- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:64.1-64.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出人们甚至将自身的过失与激情之祸尽数归咎于命运(如塞浦路斯立法者德莫娜萨的悲剧),并认为这种控告反证了命运的伟大权能;进而通过对命运神像手持船舵与丰饶果实的图象阐释,结合俄狄浦斯与坦塔罗斯的事例,为命运展开辩护。
Τὰ γιγνόμενα παρὰ τῶν ἀνθρώπων εἰς τὴν τύχην ἐγκλήματα μέγιστα ἂν ἔγωγε θείην ὑπὲρ αὐτῆς ἐγκώμια. τὰς γοῦν ἀδήλους τῶν πραγμάτων μεταβολὰς εἰς ταύτην ἀναφέρουσι, καὶ οἷς ἀπὸ γνώμης ἐπιχειρήσαντες διήμαρτον, τούτων ἀφῃρῆσθαι νομίζουσιν ὑπὸ τῆς τύχης,1 ὡς πάντα περιποιεῖν, εἰ θελήσαι, δυναμένης. ἀκούσαις δ’ ἂν αἰτιωμένων αὐτὴν καὶ γεωργῶν καὶ ἐμπόρων καὶ πλουσίων ἐπὶ τοῖς χρήμασι καὶ καλῶν ἐπὶ τοῖς σώμασι καὶ Πανθείας ἐπὶ τῷ ἀνδρὶ καὶ Κροίσου ἐπὶ τῷ παιδὶ καὶ Ἀστυάγους ἡττηθέντος καὶ Πολυκράτους ἑαλωκότος. καὶ Πέρσαι δὲ ἐμέμφοντο τὴν τύχην μετὰ τὴν Κύρου σφαγὴν καὶ Μακεδόνες μετὰ τὴν τελευτήν. Ἀλεξάνδρου ἤδη δέ τινα καὶ τῶν ἰδίων παθῶν τῇ τύχῃ προφέρουσιν, ἡ Μήδεια τὸν ἔρωτα, ὁ Μίδας τὴν εὐχήν, ἡ Φαίδρα τὴν διαβολήν, ὁ Ἀλκμαίων, ὅτι ἐπλανᾶτο, ὁ Ὀρέστης, ὅτι ἐμαίνετο. ἐρῶ δὲ ὑμῖν τινα καὶ Κύπριον λόγον, εἰ βούλεσθε. ἤνεγκεν ὁ παλαιὸς βίος καὶ ἐνδόξους γυναῖκας, Ῥοδογούνην πολεμικήν, Σεμίραμιν βασιλικήν, Σαπφὼ μουσικήν, Τιμάνδραν καλήν· οὕτω καὶ ἐν Κύπρῳ Δημώνασσα ἐγένετο, πολιτική τε ὁμοῦ γυνὴ καὶ νομοθετική.
依我之见,凡人对命运所作的控告,反倒可以视为归于她的最大赞辞。至少,人们将事态莫测的变迁归咎于她;对于那些虽经深思熟虑却仍告失败的企图,他们亦认为是被命运剥夺了成果,宛若只要命运愿意,她便能促成一切。你尽可听到农夫、商人,因钱财而抱怨的富人,因身段而抱怨的俊美者,因丈夫而抱怨的潘忒亚,因儿子而抱怨的克洛伊索斯,战败的阿斯提阿格斯,以及被俘的波利克拉特斯对她的指责。更有甚者,波斯人在居鲁士受戮之后归怨于命运,马其顿人在亚历山大离世之后亦复如是。如今,人们甚至将自身激情所致的祸患也推向命运:美狄亚怨其情爱,弥达斯怨其祈愿,淮德拉怨其诬谮,阿尔克迈翁怨其流亡,俄瑞斯忒斯怨其发狂。假若诸位愿意,我亦愿为诸位讲述一段塞浦路斯的轶闻。古代的生活亦曾孕育出威名赫赫的女子:骁勇善战的罗多古涅、尊贵如王的塞米拉米斯、精于琴瑟的萨福、容姿绝代的蒂曼德拉。同样,塞浦路斯亦出了德莫娜萨,她既长于政务,又工于立法。
τρεῖς ἔθηκεν αὕτη τοῖς Κυπρίοις νόμους· τὴν μοιχευθεῖσαν κειραμένην πορνεύεσθαι· θυγάτηρ αὐτῆς ἐμοιχεύθη καὶ τὴν κόμην ἀπεκείρατο κατὰ τὸν νόμον καὶ ἐπορνεύετο. τὸν αὑτὸν ἀποκτείναντα ἄταφον ῥίπτεσθαι· δεύτερος οὗτος Δημωνάσσης νόμος· τρίτος ὥστε μὴ ἀποκτεῖναι βοῦν ἀρότριον. δυοῖν δὲ αὐτῇ παίδων ἀρρένων ὄντων, ὁ μὲν ἐπὶ τῷ βοῦν ἀποκτεῖναι ἀπέθανε· τὸν δὲ αὑτὸν ἀποκτείναντα οὐκ ἔθαψεν.
她为塞浦路斯人制定了三条法令:通奸之妇当被剪去头发沦为妓女;她的女儿犯了通奸之罪,便依律剃去头发沦为妓女。自尽者当被抛尸荒野、不得安葬;这是德莫娜萨的第二条法令。第三条则是不得杀害耕牛。她育有二子:一人因杀牛而被处死,而对自尽的另一人,她未予安葬。
ἡ δὲ τέως μὲν ἐκαρτέρει καὶ ἄπαις οὖσα καὶ νομοθετοῦσα, ἰδοῦσα δὲ βοῦν ἐπὶ μόσχῳ ἀπολλυμένῳ μυκωμένην καὶ τὴν ἑαυτῆς ἐν ἄλλῳ συμφορὰν γνωρίσασα, τήξασα χαλκὸν εἰς αὐτὸν ἥλατο. καὶ ἦν ἐκεῖ πύργος ἀρχαῖος ἀνδριάντα χάλκεον ἔχων, χαλκῷ ἐντετηκότα καὶ πρὸς ἀσφάλειαν τοῦ ἱδρύματος καὶ πρὸς μίμημα τοῦ διηγήματος· ἐπιγραφὴ δὲ ἐπί τινος στήλης πλησίον, σοφὴ μὲν ἤμην, ἀλλὰ πάντ’ οὐκ εὐτυχής.
起初,她虽已丧子,仍坚忍地制定法令;然而,当她看见一头母牛为垂死之牛犊悲鸣哀哞,在异类身上省察到自身的灾厄,便熔化了青铜跃入其中。彼处曾有一座古塔,其上立有铜像,为使基座稳固并重现这段史事,特以青铜熔铸相连;近旁的一块石碑上则刻有铭文:我虽明哲,然终非全福之人。
φέρε οὖν μὴ ἐρήμην ἡ τύχη ἁλισκέσθω2 μηδὲ φοβώμεθα τὸν τῶν κατηγορούντων θόρυβον. ἴσως γὰρ ἄν τι ἡμῖν πρὸς τὸ εἰπεῖν εὖ καὶ αὐτὴ συλλάβοι. δοκοῦσιν οἱ τεχνῖται τῷ τρόπῳ τῆς κατασκευῆς τὴν δύναμιν αὐτῆς δεδηλωκέναι. πρῶτον μὲν γὰρ ἕστηκεν ἑτοίμη πρὸς τὰ ἔργα, εἶτα τῇ μὲν δεξιᾷ χειρὶ πηδάλιον κατέχει, καί, ὡς ἂν εἴποι τις, ναυτίλλεται. τί δὲ ἄρα τοῦτο ἦν; πότερον ὡς μάλιστα τῶν πλεόντων τῆς τύχης δεομένων, ἢ διότι τὸν βίον ἡμῶν ὥς τινα μεγάλην ναῦν κυβερνᾷ καὶ πάντας σῴζει τοὺς ἐμπλέοντας; Ἀσσυρίους μέχρι τῆς Σαρδαναπάλλου τρυφῆς, Μήδους μέχρι τῆς Κύρου τροφῆς, Πέρσας μέχρι τῆς διαβάσεως, Ἀθηναίους μέχρι τῆς ἁλώσεως, Κροῖσον μέχρι Σόλωνος;
来吧,莫让命运在缺席审判中被定罪,亦莫要畏惧控告者的喧嚣。因为或许命运本身亦会助我们善为辩护。工匠们似乎通过造像的形制彰明了她的权能。首先,她伫立着,随时准备行事;继而,她右手执舵,可谓是在行舟引渡。这究竟意指为何?是因为航海者最需要命运,还是因为她宛若驾驶巨轮般操持着我们的人生,并护佑着一切登舟之人?正如她护佑亚述人直至萨达那帕鲁斯的奢靡,护佑米底人直至居鲁士的抚育兴起,护佑波斯人直至那次横渡,护佑雅典人直至城陷,护佑克洛伊索斯直至遇见梭伦。
ἦν Οἰδίπους τὸ πρῶτον εὐτυχὴς ἀνήρ. ἡ τύχη γὰρ αὐτῷ τὸ μηδὲν παθεῖν παραποιησαμένη τὸ ἀγνοεῖν ἔδωκεν,3 ὅπερ ὅμοιον ἦν τῷ μὴ παθεῖν. εἶτα ἅμα τῆς εὐτυχίας ἐπαύσατο καὶ τοῦ γιγνώσκειν ἤρξατο. ἐγὼ δὲ καὶ τὴν ἐκείνου πήρωσιν εὐτυχίαν καλῶ. Τέλλος μὲν γὰρ βλεπέτω τοὺς παῖδας καὶ Κυδίππη καὶ Αἰόλος καὶ εἴ τις ἄλλος ἦν πατὴρ εὐτυχής· Οἰδίπους δὲ ἐκ τῆς πηρώσεως ἀναβλέψας αἰσχρὰ κερδανεῖ θεάματα.
俄狄浦斯起初是个幸运之人。因为命运为他伪造了未遭厄运的境况,赐予了他无知,而无知与未遭厄运并无二致。随后,就在他终结好运的同一时刻,他开始了知晓。然而,我甚至将他的盲目残损亦称为幸运。因为尽可让泰路斯看着自己的儿女,让库狄佩、埃俄罗斯以及其他任何有福的父亲亦复如是;但俄狄浦斯若是从失明中重见光明,所获的将唯有可耻的景象。
τῇ δὲ ἑτέρᾳ τῶν χειρῶν ἡ θεὸς καρποὺς ἑτοίμους κατέχει συνειλεγμένους, μηνύουσα τὸ πλῆθος τῶν ἀγαθῶν, ἅπερ αὐτὴ δίδωσιν. τοῦτο ἦν ἄρα καὶ χρυσοῦν γένος καὶ νῆσοι μακάρων τινές, αὐτομάτας ἔχουσαι τροφάς, καὶ Ἡρακλέους κέρας καὶ Κυκλώπων βίος. ὅτι τοῖς πονήσασι τὸν βίον αὐτομάτη λοιπὸν ἡ τῶν ἀγαθῶν ἀφθονία παραγίγνεται. Τάνταλος δὲ ἄρα ἐπὶ γήρως ἀργὸς ἦν· διὰ τοῦτο ἄρα μέχρι τῶν χειλῶν ηὐδαιμόνει καὶ τοῖς ὀφθαλμοῖς μόνον ηὐτύχει· τὰ πάντα δὲ ἐκεῖνα ἁρπασθέντα οἴχεται καὶ λίμνη καὶ καρποὶ καὶ τροφὴ καὶ ποτὸν ὑπὸ τῆς τύχης, οὕτω γ’ ὡς ὑπὸ πνεύματος.
女神在另一只手中握着采撷齐备的果实,昭示着由她亲自赐予的诸般福祉之丰盈。这便是那黄金时代,亦是那些享有自生食物的福人之岛,是赫拉克勒斯之角,也是独目巨人的生活:对于在人生中历尽艰辛之人,从此丰盛的善物便会自然而然地临及。然而坦塔罗斯在晚年却耽于怠惰,因此他仅能幸福直至唇边,仅在目力所及处享运;但这一切——无论是水池、果实、食物还是饮品——皆已被命运掠夺殆尽、化为乌有,恰如被一阵狂风卷走一般。
- 64.1τούτων ἀφῃρῆσθαι νομίζουσιν ὑπὸ τῆς τύχης
动词 ἀφαιρέω 在主动语态中支配双宾格(剥夺某人的某物)。在被动语态下,被剥夺者充当主语,而被剥夺的事物则用保留宾格或分离属格表示。此处关系从句 οἷς ... διήμαρτον 的先行词 τούτων 作分离属格;不定式 ἀφῃρῆσθαι 的逻辑主语与主句动词 νομίζουσιν 的主语(人们)一致,因而省略了宾格主语。
- 64.5μὴ ἐρήμην ἡ τύχη ἁλισκέσθω
借用了雅典法庭术语 ἐρήμην (δίκην) ἁλίσκεσθαι(在缺席审判中败诉/被判有罪)的比喻表达。阴性单数宾格形容词 ἐρήμην 在省略名词 δίκην 的前提下充当内在宾格(副词性宾格)。
- 64.6τὸ μηδὲν παθεῖν παραποιησαμένη τὸ ἀγνοεῖν ἔδωκεν
分词 παραποιησαμένη(“伪造”、“仿造”)支配冠词不定式短语 τὸ μηδὲν παθεῖν 作为宾语,而主句动词 ἔδωκεν 则支配另一个冠词不定式 τὸ ἀγνοεῖν 作为宾语。结构上构成鲜明的对照:命运伪造了“未遭厄运”的表象,而赐予了他“无知”。
