- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:64.15-64.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者摒弃了雅典等受人过誉之地而赞颂听众的家园,继而通过驳斥狄奥根尼的狂妄并借亚历山大的傲慢为例,论证了命运至高无上的支配力与凡人对其应有的敬畏。
εὐτυχία ποιμένων. οὐ Θήβας Αἰγυπτίας, αἵθ’ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ’ ἀν’ ἑκάστην ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν· ἱπποκόμων βίος καὶ πυλωρῶν. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. οὐκ ἀρκεῖ μοι βωμὸς θύειν οὐκ ἔχοντι,1 οὐκ ἀρκεῖ μοι φυτὰ τρέφειν με μὴ δυνάμενα. τρηχεἶ, ἀλλ’ ἀγαθὴ κουροτρόφος· οὔτε τραχεῖα αὕτη καὶ κουροτρόφος.
那是牧人们的福分。我亦不选埃及的底比斯,“彼处有百座城门,从每座门各有两百勇士驱驰战马与车乘而出”——那是马夫与守门人的生计。“昔日我确曾在提洛岛阿波罗的祭坛之侧,望见这样一株幼嫩的棕榈幼树拔地而起”。祭坛对于无物可祭的我而言并不足够,无法供养我的植物于我也并不足够。“虽是险峻,却是养育青年的沃土”——此地既非险峻,却能育养青年。
δέσποιν’ ἁπασῶν πότνἰ Ἀθηναίων πόλι· μὴ λέγε, ἄνθρωπε. οὐκέτ’ εἰσὶν ἐκεῖνοι δεσπόται. ὡς καὶ καλόν σου φαίνεται τὸ νεώριον. ἀλλὰ μεθ’ Ἑλλήσποντον καὶ Λύσανδρον αἰσχρόν. — καλὸς δ’ ὁ Πειραεύς· ἔτι γὰρ μετὰ τῶν τειχῶν αὐτὸν βλέπεις· ἄλση δὲ τίς πω τοιάδ’ ἔσχ’ ἄλλη πόλις; εἶχε μέν, δῃωθεῖσα δὲ ὡς ἐπὶ συμφοραῖς γυνή ἀπεκείρατο. καὶ τοὐρανοῦ γ̓, ὥς φασιν, ἐστὶν ἐν καλῷ.2 καὶ πῶς, οἵ γε λοιμώττουσι καὶ νοσοῦσι καὶ πλέον αὐτῶν ἀπόλλυται μέρος ὑπὸ τῶν ἀέρων ἢ τῶν πολεμίων;
“万邦的女主,受人景仰的雅典人之邦!”莫要如此言说,朋友;他们早已不再是主宰。“你的船坞看起来亦是何等壮美!”然而在赫勒斯滂与吕珊德之后,它实属可耻。“——但比雷埃夫斯甚是壮丽!”因你仍是连同城墙一起看它。“如此这般的园林,又有哪座城邦曾经拥有?”昔日诚然拥有,但横遭蹂躏之后,它便如遭逢厄运的妇人一般剃去了秀发。“况且正如人们所言,它享有一方宜人的天候。”又何以见得呢?他们既饱受瘟疫与病痛之苦,且他们中丧命于恶劣空气者甚至多于丧命于敌手者。
καὶ μή τις ἀχθέσθω, διότι οὕτως τῶν πατέρων ἐμνημόνευσα. τῶν μὲν γὰρ πρωτείων οὐκ ἂν ἄλλως τύχοιμεν μὴ τοῖς πρώτοις ἁμιλλώμενοι. ἀλλὰ καὶ παλαιός τις στρατιώτης ὡς γεγονὼς τοῦ πατρὸς κρείσσων ἐσεμνύνετο, καὶ οὐδὲ Ἀθηναίοις αἰσχρὸν πατράσιν οὖσιν ὑπὸ τῶν παίδων ἡττωμένοις. τῆς γὰρ ὑμετέρας μεθέξουσιν ἀρετῆς κατὰ τὴν αὑτῶν ἐλαττούμενοι.3 πῶς οὖν οὐκ ἂν εἰδείητε τούτων ἁπάντων τῇ τύχῃ τὴν χάριν καὶ τοῦ γένους, ὅτι Ἕλληνες, καὶ τῆς μεταβολῆς, ὅτι ἐκ πενήτων εὐδαίμονες; Σωκράτης γοῦν ἐπὶ πολλοῖς αὑτὸν ἐμακάριζε, καὶ ὅτι ζῷον λογικὸν καὶ ὅτι Ἀθηναῖος.
切莫有人因我这般提及父辈而心生不悦。因为我们若不与首屈一指者争锋,便绝不可能赢得首奖。古时亦有一位兵士自矜胜过其父,而对于身为父辈的雅典人而言,见屈于子嗣亦绝非耻辱。因为他们在自身美德有所不及的同时,亦将分享你们的美德。那么,对于这一切,你们岂能不对命运满怀感激:既感恩于血脉,因你们是希腊人;又感恩于转折,因你们从贫寒走向了亨通?苏格拉底便曾在诸多方面为自身庆幸,既庆幸自身为有理性的生灵,又庆幸自身是雅典人。
Διογένης δὲ ὁ κύων ἀγροίκως καὶ τέλεον οὐ πολιτικῶς ηὔχει κατὰ τῆς τύχης, ὡς πολλὰ μὲν βέλη ἐφιείσης αὐτῷ ὡς σκοπῷ,4 τυχεῖν δὲ μὴ δυναμένης. οὐ φέρω θρασυνόμενον οὕτω φιλόσοφον. μὴ καταψεύδου τῆς τύχης· οὐ τοξεύει γάρ σε, ὅτι οὐ βούλεται· θελούσῃ δὲ τῇ τύχῃ πανταχοῦ ῥᾴδιον. καὶ τὰ μὲν σύντομα ἐκεῖνα οὐ λέγω, τὰ Λακωνικά, τοὺς δουλεύοντας Πέρσαις καὶ τὸν ἐν Κορίνθῳ Διονύσιον καὶ τὴν Σωκράτους καταδίκην καὶ τὴν Ξενοφῶντος φυγὴν καὶ τὸν Φερεκύδους θάνατον καὶ τὴν δυσδαιμονίαν τὴν Ἀναξάρχου· ἀλλ’ αὐτοῦ τούτου τοῦ χαλεποῦ σκοποῦ πόσοις ἔτυχε τοξεύμασιν; φυγάδα σε ἐποίησεν, εἰς Ἀθήνας ἤγαγεν, Ἀντισθένει προυξένησεν, εἰς Κρήτην ἐπώλησεν. εἰ δέ σοι τὸν τῦφον βακτηρία καὶ πήρα περιτίθησι καὶ λεπτὸς καὶ ἀφελὴς βίος, ἴσθι καὶ τούτων τῇ τύχῃ τὴν χάριν· κατὰ τύχην γὰρ φιλοσοφεῖς.
然而犬儒狄奥根尼却粗鄙且全然不合世故地对命运夸口,声称命运虽将他视作靶标射出诸多箭矢,却始终无法击中。我无法容忍哲人如此狂妄傲慢。莫要诬谤命运;她之所以不向你放箭,只是因她不愿罢了;但若命运愿意,于何处皆是易如反掌。我且不提那些言简意赅的拉科尼亚式先例:那些沦为波斯人奴仆之人,在科林斯的狄奥尼修斯,苏格拉底的死刑,色诺芬的流放,斐瑞居德斯的死亡,以及阿那克萨库斯的厄运;单就这个顽固的靶标自身而言,命运又曾以多少箭矢命中了他?她使你沦为流民,将你引至雅典,引荐给安提斯泰尼,又将你贩卖至克里特。纵使手杖、行囊以及清贫朴素的生活赋予了你傲气,对于这些你也当感念命运之恩;因为你正是在命运的际遇下才得以躬身哲学。
ἦν δὲ καὶ Τιμόθεος Ἀθηναίων στρατηγός, ὃς πάντα εὐτύχει καὶ σκωπτόμενος οὐκ ἠνείχετο, καί ποτέ τι καὶ κατὰ τῆς τύχης ἐθρασύνετο καὶ πάλιν δυστυχεῖν ἤρξατο. τίς ἄν ποτε ἤλπισεν Ἰνδῶν ἄρξειν κουρέα, Λυδῶν βασιλεύσειν ποιμένα, τῆς Ἀσίας ἡγεμονεύσειν γυναῖκα; ὅτι τὸν Ἡρακλέα ἀποκτενεῖ χιτὼν καὶ γυνή, ὅτι τὸν Ἀλέξανδρον δοῦλος καὶ κύλιξ; ἔχει γὰρ ἐν αὑτῇ πλεῖστον ἀεὶ τὸ βασιλικόν, καὶ τοὺς παρὰ φύσιν δ’ ἐπαιρομένους καθαιρεῖ. πολλὰ γοῦν Ἀλέξανδρος τολμηρὰ ἔπρασσεν.
此外还有雅典将领提摩太,他诸事顺遂,无法忍受受人讥讽,某次亦曾对命运有所狂妄,便旋即重新陷入厄运。有谁曾预料到剃头匠将统治印度人,牧人将称王于吕底亚,妇人将称霸于亚细亚?有谁曾预料到一件内衫与妇人竟能杀死赫拉克勒斯,一个奴仆与一只酒杯竟能夺去亚历山大的性命?因为命运始终在自身之中拥有至高王权,并使违逆天性而妄自尊大者归于倾覆。亚历山大委实做下了诸多狂悖之举。
οὐκ ἔφερεν υἱὸς Φιλίππου λεγόμενος, τοῦ Διὸς κατεψεύδετο, τῶν Διοσκόρων κατεφρόνει, τὸν Διόνυσον ἐλοιδόρει, καίτοι γε ἀφθόνως οὕτως αὐτοῦ τοῖς δώροις χρώμενος· ἀπέκτεινε δὲ καὶ Κλεῖτον τὸν σοφεν καὶ Φιλώταν τὸν καλὸν καὶ τὸν γέροντα Παρμενίωνα καὶ τὸν διδάσκαλον Καλλισθένην καὶ Ἀριστοτέλην ἐμέλλησε καὶ Ἀντίπατρον ἐβουλεύσατο. τοιγαροῦν ζῶντα αὐτὸν ὁμολογεῖν ἠνάγκασεν ὅτι ἄνθρωπος ἦν.
他不甘被称为腓力之子,对宙斯妄加捏造,轻蔑狄奥斯库洛伊,辱骂狄奥尼索斯,尽管他曾如此毫无节制地享用后者的馈赠。他杀害了明哲的克雷托斯、俊美的菲罗塔斯、年迈的帕墨尼昂以及导师卡利斯忒涅斯,几欲加害亚里士多德,并图谋暗算安提帕特。正因如此,命运迫使他在尚存人世之际便不得不承认自己不过是个凡人。
- 64.15οὐκ ἀρκεῖ μοι βωμὸς θύειν οὐκ ἔχοντι
不定式 θύειν 作补充不定式,依附于在此表示“有手段/能力(献祭)”的动词 ἔχω。分词 οὐκ ἔχοντι 在与格上与代词 μοι 一致,意为“对于没有祭品可献的我而言”。
- 64.16ἐστὶν ἐν καλῷ
短语 ἐν καλῷ 与属格 τοὐρανοῦ(τοῦ οὐρανοῦ 的缩合)连用,构成了表示“在天候/气候方面处于优越地理位置”或“得天独厚”的习语表达。
- 64.17κατὰ τὴν αὑτῶν ἐλαττούμενοι
承接前句的 τῆς ὑμετέρας(美德),此处 τὴν αὑτῶν 省略了 ἀρετήν。介词 κατά 与宾格连用,表示“在……方面”,形成“在自身的美德方面有所不及,却分享了你们的美德”的对比。
- 64.18ὡς πολλὰ μὲν βέλη ἐφιείσης αὐτῷ ὡς σκοπῷ
由 ὡς 引出的属格独立结构(ἐφιείσης... τυχεῖν δὲ μὴ δυναμένης),其中的 ὡς 表示主语(狄奥根尼)主观声称或自诩的理由与情态。
