- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:62.1-62.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐述君王治理自身与心灵的艰难与必要,将暴君的堕落及萨达那帕鲁斯的荒淫无能,与具备明智、正义、节制和勇敢的真正统治者进行对比。
Καὶ μὴν εἴ τις ἑνὸς ἀνδρὸς οὐχ οἷός τε ἄρχειν ἐστί, καὶ τούτου σφόδρα ἐγγὺς ὄντος, ᾧ δὴ ξύνεστιν, οὐδὲ αὖ μίαν ψυχὴν κατευθύνειν τὴν αὑτοῦ, πῶς ἂν δύναιτο βασιλεύειν μυριάδων ἀναριθμήτων πανταχοῦ διεσπαρμένων, ὥσπερ σύ, καὶ πολλῶν γε οἰκούντων ἐπὶ πέρασι γῆς, ὧν οὐδὲ ἑώρακε τοὺς πλείστους οὐδ᾽ ἂν ἴδοι ποτὲ οὐδὲ τῆς φωνῆς ξυνήσει; ὅμοιον γὰρ ὥσπερ εἴ τις λέγοι τὸν οὕτως ἀδύνατον τὴν ὄψιν ὡς μηδὲ τὰ ἐν ποσὶν ὁρᾶν, ἀλλὰ προσδεόμενον χειραγωγοῦ, τοῦτον ἐφικεῖσθαι1 βλέποντα μέχρι τῶν πλεῖστον ἀπεχόντων, ὥσπερ οἱ πόρρωθεν ὁρῶντες ἐκ τοῦ πελάγους τά τε ὄρη καὶ τὰς νήσους, ἢ τὸν οὐ δυνάμενον φθέγγεσθαι τοῖς παρεστῶσιν ἱκανὸν ὅλοις δήμοις καὶ στρατοπέδοις εἰς ἐπήκοον φθέγγεσθαι.
设若有人连一个人——且是与其朝夕相处、近在咫尺之人——都无法统辖,也不能引导自我的这一颗心灵,他又怎能如您这般,统治散处于各处的无数民众,以及居住在天涯海角、其绝大多数人他未曾谋面、将来亦无法见到、甚至无法通晓其言语的臣民呢?因为这就像有人声称,一个视力极弱、乃至近在眼前之物都看不清而亟需人牵引扶持之人,竟能像自远海眺望山川岛屿之人那样,将视线投射到极遥远之物;又好比声称一个无法对近旁之人发声之人,竟能引吭发话令整个城邦民众与大军皆能听闻。
καὶ γὰρ οὖν ἔχει τι παραπλήσιον ὁ νοῦς τῇ ὄψει· ὡς ἐκείνη διεφθαρμένη μὲν οὐδὲν οὐδὲ τῶν πλησιαίτατα ὁρᾷ, ὑγιὴς δὲ οὖσα μέχρις οὐρανοῦ τε καὶ ἀστέρων ἐξικνεῖται· ταὐτὸ δὴ τοῦτο ἡ μὲν τοῦ φρονίμου διάνοια καὶ πάντας ἀνθρώπους ἱκανὴ γίγνεται διοικεῖν, ἡ δὲ τοῦ ἄφρονος οὐδὲ ἓν σῶμα τὸ ἐκείνου δύναται φυλάττειν οὐδὲ ἕνα οἶκον. οἱ μὲν γὰρ πολλοὶ τῶν ἐν ταῖς δυναστείαις, ὅτι μὲν ἔξεστιν αὐτοῖς πάντα λαμβάνειν, πάντων ἐπιθυμοῦσιν. ὅτι δὲ ἐπ’ αὐτοῖς ἐστι τὸ δίκαιον, διὰ τοῦτό εἰσιν ἄδικοι· ὅτι δὲ οὐ φοβοῦνται τοὺς νόμους, οὐδὲ εἶναι νομίζουσιν· ὅτι δὲ οὐκ ἀναγκάζονται πονεῖν, οὐδέποτε παύονται τρυφῶντες· ὅτι δὲ οὐδεὶς ἀμύνεται κακῶς πάσχων, οὐδέποτε παύονται ποιοῦντες· ὅτι δὲ οὐδεμιᾶς σπανίζουσιν ἡδονῆς, οὐδέποτε ἐμπίμπλανται ἡδόμενοι· ὅτι δὲ οὐδεὶς ψέγει ἐκ τοῦ φανεροῦ, οὐδὲν ἀπολείπουσι τῶν οὐδὲ καλῶς λεγομένων· ὅτι δὲ οὐδεὶς αὐτοὺς βούλεται λυπεῖν, διὰ τοῦτο πᾶσι χαλεπαίνουσιν· ὅτι δὲ ὀργισθεῖσιν ἔξεστι πάντα ποιεῖν, διὰ τοῦτο συνεχῶς ὀργίζονται.
事实上,理智与视力确有相似之处:正如视力受损时连咫尺之物都无法看见,而健全无损时却能企及苍穹与星辰;恰恰同样,明智者的心智足以经管所有之人,而愚妄者的心智却连其自身的单一躯体乃至单个家室都无法护全。处于权位之中的大多数人,正因万物皆唾手可得,便贪求一切;正因正义操于己手,便因而肆行不义;正因不畏惧法律,便甚至以为法律本不存在;正因不必被迫操劳,便永不停止骄奢淫逸;正因受其荼毒者无人报复,便永不停止施加伤害;正因不缺任何享乐,便沉溺纵乐而永不知足;正因无人公开指责,便连难以启齿的恶行亦毫不遗漏;正因无人愿使其不快,便因此对众人动辄生愠;而正因发怒时得以为所欲为,便因此无时无刻不在发怒。
ὁ δὲ ἀγαθὸς ἄρχων, ὥσπερ σύ, τἀναντία ἐπιτηδεύει· οὐδενὸς μὲν ἐπιθυμεῖ διὰ τὸ πάντα οἴεσθαι ἔχειν, φείδεται δὲ τῶν ἡδονῶν διὰ τὸ μηδεμιᾶς ἂν ἀπορῆσαι ὀρεχθείς,2 δικαιότερος δὲ τῶν ἄλλων ἐστίν, ἅτε πᾶσι παρέχων τὴν δικαιοσύνην, ἥδεται δὲ τοῖς πόνοις, ὅτι ἑκὼν πονεῖ, ἀγαπᾷ δὲ τοὺς νόμους, ὅτι οὐ δέδοικε. καὶ ταῦτα ὀρθῶς ὑπολαμβάνει. τίνι μὲν γὰρ φρονήσεως δεῖ πλείονος ἢ τῷ περὶ τοσούτων βουλευομένῳ; τίνι δὲ ἀκριβεστέρας δικαιοσύνης ἢ τῷ μείζονι τῶν νόμων; τίνι δὲ σωφροσύνης ἐγκρατεστέρας ἢ ᾧ πάντα ἔξεστι; τίνι δὲ ἀνδρείας μείζονος ἢ τῷ πάντα σῴζοντι;
然而如您这般的贤明统治者,所行却截然相反:因自以为拥有一切,故一无所求;因知晓一旦有所渴望便绝不会匮乏,故对享乐极为克制;因向所有人赐予公正,故比旁人更加正直;因甘心劳苦,故乐于辛勤;因不惧怕法律,故珍爱法律。并且他的见解亦全然正确。试问,比起为如此众多之事物筹谋之人,谁更需要卓越的明智?比起凌驾于法律之上之人,谁更需要精准的正义?比起享有为所欲为之特权者,谁更需要严格的节制?比起守护一切之人,谁又更需要浩大的勇气?
καὶ τοίνυν τῷ μὲν ἄλλων ἄρξοντι πολλῶν τοῦτο μὲν δαπάνης δεῖ παμπόλλης, τοῦτο δὲ στρατοπέδων καὶ πεζικῶν καὶ ἱππικῶν, ἔτι δὲ τειχῶν καὶ νεῶν καὶ μηχανημάτων, εἰ μέλλει καθέξειν μὲν τοὺς ὑπηκόους, ἀμυνεῖσθαι δὲ τοὺς πολεμίους· ἐὰν δέ τις ἀφιστῆται τῆς ἀρχῆς, καταστρέψεσθαι.3 τὸ δὲ αὑτοῦ κρατεῖν πάντων ἀδαπανώτατον καὶ ἀπραγμονέστατόν ἐστι καὶ ἀκινδυνότατον· οὔτε γὰρ πολυδάπανος οὔτε ἐργώδης οὔτε ἐπισφαλὴς ὁ τοῦ ἐγκρατοῦς ἀνθρώπου βίος· ἀλλ’ ὅμως τοιοῦτον ὂν πάντων χαλεπώτατον πέφυκεν.
此外,对于将要统治众多百姓之人而言,若欲控制臣民、抵御强敌,并在有人背离统制之时加以戡定,一方面需要极其浩繁的开支,另一方面则需要步兵与骑兵的军队,乃至城垣、战船与器械。然而统御自我,却是所有事情中耗费最微、最少纷扰、亦最无风险者;盖因节制自持之人的生活既不耗费巨大,亦不劳苦艰难,亦不危殆不安;然而,尽管如此,克己自制在本质上却成为一切事务中最难之事。
ἐπεὶ Σαρδανάπαλλος ἐκεῖνος ὁ θρυλούμενος εἶχε μὲν Νίνον, εἶχε δὲ Βαβυλῶνα, τὰς μεγίστας τῶν πρότερον γεγενημένων πόλεων, ὑπήκουε δὲ αὐτῷ πάντα τὰ ἔθνη τὰ νεμόμενα τὴν ἑτέραν ἤπειρον μέχρι τῶν ἀοικήτων τῆς γῆς λεγομένων· βασιλείας δὲ οὐδὲν ἦν αὐτῷ προσῆκον, οὐ μᾶλλον ἢ τῶν σηπομένων τινὶ νεκρῶν. βουλεύεσθαι μὲν γὰρ ἢ δικάζειν ἢ στρατηγεῖν οὔτε ἐβούλετο οὔτε ἐδύνατο.
想当年那位人尽皆知的萨达那帕鲁斯,坐拥尼诺斯与巴比伦这两座此前绝无仅有的大城,居住在另一片大陆、直至被称为人间不毛之地的各族民皆归顺于他;然而王道之德于他却毫无相干,正如腐朽之尸骸不涉王权一般。盖因深谋远虑、断狱审判或统兵御敌,他既不愿做,亦无能为力。
ἐν δὲ τοῖς βασιλείοις ἀποδιδράσκων εἰς τὴν γυναικωνῖτιν καθῆστο ἐπὶ χρυσηλάτου κλίνης ἀναβάδην ὑπὸ ἁλουργέσι παστοῖς, ὥσπερ ὁ θρηνούμενος ὑπὸ τῶν γυναικῶν Ἄδωνις, ὀξύτερον φθεγγόμενος εὐνούχων, τὸν μὲν τράχηλον ἀποκλίνων, ὑπὸ δὲ ἀργίας καὶ σκιᾶς λευκὸς καὶ τρέμων, τὸ σῶμα πελιδνός, τοὺς δὲ ὀφθαλμοὺς ἀναστρέφων, ὥσπερ ἐξ ἀγχόνης· ὃν οὐκ ἦν διαγνῶναι τῶν παλλακῶν. καίτοι χρόνον τινὰ κατέσχεν, ὡς ἐδόκει, τὴν ἀρχὴν εἰκῇ φερομένην, ὥσπερ ναῦν δίχα κυβερνήτου πολλάκις ἀλωμένην ὁρῶμεν μηδενὸς κατέχοντος ἐν τῷ πελάγει κατὰ τύχην, εὐδίας ἐπεχούσης· ἔπειτα ὀλίγος κλύδων ἐπαρθεὶς καὶ ῥᾳδίως ἓν κῦμα ἐπέκλυσεν.
他退缩在深宫的后闱之中,盘膝端坐于紫红罗帐下的金制卧榻之上,犹如受妇人们哀悼的阿多尼斯,发出的声音比阉人还要尖厉,脖颈倾斜,因怠惰与幽蔽而面色惨白、浑身颤抖,躯体青紫,翻转双眼宛如自缢之人;以致人们根本无法将他与那些侍妾区分开来。然而有一段时间,他表面上似乎维系着摇摇欲坠、随波逐流的政权,正如我们屡屡见到一艘没有舵手的船只,在风平浪静之时,无一人掌舵,凭机缘在汪洋中漂流;但随后微澜骤起,仅仅一个浪头便轻而易举地将其吞没。
καὶ δὴ καὶ ἅρμα ἰδεῖν ἔστιν οὐδενὸς ἡνιοχοῦντος ἐν ἀγῶνι ῥεμβόμενον, ὃ νίκης μὲν οὐκ ἄν ποτε τύχοι, ταράττει δὲ καὶ ἀπόλλυσι τὸν ἐγγὺς ὄχλον τῶν θεατῶν. οὔτε γὰρ ἄφρων βασιλεὺς ἔσται ποτέ, οὐ μᾶλλον ἢ τυφλὸς ἡγεμὼν ὁδοῦ γένοιτ’ ἄν, οὔτε ἄδικος, οὐ μᾶλλον ἢ κανὼν σκολιὸς καὶ ἄνισος ἄλλου προσδεόμενος κανόνος, οὔτε δειλός, οὐ μᾶλλον ἢ λέων ἐλάφου λαβὼν ψυχὴν ἢ σίδηρος κηροῦ καὶ μολίβδου μαλακώτερος. τίνι δ’ ἰσχυροτέρας ἐγκρατείας προσῆκον ἢ τῷ πλείστων μὲν ἡδονῶν ἐν μέσῳ ζῶντι, πλεῖστα δὲ πράγματα διοικοῦντι, ἐλαχίστην δὲ σχολὴν ἄγοντι, ὑπὲρ μεγίστων δὲ καὶ πλείστων φροντίζοντι;
诚然,人们也能在竞技场中目睹一辆无御者驾驭的战车四处狂奔,它断不可能赢得胜利,反而会扰乱并伤害近旁的观众群体。因为正如盲人绝不能成为引路人,愚昧的王者亦绝不可能存在;正如歪斜不齐而反需另一把尺规纠正的尺规不成其为准则,不义的君王亦绝不可能成立;又如狮子绝不会生有鹿的胆怯之心,钢铁亦绝不会软于蜡与铅,怯懦的君王同样绝不可存。试问,比起置身于极多享乐之中、治理极繁多事务、享有最少闲暇、又为最重大且最多事物操劳之人,更强大的克己之德究竟当属于谁?
- 62.1τοῦτον ἐφικεῖσθαι
在由 ὥσπερ εἴ τις λέγοι 引导的宾格加不定式结构中,主格性质的宾格短语 τὸν οὕτως ἀδύνατον τὴν ὄψιν 因其后插入的结果从句(ὡς μηδὲ...)和分词短语(ἀλλὰ προσδεόμενον...)而与不定式动词拉开距离;指示代词 τοῦτον 遂作为复指词(resumptive)插入以重新承接该宾格,进而连接不定式 ἐφικεῖσθαι。其后的 ἢ τὸν οὐ δυνάμενον... ἱκανὸν [εἶναι] 构成平行的第二项。
- 62.3διὰ τὸ μηδεμιᾶς ἂν ἀπορῆσαι ὀρεχθείς
介词 διά 支配带有潜在语气小词 ἄν 的定冠词不定式(διὰ τὸ ... ἀπορῆσαι)。不定过去时分词 ὀρεχθείς 作条件分词使用,相当于假设从句(如 εἰ ὀρεχθείη),在间接思维中表达潜势:“因其知晓纵使有所渴望亦断不会有所匮乏”。
- 62.4ἐὰν δέ τις ἀφιστῆται τῆς ἀρχῆς, καταστρέψεσθαι
将来时不定式 καταστρέψεσθαι 是由 μέλλει 所统辖的第三个并列不定式(与 εἰ μέλλει καθέξειν μὲν ... ἀμυνεῖσθαι δέ 中的 καθέξειν 及 ἀμυνεῖσθαι 平行)。其内部嵌套了由 ἐάν 引导搭配现在时虚拟式 ἀφιστῆται 的泛指条件从句,表达若有人叛离统制时意图加以平定。
