← 金嘴狄翁

演说集

§61.7-61.12

克律塞伊斯请求父亲赎回自身的真正缘由

在指出仅凭战俘身份不足以解释对阿伽门农的反感后,狄奥进一步论述:克律塞伊斯起初乐于蒙受王恩,但因畏惧正妻克吕泰涅斯特拉的残暴并预见到战后局势的险恶,遂命父亲携赎金将其赎回。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§61.7

τὸ γὰρ αἰχμάλωτον εἶναι καὶ διὰ τοῦτο μὴ στέργειν τὸν λαβόντα οὐχ ἱκανόν. ἡ γοῦν Βρισηὶς ἀγαπᾶν ἔοικε τὸν Ἀχιλλέα, καὶ ταῦτα ὅν φησιν ἀποκτεῖναι τὸν ἄνδρα αὐτῆς καὶ τοὺς ἀδελφούς. τῷ δὲ Ἀγαμέμνονι τοιοῦτον οὐδὲν ἐπέπρακτο περὶ τὴν Χρυσηίδα. — Καλῶς. οὐκοῦν ἐκ τῶν λόγων τούτων οὐκ ἐβουλήθη Χρυσηὶς ἀποπεμφθῆναι παρὰ τοῦ Ἀγαμέμνονος, ἀλλὰ Χρύσης ταῦτα ἔπραττε καθ’ αὑτόν· ἢ εἴπερ ἐβούλετο, ἀφρονεστέρα ἂν εἴη, καὶ τὸν λόγον ἐναντίον εἶπας ἢ ὑπέσχου. —

狄奥:因为仅仅作为战俘,便因此不爱抓获自己的人,这一理由并不充分。无论如何,布里塞伊斯似乎深爱阿喀琉斯,而且这还是在她明言是他杀死了自己的丈夫与兄弟们的情况下;而阿伽门农对克律塞伊斯却从未做过类似的事。 问者:说得好。那么根据这些论据,克律塞伊斯并不希望被阿伽门农送走,而是克律塞斯自行做出了这些举动;或者如果她确实希望如此,她就显得过于愚蠢了,这样你就发表了与你承诺相反的论调。

§61.8

Δ. Ἀλλ’ οὖν μηδὲ δίκην δικάσῃς, φασί, πρὶν ἀμφοτέρων ἀκοῦσαι. λέγεις δὴ σοφὸν ὄντα τὸν Ὅμηρον; — Ἴσως. — Δ. Οὐκοῦν τὰ μὲν αὐτὸν λέγειν, τὰ δὲ τοῖς ἐντυγχάνουσι καταλιπεῖν αἰσθάνεσθαι. τοῦτο δὲ οὐ τῶν πάνυ ἀδήλων ἐστίν. ἡ γὰρ Χρυσηὶς κατ’ ἀρχὰς μέν, ὡς ἔοικεν, ἠγάπα μένειν παρὰ τῷ Ἀγαμέμνονι δι’ ἃς εἶπον αἰτίας καὶ τοῖς θεοῖς ᾔδει χάριν, ὅτι μηδενὶ δοθείη τῶν ἀδοξοτέρων, ἀλλὰ τῷ πάντων βασιλεῖ, κἀκεῖνος οὐκ ἀμελῶς ἔχοι πρὸς αὐτήν· ὥστε οὐκ ἔπραττε περὶ λύτρων.

狄奥:然而正如俗话所说,“未听双方陈辞,切勿妄下判决”。你总该承认荷马是智慧的吧? 问者:也许吧。 狄奥:那么,难道不是有的事情由他亲自道出,而另一些事情则留给读者去领会吗?而这并非属于完全晦涩不明的事。因为起初,正如所显明的那样,克律塞伊斯出于我所言的那些缘由,乐于留在阿伽门农身边,并且感念神恩,因她未被分给任何无名之辈,而是归于万民之王,且那位君王对她亦非漫不经心;因此她当时并未操办赎金之事。

§61.9

ἐπεὶ δὲ ἤκουε τὰ περὶ τὴν οἰκίαν τὴν τοῦ Ἀγαμέμνονος ὁποῖα ἦν, ὡς χαλεπά, καὶ τὴν ὠμότητα τῆς Κλυταιμνήστρας καὶ τὸ θράσος, ἐνταῦθα ἐφοβεῖτο τὴν εἰς τὸ Ἄργος ἄφιξιν. καὶ τὸν μὲν ἄλλον χρόνον παρέμενε στέργουσα ἴσως τὸν Ἀγαμέμνονα· ὅτε δὲ ἦν πρὸς τέλει ὁ πόλεμος καὶ διέρρει λόγος ὡς οὐκέτι δυνήσονται πλείω χρόνον ἀντέχειν οἱ Τρῶες, οὐ περιέμεινε τοῦ Ἰλίου τὴν ἅλωσιν. ᾔδει γὰρ ὡς τὸ πολὺ τοὺς νικῶντας ὑπερηφάνους γιγνομένους καὶ τὴν δεισιδαιμονίαν τότε μᾶλλον ἰσχύουσαν τὴν περὶ τὸν θεόν, ὅταν πολεμῶσιν οἱ ἄνθρωποι.

但当她听闻阿伽门农家中的境况究竟如何、何其险恶,以及克吕泰涅斯特拉的残忍与蛮横时,她便开始对前往阿尔戈斯心生恐惧。在其余的岁月里,她或许仍爱慕阿伽门农而留在他身边;但当战争临近尾声,特洛伊人将无法长久坚守的消息四处流传时,她便不再等待伊利昂的陷落。因为她深知征服者往往变得傲慢无度,而唯有人们身处战乱之中时,对神明的敬畏才最为有力。

§61.10

διὰ ταῦτα ἐκάλει τότε τὸν πατέρα καὶ δεῖσθαι τῶν Ἀχαιῶν ἐκέλευεν· ἐπυνθάνετο γάρ, ὡς ἔοικεν, ὅτι ἐγυναικοκρατοῦντο οἱ Ἀτρεῖδαι καὶ μεῖζον ἐφρόνουν τῶν ἀνδρῶν τούτων αἱ γυναῖκες, οὐκ ἐπὶ κάλλει μόνον, ἀλλὰ καὶ τὴν ἀρχὴν αὑταῖς νομίζουσαι προσήκειν μᾶλλον. τοὺς μὲν γὰρ Πελοπίδας τε εἶναι καὶ ἐπήλυδας τῆς Ἑλλάδος, αὐταὶ δὲ Ἀχαιίδες, Τυνδάρεω θυγατέρες καὶ Λήδας. ὁ δὲ Τυνδάρεως ἔνδοξος ἦν καὶ βασιλεὺς τῆς Σπάρτης, ὥστε καὶ τὴν Ἑλένην διὰ τοῦτο ἐμνήστευσαν οἱ ἄριστοι τῶν Ἑλλήνων καὶ βοηθήσειν ὤμοσαν.

正因如此,她当时召来父亲,命他向阿开奥斯人恳求;因为她似乎得知,阿特柔斯的后嗣受制于妇人,而这些男子的妻子们比丈夫心气更高,不仅恃容貌自傲,更认为王权理应属于她们自己。因为丈夫们不过是珀罗普斯的后代、希腊的外来客,而她们自己则是真正的阿开奥斯女子,是廷达瑞奥斯与勒达的女儿。廷达瑞奥斯名扬天下且为斯巴达之王,正因如此希腊最杰出的人士才竞相向海伦求婚并起誓相助。

§61.11

πρὸς δὲ τούτοις ἀδελφαὶ Κάστορος καὶ Πολυδεύκους ἦσαν, οἳ Διὸς παῖδες ἐνομίσθησαν καὶ θεοὶ μέχρι νῦν πᾶσι δοκοῦσι διὰ τὴν δύναμιν ἣν τότε ἔσχον. τῶν μὲν γὰρ ἐν Πελοποννήσῳ προεῖχον· τῶν δὲ ἔξω Πελοποννήσου μεγίστη δύναμις ἦν ἡ περὶ τὰς Ἀθήνας, καὶ ταύτην καθεῖλον ἐπιστρατεύσαντες Θησέως βασιλεύοντος. ἔτι δὲ ἀνεψιὸς ἐγεγόνει αὐτοῖς Μελέαγρος ὁ τῶν Ἑλλήνων ἄριστος. ταῦτα μὲν οὖν ἴσως οὐκ ἠπίστατο ἡ Χρυσηίς, τὸ δὲ φρόνημα ἤκουε τῶν γυναικῶν καὶ τὴν Ἑλένην ἐπεγίγνωσκεν, ὅσον ὑπερεῖχε τοῦ ἀνδρός· ὥστε ἐπειδὴ τὰ περὶ τὴν Ἀσίαν μεγάλα ἤκουε διά τε χώρας ἀρετὴν καὶ πλῆθος ἀνθρώπων καὶ χρημάτων, κατεφρόνησεν1 οὐ τοῦ Μενελάου μόνον, ἀλλὰ τοῦ τε Ἀγαμέμνονος καὶ ξυμπάσης τῆς Ἑλλάδος, καὶ ταῦτα εἵλετο ἀντ’ ἐκείνων.

此外,她们还是卡斯托尔与波吕丢刻斯的姐妹,那两位被视为宙斯之子,且因当时的赫赫威名至今仍被所有人奉为神明。因为他们在伯罗奔尼撒诸人中独占鳌头;而在伯罗奔尼撒之外,雅典一带的势力最为庞大,但他们也在忒修斯在位时起兵进犯,将其瓦解。此外,希腊最骁勇的梅列阿格罗斯也曾是他们的表亲。克律塞伊斯或许并不详知这些琐细掌故,但她听闻过那些女子的傲气,并从海伦身上看出她对丈夫有多么轻慢;以至于海伦因听闻亚细亚幅员辽阔、物产丰盈且人丁资财繁盛,便不仅蔑视墨涅拉奥斯,亦蔑视阿伽门农及全希腊,舍弃后者而选择了前者。

§61.12

ὁ μὲν οὖν Μενέλαος καὶ πρότερον ὑπεῖκε περὶ πάντων τῇ Ἑλένῃ καὶ ὕστερον εἰληφὼς αἰχμάλωτον ὅμως ἐθεράπευεν· ὁ δὲ Ἀγαμέμνων διὰ τὴν ἀρχὴν ἐπαιρόμενος τὴν Κλυταιμνήστραν ἠτίμασεν, ὥστε δῆλον ἦν ὅτι οὐκ ἀνέξοιντο ἀλλήλων, ἀλλ’ ἔσοιτο2 τοιαῦτα σχεδὸν ὁποῖα συνέπεσεν. οὐδὲ γὰρ ἐκεῖνα ἥδετο λέγοντος τοῦ Ἀγαμέμνονος3 ἡ Χρυσηίς, καὶ ταῦτα φανερῶς ἐν ἐκκλησίᾳ τῶν Ἀχαιῶν, ὅτι προτιμᾷ τῆς γυναικὸς αὐτὴν καὶ οὐδὲν ἡγοῖτο χείρονα· φθόνον γὰρ καὶ ζηλοτυπίαν ᾔδει φέροντα.

墨涅拉奥斯原本就在一切事上顺从海伦,后来哪怕将她俘获,仍旧对她百般奉迎;而阿伽门农却因手握大权而骄矜自大,羞辱了克吕泰涅斯特拉,以致明眼人皆知二人必不能相容,且势必发生与实际发生相差无几之事。甚至当阿伽门农当众在阿开奥斯人的集会上声称看重她胜过自己的妻子、认为她绝不逊色时,克律塞伊斯也绝无欣悦之情;因为她深知,此等言语只会招致怨恨与嫉妒。

语法注3 条
  1. 61.11ὥστε ἐπειδὴ τὰ περὶ τὴν Ἀσίαν μεγάλα ἤκουε ... κατεφρόνησεν

    此处需注意主语的转换。上文述及克律塞伊斯认清了“海伦在何等程度上压倒其夫(τὴν Ἑλένην ἐπεγίγνωσκεν, ὅσον ὑπερεῖχε τοῦ ἀνδρός)”,紧接着由 ὥστε 引出的从句其主语转换为海伦本人,而非克律塞伊斯。指海伦听闻小亚细亚物产丰盛,因而轻视墨涅拉奥斯乃至希腊,弃之而选择帕里斯与特洛伊。

  2. 61.12οὐκ ἀνέξοιντο ἀλλήλων, ἀλλ’ ἔσοιτο

    间接引语中的将来时希求语气(future optative)。由于主句为过去时(ἦν δῆλον ὅτι),根据从属句语气规则,原直陈式将来时(οὐκ ἀνέξονται, ἔσται)在此转变为将来希求式(ἀνέξοιντο, ἔσοιτο)。

  3. 61.12οὐδὲ γὰρ ἐκεῖνα ἥδετο λέγοντος τοῦ Ἀγαμέμνονος

    表示情感的动词 ἥδομαι 搭配属格补足语分词结构(λέγοντος τοῦ Ἀγαμέμνονος),并带有表内容的指代宾格(ἐκεῖνα),意为“听到阿伽门农说出那些话,她也并不感到欣悦”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:61.7-61.12