← 金嘴狄翁

演说集

§63.1-63.7

命运的支配力与古代寓意图像的阐释

讲者论述了命运(提喀)在人类生活中的绝对支配力,援引画家阿佩莱斯投掷海绵画出战马泡沫的逸话及赫拉克勒斯的赫赫功勋,并阐释了古人关于命运的寓意图像(剃刀、球体、船舵与阿玛尔忒娅之角)的深层含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§63.1

Οἱ ἄνθρωποι ἐοίκασι πρὸς τὴν τύχην διακεῖσθαι ὃν τρόπον οἱ πλέοντες πρὸς τοὺς ἀνέμους τοὺς φορούς· ἄσμενοι γὰρ προσκαρτεροῦσι τῷ δρόμῳ, οἷς ἂν ὁ ἄνεμος παρῇ, ἐκεῖ τε ἦλθον ὅπου ἤθελον, οἱ δὲ ἀπολειφθέντες ἐν πελάγει μέσῳ μάτην ὀδύρονται· οὕτως οὖν καὶ τῆς τύχης παρούσης μὲν χαίρειν καὶ ἥδεσθαι τοὺς ἀνθρώπους,1 μὴ παρούσης δὲ λύπην ἔχειν καὶ ἀπορίαν. πάντα γὰρ ἐκ τῆς δαίμονος ταύτης, καὶ γὰρ τὸ ἄπορον εὔπορον καὶ τὸ ἀσθενὲς ἰσχυρὸν καὶ τὸ αἰσχρὸν καλὸν καὶ ἡ πενία γίγνεται πλοῦτος.

人们对待命运的态度,似乎正如航海者对待顺风一般;盖因凡有顺风相伴者皆欣然坚持航程,并抵达心之所愿之处,而漂泊滞留于茫茫大海中的人则徒自哀叹;故而同样,当命运临在之时,人们便欢欣喜悦,而当其不在之时,人们便怀抱悲哀与困窘。因为万物皆出自这位神祇,而且的确,困顿化为通达,羸弱化为刚强,丑恶化为优美,贫穷亦变为富有。

§63.2

τύχης γοῦν ἐν θαλάττῃ γενομένης εὐπλοεῖ ναῦς καὶ ἐν ἀέρι φανείσης εὐτυχεῖ γεωργός. καὶ ψυχὴ γέγηθεν ὑπὸ τῆς τύχης αἰωρουμένη· εἰ δὲ ἀπολίποι τύχη, περίεστιν ὡς ἐν τάφῳ τῷ σώματι. οὔτε γὰρ εἰ λέγοι τις, εὐδοκιμεῖ, οὔτε εἰ πράττοι τις, ἐπιτυγχάνει, οὐδὲ ὄφελός τι εὐφυῆ γενέσθαι ἀπολιπούσης τύχης. ταύτης γὰρ μὴ παρούσης οὐ προῆλθε παιδεία οὐδὲ ἄλλο τι ἀγαθόν. ἀλλὰ μὴν καὶ ἀρετὴ τότε ἔργων ἕνεκεν θαυμάζεται, ὅταν παρῇ τύχη· εἰ δὲ ἀφεθείη μόνη, λόγος ἐστὶ καλοῦ πράγματος ἄπρακτος. αὕτη πολεμούντων μέν ἐστι νίκη καὶ εἰρήνην ἀγόντων ὁμόνοια καὶ γαμούντων εὔνοια καὶ ἐρώντων ἡδονὴ καὶ ὅλως ἡ ἐπὶ παντὶ τῷ γιγνομένῳ εὐπραγία.

至少,当海上得逢命运,船只便顺流扬帆;当天空显露命运,农夫便蒙获丰收。心灵亦因命运的扶持而欢欣鼓舞;但若命运离弃,心灵留存于躯体之中便如置身坟墓。因为一旦命运离弃,即使有人进言亦不得赞同,即使有人行事亦无所成就,纵使天资聪慧亦毫无益处。盖因若无命运临在,教化与任何其他善事皆无法推进。甚至美德本身,亦唯有当命运临在之时,方因其事迹而受人赞赏;若是孤立独存,它便不过是关乎善事的徒劳之言。命运于作战者即是胜利,于安享和平者即是和睦,于嫁娶者即是恩爱,于爱恋者即是欢愉,概而言之,便是生成的一切事物之中的万事亨通。

§63.3

γῆν ὅτε ἂν καταλίπῃ τύχη, τότε καὶ σείεται καὶ τρέμει καὶ τὰ ἐπ’ αὐτῆς καλὰ διαρριπτεῖται· τοῦτο γῆς νόσημα, μὴ παρούσης τύχης. ὡς δὲ ναῦς εἰκῇ φέρεται καὶ ταχὺ βυθίζεται, κυβερνήτου στερομένη, καὶ ὡς τείχη κατέπεσε θεμελίων πονησάντων, οὕτω πόλις εἰς φθορὰν ὅλη χωρεῖ σπάνει τύχης. Ἀθῆναί ποτε εἰς ῥήτορας ἠδικήθησαν καὶ ἤγετο Δημοσθένης, οὐκέτι τῆς τύχης ἐπισκοπούσης τὰς Ἀθήνας. ἐμοὶ δὲ δοκεῖ καὶ οὐρανὸς τύχην ἔχειν, ὁπόταν αἰθρίαν ἔχῃ, μὴ σκότος.

每当命运离开大地之时,大地便震颤摇撼,其上的美好之物尽遭抛掷毁损;当命运不在之时,这便是大地的病痛。正如一艘船失去舵手便盲目漂流并迅速沉没,又如城墙因地基受损而轰然倒塌,整个城邦亦因缺乏命运而走向覆灭。往昔雅典曾因演说家之事蒙受不义,狄摩西尼亦被押解离去,这正是因为命运不再眷顾雅典。而在我看来,每当天宇享有晴空而非黑暗之时,天空亦享有命运。

§63.4

ὁρᾶν δὲ χρὴ καὶ τὸ εὐμήχανον αὐτῆς. ἤδη γοῦν τις ἐκπεσὼν νεὼς ἐν πελάγει εὐπόρησε τοῦ ζῆν, ἐλθούσης τύχης. ἄξιον δὲ εἰπεῖν καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης Ἀπελλῇ τῷ ζωγράφῳ. ὡς γὰρ λόγος, ἵππον οὐχὶ ἐξ ἐργασίας, ἀλλὰ ἐκ πολέμου ἐποίει. ὑψηλὸς ἦν τῷ αὐχένι καὶ ἐπανεστὼς καὶ τὰ ὦτα ὄρθιος καὶ δριμὺς τὰς ὄψεις, ὡς ἐκ πολέμου παρών, τὸν ἐκ τοῦ δρόμου θυμὸν ἐν ταῖς ὄψεσιν ἔχων, οἱ δὲ πόδες ὑπεφέροντο ἐν τῷ ἀέρι, μικρὰ ψαύοντες ἀνὰ μέρος τῆς γῆς. καὶ ὁ ἡνίοχος ἐκράτει τοῦ χαλινοῦ, τὸ πολεμικὸν σάλευμα τοῦ ἵππου ἀπὸ ῥυτῆρος ἄγων.

人们还当看到命运的足智多谋。至少,曾有人从船上跌落海中,因命运降临而得以保全性命。关于画家阿佩莱斯因命运所获的奇遇,亦殊堪一叙。据传,他曾画过一匹非出于平素役使、而是来自沙场的战马。它颈项昂扬奋起,双耳挺立,目光锐利,宛若亲历战场,眼中含着疾驰而生的烈怒,四蹄悬空跃动,轮番微微掠过地面。御者紧勒马嚼,以挽辔驾驭着战马的战斗悸动。

§63.5

ἅπαντα δὲ ἐχούσης τῆς εἰκόνος ἐοικότα ἔλειπεν ἀφροῦ χρῶμα, οἷον ἂν γένοιτο μιγέντος αἵματος καὶ ὑγροῦ κατὰ συνεχῆ μῖξιν, διώκοντος μὲν τοῦ ἄσθματος τὸ ὑγρὸν τῶν στομάτων, ἀφρίζον τῇ κοπῇ τοῦ πνεύματος,2 αἷμα δὲ ἐπιρραινούσης τῷ ἀφρῷ τῆς ἐκ τοῦ χαλινοῦ ὕβρεως. οὐ δὴ εὐπόρει γράφειν ἵππου ἀφρὸν κεκμηκότος ἐν ἀγῶνι. ἀπορῶν δὲ ἐπὶ πλέον, τέλος ἀπαλγήσας ἐνέσεισε περὶ τοὺς χαλινοὺς τῇ γραφῇ τὴν σπογγιάν. πολλὰ δὲ αὕτη ἔχουσα χρώματα ἐοικότα ἀφρῷ ᾑμαγμένῳ ἐφήρμοσε τῇ γραφῇ τὸ χρῶμα. Ἀπελλῆς δὲ ἰδὼν ἐχάρη τῷ ἐν ἀπογνώσει τέχνης τύχης ἔργῳ καὶ ἐτέλεσεν οὐ διὰ τῆς τέχνης, ἀλλὰ διὰ τῆς τύχης τὴν γραφήν.

然而,整幅画像虽万物逼真,却唯独缺少泡沫的色泽——那种由鲜血与体液持续混合而生成的色相;喘息喷涌出嘴角的津液,在呼气的激荡下翻起泡沫,而马嚼的勒创则将鲜血喷溅于泡沫之上。他委实不知如何描绘在激战中疲惫战马的泡沫。在愈加困窘之下,最终他烦闷至极,将海绵掷向画面上马嚼之处。而这块海绵正含有许多类似血染泡沫的颜料,竟使这一色相与画面严丝合缝。阿佩莱斯见状,为技艺陷入绝望之际命运的杰作而欣喜,最终不是凭借技艺、而是凭借命运完成了画作。

§63.6

τί δὲ ἄλλο Ἡρακλέα μέγιστον ἐποίησεν; ἀλλὰ γὰρ καὶ λέοντα ἄγξας ἔπνιξε καὶ πτηνὰ ζῷα ἐδίωξε τοῦ ἀέρος, καὶ τοῦ ἕλους τὴν ὕδραν ἀφείλετο, συντρίψας αὐτῆς τὰς κεφαλάς, καὶ οὐκ ἐφόβησεν αὐτὸν ὁ περὶ τὸν Ἐρύμανθον κάπρος, ἀλλὰ καὶ ἐπὶ τὴν ἑσπέραν ἦλθε καὶ τοῦ ἐκεῖ φυτοῦ τὸν καρπὸν ἐκόμισε. Γηρυόνου δὲ τὰς βόας ἀφείλετο καλὰς οὔσας, καὶ Διομήδη τὸν Θρᾷκα ἐνουθέτησεν ἵπποις σῖτον διδόναι, μὴ ἀνθρώπους ἐσθίειν,3 τάς τε Ἀμαζόνας, ὅτι εἶεν γυναῖκες, ἤλεγξεν. ἅπαντα δὲ ταῦτα ἔπραττεν ἑπομένης αὐτῷ τύχης.

又是别的什么令赫拉克勒斯成为至伟大者呢?显而易见,他扼住狮子的咽喉将其勒死,将飞禽逐出天空,捣碎沼泽水蟒的头颅将其诛除,厄律曼托斯的野猪未能令他生畏,他甚至远涉西方带回了彼处树木的果实。他夺得革律翁优美的牛群,劝谕色雷斯人狄俄墨得斯当以谷物喂马、不可使之食人,并揭露亚马逊人不过是妇人。这一切,他皆是在命运伴随之下方得成就。

§63.7

ἔχει δ’ οὐ κακῶς οὐδὲ τὰ τῶν παλαιῶν αἰνίγματα περὶ αὐτήν. οἱ μὲν γὰρ ἐπὶ ξυροῦ ἔστησαν αὐτήν, οἱ δὲ ἐπὶ σφαίρας, οἱ δὲ πηδάλιον ἔδωκαν κρατεῖν· οἱ δὲ τὰ κρείττω γράφοντες4 τὸ τῆς Ἀμαλθείας ἔδοσαν κέρας πλῆρες καὶ βρύον ταῖς ὥραις, ὃ ἐν μάχῃ Ἡρακλῆς Ἀχελῴου ἀπέρρηξεν. τὸ μὲν οὖν ξυρὸν τὸ ἀπότομον τῆς εὐτυχίας μηνύει· ἡ δὲ σφαῖρα ὅτι εὔκολος ἡ μεταβολὴ αὐτῆς ἐστιν· ἐν κινήσει γὰρ τυγχάνει πάντοτε ὂν τὸ θεῖον. τὸ δὲ πηδάλιον δηλοῖ ὅτι κυβερνᾷ τὸν τῶν ἀνθρώπων βίον ἡ τύχη. τὸ δὲ τῆς Ἀμαλθείας κέρας μηνύει τὴν τῶν ἀγαθῶν δόσιν τε καὶ εὐδαιμονίαν. μὴ ὀνομάζωμεν οὖν κακήν τινα τύχην· οὐδὲ γὰρ τὴν ἀρετὴν λέγει τις εἶναι κακὴν οὐδὲ τὸ ἀγαθὸν κακόν.

古人关于命运的寓意象征亦颇为中肯。有人将她置于剃刀之上,有人置于球体之上,有人赋予她掌舵的权柄;而描绘更善意形象之人,则赋予她阿玛尔忒娅之角,其内盈满并盛载着各季的丰饶之物,此角乃是赫拉克勒斯在战斗中自阿刻罗俄斯身上折断而来的。剃刀象征着好运的险峻陡峭;球体表明其变幻极易,盖因神圣之物本就始终处于运动之中;船舵表明命运操持着人类的生活;而阿玛尔忒娅之角则昭示着善物的恩赐与幸福。因此,我们切不可将某种命运称为恶;因为无人会称美德为恶,亦无人会称善物为坏。

语法注4 条
  1. 63.1οὕτως οὖν καὶ τῆς τύχης παρούσης μὲν χαίρειν καὶ ἥδεσθαι τοὺς ἀνθρώπους

    属于“宾格加不定式”结构(τοὺς ἀνθρώπους χαίρειν...),在句法上统属于本段开头的动词 ἐοίκασι(“似乎……”)。在插叙了 ὃν τρόπον(“正如……”)引导的从句之后,由 οὕτως(“同样……”)引出的照应结论部分继续以不定式形式承接 ἐοίκασι。

  2. 63.5ἀφρίζον τῇ κοπῇ τοῦ πνεύματος

    中性单数分词 ἀφρίζον 与紧接在前的宾格短语 τὸ ὑγρὸν τῶν στομάτων(“口中的津液”)在性数格上一致并对其加以修饰,描摹其具体状态。在接连出现的属格独立分词结构(διώκοντος μὲν... ἐπιρραινούσης δέ...)这一长句中,它作为从属成分修饰 οἷον ἂν γένοιτο 引导的关系从句。

  3. 63.6ἵπποις σῖτον διδόναι, μὴ ἀνθρώπους ἐσθίειν

    接续动词 ἐνουθέτησεν(“劝谕、诫勉”)的两个不定式短语。前一短语中的 ἵπποις 为与格间接宾语,而在后一短语 μὴ ἀνθρώπους ἐσθίειν 中,不定式 ἐσθίειν 的逻辑主语在语境上是“马匹”,ἀνθρώπους 则是其直接宾语(宾格),意即“应当以谷物喂马,而不当令马匹食人”。

  4. 63.7οἱ δὲ τὰ κρείττω γράφοντες

    分词 γράφοντες 既可解作“记述者(作家)”,亦可解作“描绘者(画师、造像者)”。鉴于上下文所列举的(ἔστησαν, ἔδωκαν κρατεῖν)皆为命运的具象化与图示性象征,此处当指那些“描绘(命运)更吉庆、更优美形象的人们”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:63.1-63.7