- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:64.8-64.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐明命运以诸神及诸般概念的繁多名称受到指称,并引欧里庇得斯与波塞冬之例论证命运至高的护佑之力。随后,他追述了命运如何引导听众的先祖历经优卑亚迁居至现今之地,并宣称自己绝不愿以任何他乡的生活来换取此地。
ὠνόμασται δὲ ἡ τύχη καὶ πολλοῖς τισιν ἐν ἀνθρώποις ὀνόμασι, τὸ μὲν ἴσον αὐτῆς νέμεσις,1 τὸ δὲ ἄδηλον ἐλπίς, τὸ δὲ ἀναγκαῖον μοῖρα, τὸ δὲ δίκαιον θέμις, πολυώνυμός τις ὡς ἀληθῶς θεὸς καὶ πολύτροπος. ταύτῃ ἐπέθεσαν καὶ γεωργοὶ Δήμητρος ὄνομα καὶ ποιμένες Πανὸς καὶ ναῦται Λευκοθέας καὶ κυβερνῆται Διοσκόρων. ῥεῖα δ’ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει, ῥεῖα δέ τ’ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει.
命运在凡人之中亦被赋予了诸多名称:其公平的一面为涅墨西斯,难测的一面为希望,必然的一面为摩伊拉,公正的一面为忒弥斯,委实是一位拥有众多名称且变化多端的神祇。农夫将德墨忒尔之名赋予她,牧人赋予潘神之名,水手赋予琉科忒亚之名,舵手则赋予狄奥斯库洛伊之名:“她轻而易举使显赫者衰微、使晦暗者昌盛,轻而易举使弯曲者挺直、使傲慢者枯槁。”
τοῦτο ἄρα ἦν ὁ Ζεύς, κατέχων μὲν ἐπὶ τῆς δεξιᾶς τὸ ὅπλον, ἐπὶ δὲ τῆς ἀριστερᾶς τὸ σκῆπτρον, ὅτι τοῖς πολεμικοῖς τῶν ἀνθρώπων καὶ βασιλείαν δίδωσιν. εἶτα Εὐριπίδης τὸν ναύτην μέμφεται ἀωρὶ πόντου κύματ̓ εὐρέος περῶντα· καὶ διὰ τῶν ἑξῆς ἐπιτιμᾷ λέγων ὅτι, σμικραῖς ἐπιτρέπουσιν αὑτοὺς ἐλπίσιν.
这便是那执掌右手的武器与左手的权杖的宙斯,因他将王权亦赐予凡人中勇于征战者。然而欧里庇得斯却责备那“不合时宜地横渡辽阔大海之波涛”的水手,并在接下来的诗行中斥责道: “他们将自身托付给微茫的希望。”
ὦ παῖ Μνησαρχίδου, ποιητὴς μὲν ἦσθα, σοφὸς δὲ οὐδαμῶς. οὔτε γὰρ πίττῃ τὴν ψυχὴν οὔτε σχοινίοις ἐπιτρέπουσιν οὔτε τριδάκτυλον αὐτοὺς σῴζει ξύλον πεύκινον, ἀλλ’ ἐπέτρεψαν βεβαίῳ καὶ μεγάλῳ πράγματι τῇ τύχῃ. ἀσθενὲς μὲν πλοῦτος, ἂν τύχη μὴ παρῇ, ἀβέβαιον δὲ φιλία, μὴ συλλαμβανούσης τύχης. αὕτη σῴζει καὶ τὸν νοσοῦντα ἐν τῷ τέλει καὶ τὸν νηχόμενον ἐν τῇ θαλάσσῃ καὶ τὸν Ἀγαμέμνονα ἐπὶ τῶν χιλίων νεῶν καὶ τὸν Ὀδυσσέα ἐπὶ τῆς σχεδίας φερόμενον.
啊,谟涅萨耳基得斯之子,你诚然是位诗人,却绝非智者。因为他们既非将性命托付给沥青,亦非托付给绳索,拯救他们的亦非三指之厚的松木板,而是将自身托付给了一个稳固而伟大的依靠,那便是命运。若无命运在场,财富便脆弱无力;若无命运相助,友谊亦飘摇不定。正是她在弥留之际拯救病患,在汪洋之中拯救泅渡之人,护佑统领千艘战船的阿伽门农,亦护佑乘着木筏漂流的奥德修斯。
τί δέδοικας, ὦ δειλέ; τὸ μῆκος τῆς θαλάττης φοβῇ; ὄψεται μέν σε ὁ Ποσειδῶν καὶ παρακαλέσει τοὺς ἀνέμους καὶ τὴν τρίαιναν λήψεται καὶ πάσας ὀροθυνεῖ τὰς ἀέλλας, οὐκ ἀποκτενεῖ δὲ σέ. ἡ τύχη γὰρ οὐ βούλεται. οὕτως νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον, εἰσόκεν ἀνθρώποισι διοτρεφέεσσι μιγείης.
怯懦之人啊,你究竟因何恐惧?你畏惧这大洋的无垠吗?波塞冬固然会看见你,召集诸风,手执三叉戟,掀起一切狂风巨浪,却绝不会杀死你。因为命运不欲如此:“如今你且饱受诸般苦难在海上漂泊吧,直至你与蒙宙斯庇护的人们相遇。”
θεοῦ λόγος ὑπὸ τύχης νενικημένου. αὕτη καὶ τὸ τῶν ὑμετέρων προγόνων ἀρχαῖον γένος, τῶν αὐτοχθόνων καὶ πρώτων Ἀθηναίων, μητέρα μὲν τὴν γῆν αὐχοῦντας,2 τροφὸν δὲ τὴν Δήμητρα, ἐπώνυμον δὲ καὶ σύμμαχον τὴν Ἀθηνᾶν, τὸ μὲν πρῶτον τῶν Ἀθηνῶν εἰς Εὔβοιαν ἐξήγαγεν· ὡς δ’ ἐκεῖ μένοντας αὐτοὺς οὔτε ἡ θάλασσα τέρπειν οὔτε ἡ γῆ τρέφειν ἐδύνατο, καὶ οὐδὲ τὸ αἰσχρὸν ἔφερον τοῦ πράγματος, ἀντ’ ἠπειρωτῶν νησιῶται γενόμενοι, δεύτερον ἡ τύχη κρεῖσσον ἐβουλεύσατο.
这是一位被命运所制服的神祇之言。命运亦将你们先祖的古老族系——那些自夸以大地为母、德墨忒尔为乳母、雅典娜为同名者与盟友的最初的土生雅典人——首先从雅典引出至优卑亚;但当他们留居彼处时,既无海洋能令其愉悦,亦无土地能令其维生,且他们亦无法忍受沦为岛民而失却大陆住民身份的耻辱,命运便作出了第二次、亦是更好的谋划。
σεμνὴ μὲν γὰρ Εὔβοια ὡς ἀληθῶς· ἀλλὰ τίς ὑμῶν φέρειν ἠδύνατο γῆν τραχεῖαν κατοικῶν καὶ θαλάσσῃ στενῇ παροικῶν καὶ πολλὰς ἀνεχόμενος τῶν πραγμάτων μεταβολάς, τῶν ἐν τῷ ῥεύματι γιγνομένων πλείονας; νῦν Βοιωτοὺς ἔδει φέρειν καὶ τὴν Θηβαίων ἀναισθησίαν, εἶτα Ἀθηναίους, οὐκέτι ὡς παισὶν ὑμῖν, ἀλλ’ ὡς δούλοις χρωμένους. διὰ τοῦτο ἀγαγοῦσα ἐνθάδε ἵδρυσε, τῇ ἑτέρᾳ μὲν τῶν χειρῶν μηχανωμένη τε τὸν πλοῦν καὶ κατιθύνουσα, τῇ δὲ τοὺς καρποὺς ἀφθόνως διδοῦσά τε καὶ δωρουμένη. τὴν μὲν οὖν τῶν λοιπῶν γνώμην εἰκάσαι χαλεπόν ἐστιν.
诚然,优卑亚是一方庄严之地;然而你们之中有谁能够忍受居于险峻之邦、紧邻狭隘之海,并承受比海峡水流之变迁更为纷繁的事态沉浮?彼时既不得不忍受波奥提亚人与底比斯人的愚顽迟钝,继而又不得不忍受雅典人,他们不再视你们为子嗣,而是视作奴隶。正因如此,命运将他们引至此地安居,以其一手筹谋引渡航程,以另一手丰饶地赐予并赠送果实。至于推测其余诸人的心意,固然实属不易。
ἐγὼ δέ, ὦ τύχη· πρὸς σὲ γὰρ δικαίως ἂν ἴσως ῥηθείη ὁ λόγος· εἴ μέ τις ὑψηλὸν ἄρας ἄγοι3 μετέωρον ἐπί τινων ἢ Πηγάσου νώτων ἢ Πέλοπος ἁρμάτων ὑποτείνων τὴν γῆν ἅπασαν καὶ τὰς πόλεις, οὐκ ἂν τὴν Λυδῶν ἑλοίμην τρυφὴν οὔτ’ εὐτέλειαν τὴν Ἀττικὴν οὔτε Κρότωνα· πένονται γάρ· οὔτε Σύβαριν, ὅτι οὐ πονοῦσιν, οὔτε Σκύθας, ὅτι οὐ γεωργοῦσιν, οὔτε Αἰγυπτίους, ὅτι ἄλλοις γεωργοῦσιν· καὶ Λιβύην, ὅθι τ’ ἄρνες ἄφαρ κεραοὶ τελέθουσιν·
但至于我,命运啊——因为向你陈词或许才是理所应当的——若有人将我高高托起,置于珀伽索斯之背或珀罗普斯的战车之上凌空飞驰,将整座大地与诸城邑展布于我脚下,我亦不愿选择吕底亚人的奢靡,不愿选择阿提卡的俭约,不愿选择克罗顿——因他们困苦贫瘠;亦不愿选择绪巴里斯,因他们不事劳作;不愿选择斯基泰人,因他们不习农耕;不愿选择埃及人,因他们尽为他人耕作;亦不愿选择利比亚,“彼处羊羔转瞬便生角”。
- 64.8τὸ μὲν ἴσον αὐτῆς νέμεσις
带冠词的中性单数形容词 τὸ ἴσον(“其公平的一面”)作主语,无冠词的名词 νέμεσις 作表语。后文的 τὸ δὲ ἄδηλον、τὸ δὲ ἀναγκαῖον 及 τὸ δὲ δίκαιον 皆承继这一相同的并列结构。αὐτῆς 为部分属格,作这些名词化形容词的定语。
- 64.12τῶν αὐτοχθόνων καὶ πρώτων Ἀθηναίων, μητέρα μὲν τὴν γῆν αὐχοῦντας
尽管前面的限定成分 τῶν αὐτοχθόνων καὶ πρώτων Ἀθηναίων 为属格,分词 αὐχοῦντας 却采用了宾格复数形式。此处理解为依据意义的一致(constructio ad sensum),即分词在逻辑上顺应了宾格先行词 τὸ ... γένος(“族系”)所包含的复数人群含义。
- 64.14ἐγὼ δέ, ὦ τύχη· πρὸς σὲ γὰρ δικαίως ἂν ἴσως ῥηθείη ὁ λόγος· εἴ μέ τις ὑψηλὸν ἄρας ἄγοι
句首的 ἐγὼ δέ 作为话题化的主格独立置于句首,在容纳了插入句(πρὸς σὲ γὰρ...)以及冗长的希求法条件从句(εἴ μέ τις... ἄγοι)之后,最终与主句动词 οὐκ ἂν ... ἑλοίμην(“我绝不会选择”)相呼应。全句的基本句法骨架为“ἐγὼ δὲ ... οὐκ ἂν ἑλοίμην”。
