην εἶχεν ἀπὸ πολεμίων σκῦλον ὑπ̓ αὐτοῦ πεφονευμένων; ταῦτα δὲ πάντα δράσας ἀτίμως ἀπέθανε, μάτην πολλὰ φιλονικήσας πρὸς τὴν τύχην.
大流士之母曾向亚历山大行俯伏之礼,且更失体统地向赫菲斯提翁俯首。那么利比亚人之王又当如何?他岂非劫掠了罗马人的五百座城邑?他岂非曾掀起自身的长袍,向城邦公民展示其上盛满了罗马印戒——每一枚皆是他亲手斩杀的敌人的战利品?然而做下这一切之后,他与命运徒劳争衡良久,最终却不光彩地死去。
διόπερ μοι δοκοῦσιν οἱ ἄνθρωποι τὰ μεγάλα πάντα τῶν πραγμάτων ἐπιτρέπειν τῇ τύχῃ, κληρωτὰς τὰς ἀρχὰς καὶ στρατηγίας ποιούμενοι·2 καὶ ἀδελφοὶ κτῆσιν αὑτῶν οὕτως διανέμονται. ἔδει δὲ ἄρα καὶ τὸν Πολυνείκην, εἴπερ καλῶς ἐβουλεύετο, κλήρῳ πρὸς τὸν ἀδελφὸν περὶ τῆς βασιλείας λαχεῖν· νυνὶ δὲ αὐτός τε ἀπέθανε καὶ τὸν ἀδελφὸν προσαπώλεσεν, ἡλικίᾳ τὸ πρᾶγμα ἐπιτρέψας, οὐ τύχῃ.3
因此在我看来,人们正是将一切重大事务托付予命运,使职司与将领之位皆凭抽签而定;弟兄之间亦是这般析分产业。波吕尼克斯若真曾明智考量,本亦应当就王权与兄弟抓阄决断;然而实情却是,他将大事托付于年齿长幼而非命运,致使自身丧命,亦连带灭绝了手足兄弟。
κλήρῳ νῦν πεπάλαχθε διαμπερές, ὅς κε λάχῃσιν. οὗτος γάρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς· καὶ ὤνησε λαχών· ὁ δὲ Ἕκτωρ ἡττήθη γνώμῃ πιστεύσας, οὐ τύχῃ. δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει. θησαυροὶ μὲν εἰς ἀνθρώπους οὗτοι παρὰ θεοῖς· ταμιεύει δὲ αὐτῶν πρὸς τὸ ἐπιβάλλον ἡ τύχη καὶ ῥήτορι καὶ στρατηγῷ καὶ πένητι καὶ πλουσίῳ καὶ πρεσβύτῃ καὶ νέῳ.
“如今当通通摇阄,看谁抽中;因他定能造福胫甲坚固的阿开奥斯人。”那抽中者确乎施加了助益;然而赫克托尔信赖己意而非命运,终遭败绩。“因在宙斯的地面上卧置着两口大瓮。”此乃诸神之处留与人类的宝藏;而命运则按各人应得之分,从中配给于修辞家与将领、贫者与富室、老者与青年。
Κροίσῳ δίδωσι χρυσόν, Κανδαύλῃ γυναῖκα, Πηλεῖ ξίφος, Νέστορι ἀσπίδα, Πτερέλᾳ κόμην χρυσῆν, Νίσῳ πλόκαμον πορφυροῦν, Ἀλκιβιάδῃ κάλλος, Σωκράτει φρόνησιν, Ἀριστείδῃ δικαιοσύνην, Λακεδαιμονίοις γῆν, Ἀθηναίοις θάλατταν. εἶτα ἐν μέρει τούτων μὲν ἀφείλετο, ἄλλοις δὲ ἔδωκεν.4 καὶ οὐδέν μοι δοκεῖ ὁ βίος τῶν ἀνθρώπων πομπῆς διαφέρειν ἐν ταῖς ἡμερησίαις μεταβολαῖς.
她赐克罗伊斯以黄金,赐坎道勒斯以娇妻,赐珀琉斯以佩剑,赐涅斯托尔以巨盾,赐珀忒瑞拉奥斯以金发,赐尼索斯以紫绺发,赐阿尔西比亚德以容颜,赐苏格拉底以哲思,赐阿里斯泰德斯以正义,赐拉栖代梦人以陆地,赐雅典人以沧海。随后又逐次从这些人处夺走,转赠他人。在我看来,在诸般日复一日的变迁之中,人生与仪典行进并无二致。
- 64.22ὧν τὸν μὲν ὁ θάνατος ἤλεγξεν· ὁ δὲ ὑψηλοτέραν εὗρε τὴν τύχην, καίτοι πεζὴν δοκῶν·
关系代词属格 ὧν 是指代前述诸王的部分属格。随后的分句在格位上出现了不对称的转换:τὸν μὲν 为受格宾语(主语为 ὁ θάνατος),而 ὁ δὲ 则转为主格主语。阴性单数宾格形容词 πεζήν 充当宾语补足语修饰 τὴν τύχην,意为“尽管将命运视作伏地卑微之物”。
- 64.25κληρωτὰς τὰς ἀρχὰς καὶ στρατηγίας ποιούμενοι
分词 ποιούμενοι 构成的双重宾格结构:带有定冠词的 τὰς ἀρχὰς καὶ στρατηγίας 为直接宾语,无冠词的形容词 κληρωτάς 为述语宾格(宾语补足语),意为“使各项职司与将领之位成为由抽签决定的”。
- 64.25ἡλικίᾳ τὸ πρᾶγμα ἐπιτρέψας, οὐ τύχῃ
ἡλικίᾳ 与 τύχῃ 皆是由分词 ἐπιτρέψας 支配的间接宾语与格。此处的 ἡλικία(年龄)指代长幼顺序或长子继承权,与依凭 τύχη(命运/抽签)的裁决形成对立。
- 64.27ἐν μέρει τούτων μὲν ἀφείλετο, ἄλλοις δὲ ἔδωκεν
ἀφείλετο 支配表被夺对象的分离属格 τούτων(“从这些人处夺走”),与其相对的 ἔδωκεν 则支配与格 ἄλλοις。τούτων 为阳性复数,指代前文列举的受赐者。ἐν μέρει 为副词短语,意为“轮流地”或“依序”。
