- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:61.13-61.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥阐述了克律塞伊斯洞悉阿伽门农傲慢无常的本性而求去是明智之举,并结合荷马史诗的诗句与后来的卡珊德拉悲剧,逐一回应问者的质疑。
καὶ νὴ Δία τὸν τρόπον ἑώρα τοῦ Ἀγαμέμνονος ὅτι οὐ βέβαιος ἀλλὰ ὑπερήφανος εἴη καὶ ὑβριστής,1 καὶ τί ποιήσει πρὸς αὑτὴν αἰχμάλωτον οὖσαν ἐλογίζετο παυσάμενος τῆς ἐπιθυμίας, ὅπου γε τῆς ἑαυτοῦ γυναικός, βασιλίδος τε οὔσης καὶ παῖδας ἐξ αὐτῆς πεποιημένος, οὕτως ὀλιγώρως ἐμνημόνευεν. αἱ μὲν γὰρ ἀνόητοι χαίρουσιν ἐπὶ τοῖς ἐρασταῖς, ὅταν φαίνωνται τὰς ἄλλας ἀτιμάζοντες· αἱ δὲ νοῦν ἔχουσαι τὴν φύσιν ὁρῶσι τοῦ ταῦτα ποιοῦντος ἢ λέγοντος.
并且对宙斯起誓,她看清了阿伽门农的性情,得知他并不稳重,反倒狂妄而蛮横;她反复思量,一旦他的情欲消退,会对作为俘虏的自己做出何等事端,毕竟他连自己的正妻——那位身为王后并为他诞育子女的女子——提及之时都如此轻蔑。因为愚蠢的女人看到情人贬损其他女人便沾沾自喜;而聪慧的女人却能看清那行此事、出此言者的本性。
ἅμα δὲ καὶ πρὸς αὑτὴν ᾐσθάνετο αὐτὸν ὑβριστικῶς ἔχειν, καὶ ταῦτα ὅτε μάλιστα ἤρα. τὸ γὰρ οὕτως ἀπελάσαι τὸν πατέρα τῆς ἐρωμένης καὶ μὴ φείσασθαι δι’ αὐτὴν καὶ οὐχ ὅπως παραμυθήσασθαι2 τὸν πρεσβύτην εἰπόντα ὡς οὐδὲν αὐτοῦ τῇ θυγατρὶ δεινὸν εἴη, τοὐναντίον δὲ μὴ μόνον ἐκείνῳ ἀπειλεῖν, ἀλλὰ καὶ τὴν Χρυσηίδα ἀτιμάζειν λέγοντα, τὴν δ’ ἐγὼ οὐ λύσω πρίν μιν καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης, ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν, πόσης τινὸς ὑπερηφανίας;3 τί γὰρ ἂν ὕστερον ἐποίησεν, ὅτε ἐρῶν οὕτως ὑπὲρ αὐτῆς διαλέγεται; ταῦτα οὖν φυλάξασθαι καὶ προϊδεῖν οὐδαμῶς φαύλης γυναικός.
同时,她亦察觉到他对自身态度蛮横,且这还是在他爱欲最深之时。因为将所爱之人的父亲如此驱赶,丝毫不因女儿之故加以优待,更谈不上抚慰那位老者、告知其女绝无凶险,反而不仅威吓对方,更出言辱没克律塞伊斯道:“我决不释放她,直到衰老在阿耳戈斯的我家宅中降临于她,远离故土,操持织机,伴侍我之卧榻”——这体现了何等巨大的傲慢!试问在深陷爱河之时尚且如此谈论她,日后他又会做出什么呢?因此,防备并预见这些,绝非平庸女子所能为。
ἐδήλωσε δὲ οἶμαι τὰ περὶ τὴν Κασσάνδραν γενόμενα ἐν τῷ Ἄργει καὶ τὸν Ἀγαμέμνονα αὐτόν, ὅτι νοῦν εἶχεν ἡ Χρυσηὶς ῥυσαμένη τῶν κακῶν τούτων ἑαυτήν. οὐκοῦν τὸ μήτε ἔρωτι μήτε βασιλείᾳ μήτε τοῖς δοκοῦσιν ἐνδόξοις καὶ ἀγαθοῖς νέαν οὖσαν ἐπαίρεσθαι μηδ’ εἰς πράγματα σφαλερὰ καὶ τεταραγμένην οἰκίαν καὶ εἰς φθόνον καὶ ζηλοτυπίαν αὑτὴν προέσθαι γυναικὸς σώφρονος καὶ τῷ ὄντι ἀξίας ἱερέως εἶναι θυγατρός, παρὰ θεῷ τεθραμμένης. — Τί οὖν; ἐκ τούτων σὺ φῂς νοῦν ἔχειν αὐτὴν ἡγήσασθαι τὸν Ἀγαμέμνονα; —
我想,在阿耳戈斯发生在卡珊德拉及阿伽门农本人身上的结局正表明,克律塞伊斯解救自己脱离这等灾厄,确属明智。由此可见,身为年轻女子,既不因爱欲、王权,亦不因外表显赫美好之物而心浮气躁,亦不将自己弃置于危局、混乱的家室以及怨恨嫉妒之中,唯有庄重自持、无愧为在神前抚育成人的祭司之女者方能如此。 问者:那么又如何?由这些你便断言阿伽门农认为她明智吗?
Δ. Οὐδαμῶς· οὐδὲ γὰρ εἰκὸς ἦν λέγειν αὐτὴν τοιοῦτον οὐδὲν πρὸς ἐκεῖνον· ἀλλ’ ἀπὸ τῶν ἄλλων συνεῖναι. — Πῶς οὖν οὔ φησι χαίρουσαν αὐτὴν ὁ ποιητὴς ἀπιέναι, καθάπερ τὴν Βρισηίδα λυπουμένην; — Δ. Ὅτι καὶ τοῦτο σωφρονοῦσα ἔπραττεν, ὅπως μὴ παροξύναι τὸν Ἀγαμέμνονα μηδὲ εἰς φιλονικίαν ἀγάγοι. δηλοῖ δὲ ὅμως, ὅπου φησὶν αὐτὴν ὑπὸ τοῦ Ὀδυσσέως τῷ πατρὶ δοθῆναι παρὰ τὸν βωμόν· ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δ’ ἐδέξατο χαίρων παῖδα φίλην. οὐ γὰρ ἂν οἶμαι λυπουμένην αὐτὴν ὁ πατὴρ ἐδέχετο χαίρων· οὐδ᾽ ἂν φίλην εἶπε τυχόν, εἰ μὴ σφόδρα ἠγάπα τοῖς γεγονόσι τὸν πατέρα. —
狄奥:绝非如此;因为她绝不可能当面对他说出这类话来;他是从她平日的其他举止中体会到的。 问者:那么诗人为何不说她是欣喜离去的,就如同说布里塞伊斯满心悲戚那样? 狄奥:因为她做出这般情态同样出于慎重,免得激怒阿伽门农或诱发他的争胜好强之心。然而诗人在写及奥德修斯在祭坛旁将她交还给父亲时仍显露了这一点:“言罢便将她交于手中,而父亲欣然接过了爱女。”因为我想,若女儿愁容满面,做父亲的断不会欣然接纳;倘若她在这一番变故中未对父亲深怀依恋,诗人恐怕也不会称她为“爱女”。
Εἶεν· ἀλλὰ τί μᾶλλον ἡ Χρυσηὶς ταῦτα ἐλογίζετο ἃ σὺ λέγεις ἢ ὁ Χρύσης καθ’ αὑτὸν; Δ. Ὅτι τὰ περὶ τὴν Κλυταιμνήστραν εἰκὸς ἦν μᾶλλον ἐκείνην πολυπραγμονεῖν· εἰ δὲ καὶ λογιζομένου τοῦ πατρὸς ταῦτα συνεχώρει καὶ ἐπείθετο, οὐδὲ τοῦτο φαῦλον. αἱ γοῦν πολλαὶ καὶ ἀνόητοι τοὺς ἐραστὰς μᾶλλον ἀγαπῶσιν ἢ τοὺς γονέας. — Διὰ τί οὖν, εἴπερ ἦν φρόνιμος, οὐκ ἐκώλυε τὸν Χρύσην ἐν τῷ φανερῷ δεῖσθαι τοῦ Ἀγαμέμνονος, ἵνα ἧττον ἐχαλέπαινεν; —
问者:好吧;但为何如你所言是克律塞伊斯思虑及此,而非克律塞斯自行考量? 狄奥:因为对于克吕泰涅斯特拉之事,由她来多方探询更为合乎常理;纵然是由父亲思虑及此而她赞同顺从,这亦非寻常之举。毕竟多数愚妇爱恋情人远甚于父母。 问者:那么如果她果真明断,为何不阻止克律塞斯当众恳求阿伽门农,好让他不至于如此动怒?
Δ. Ὅτι ᾔδει τοὺς ἐρῶντας ἰδίᾳ μὲν πάντα βουλομένους χαρίζεσθαι τῷ ἔρωτι, τὸν δὲ ὄχλον αἰδουμένους ἐνίοτε, καὶ τὰ τοῦ θεοῦ στέμματα ἕξειν τινὰ ἡγεῖτο πρὸς τὸ πλῆθος δύναμιν, ὥσπερ καὶ ἐγένετο. — Ἀλλὰ ἐκεῖνο ἐνθυμοῦμαι πῶς συνέτυχε τὸν Ἀγαμέμνονα καὶ τότε τῆς τοῦ ἱερέως θυγατρὸς καὶ ὕστερον ἐρασθῆναι τῆς Κασσάνδρας, θεοφορήτου καὶ ἱερᾶς κόρης; — Δ. Ὅτι καὶ τοῦτο σημεῖον ὑπερηφανίας καὶ τρυφῆς, τὸ μᾶλλον ἐπιθυμεῖν τῶν παρανόμων καὶ σπανίων ἢ τῶν ἑτοίμων. — Οὐκ ἀντιλέγω τὸ μὴ οὐ φρόνιμον εἶναι τὴν Χρυσηίδα,4 εἰ ταῦτα οὕτω γέγονε. — Δ. Σὺ δὲ πότερον ἀκούειν θέλοις ἂν ὡς γέγονεν ὄντως ἢ ὅπως καλῶς εἶχε γενέσθαι;
狄奥:因为她深知,陷入爱河之人私下里固然事事迁就情欲,有时却对大众心怀顾忌;并且她认为,神明的花冠在民众面前必能具有某种威慑之力,事实亦正是如此。 问者:不过我有一事不解:阿伽门农何以在当时爱恋祭司之女,后来又倾心于卡珊德拉这位神灵附体、不可侵犯的圣洁少女? 狄奥:因为这也正是傲慢与奢靡的表征:比起唾手可得之物,更渴望非法而罕有者。 问者:倘若事情果真如此,我并不否认克律塞伊斯确是明断。 狄奥:然而你是愿听闻事实究竟如何发生,还是愿听闻事情怎样发生才算合宜得体呢?
- 61.13τὸν τρόπον ἑώρα τοῦ Ἀγαμέμνονος ὅτι οὐ βέβαιος ἀλλὰ ὑπερήφανος εἴη καὶ ὑβριστής
先取结构(prolepsis)。从属从句(ὅτι 从句)的逻辑主语(ὁ τρόπος)被前置为主句动词 ἑώρα 的直接宾格宾语(τὸν τρόπον τοῦ Ἀγαμέμνονος)。由于主句动词为过去时态(ἑώρα),从句中的谓语动词采用了间接引语的希求法 εἴη。
- 61.14οὐχ ὅπως παραμυθήσασθαι
习惯短语 οὐχ ὅπως,意为“非但没有……”、“不仅不……”。此处承接前文的不定式结构(ἀπελάσαι, μὴ φείσασθαι),后接不定式 παραμυθήσασθαι,与后文的 τοὐναντίον δέ(反倒、相反)形成鲜明对照。
- 61.14πόσης τινὸς ὑπερηφανίας;
表示感叹或疑问的性质/程度属格(述语属格)。前文由冠词不定式 τὸ ... λέγοντα 统摄的长句充当整体主语,此处省略了系词 ἐστί,构成“……是何等傲慢的体现?”之意。
- 61.18οὐκ ἀντιλέγω τὸ μὴ οὐ φρόνιμον εἶναι τὴν Χρυσηίδα
带二重否定 μὴ οὐ 的冠词不定式结构。当表示否认、阻碍、拒绝的动词本身带有否定(οὐκ ἀντιλέγω,“我不反驳/我不否认”)时,其所引出的不定式从属成分按常规带 μὴ οὐ,意为“我不否认克律塞伊斯是明断的”。
