- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:61.1-61.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥与对话者讨论荷马对克律塞伊斯品性的刻画,指出她在被俘十年后仍愿离开阿伽门农并求父亲赎救,在情理上存在诸多反常之处。
Δ. Ἐπεὶ τυγχάνεις οὐ φαύλως ἐπαινοῦσα Ὅμηρον οὐδὲ ὥσπερ οἱ πολλοὶ πιστεύουσα τῇ δόξῃ προσποιῇ θαυμάζειν· ὃ δὲ δεινότατός ἐστιν, ᾔσθησαι τοῦ ποιητοῦ, τὴν περὶ τὰ πάθη τῶν ἀνθρώπων ἐμπειρίαν·1 τἄλλα μὲν ἐάσωμεν, εἰ ἐθέλεις, τὰ νῦν, τὰ τῶν βασιλέων καὶ στρατηγῶν, περὶ δὲ μιᾶς γυναικὸς σκεψώμεθα τῶν αἰχμαλώτων, ὁποίαν τινὰ πεποίηκε τὴν θυγατέρα τοῦ ἱερέως, ἧς εὐθὺς ἐμνήσθη κατ’ ἀρχὰς τῆς ποιήσεως. ὁ μὲν γὰρ Ἀγαμέμνων οὐ μόνον τὸ εἶδος, ἀλλὰ καὶ τὸν τρόπον ἐπαινεῖν ἔοικε τῆς παιδίσκης. λέγει γὰρ ὡς οὐδὲν εἴη τὰς φρένας χείρων τῆς αὐτοῦ γυναικός· δῆλον δὲ ὡς ἐκείνην οἰόμενος νοῦν ἔχειν. —
狄奥:既然你对荷马的赞美绝非泛泛之辈可比,也不像大众那样仅凭人云亦云便假装赞赏,而是看出了这位诗人最卓越之处,即他对人之情感的深刻洞察;那么,如果你愿意,我们暂且把关于国王和将帅的其余事务置于一旁,仅就战俘女子中的一位来考察一下:他究竟把那位在史诗开篇便立即提及的祭司之女塑造成了怎样的人物。因为阿伽门农似乎不仅称赞这少女的容貌,也称赞她的品性。他确实说过,她在心智上绝不逊于他自己的妻子;这显然表明他认为自己的妻子是极具心智的。
Τί δὲ; οὐκ ἄλλως τοῦτο εἴρηκε διὰ τὸν ἔρωτα ἀπατώμενος; — Δ. Ἰδεῖν ἄξιον· καίτοι χαλεπώτατον πείθειν τοὺς ἐρῶντας. καὶ γὰρ ὑπονοοῦσιν οἱ πολλοὶ καὶ ὀργίζονται ῥᾳδίως, καὶ οὐδέποτέ φασιν ἀγαπᾶσθαι κατ’ ἀξίαν ὑπὸ τῶν ἐρωμένων, ἄλλως τε ὅταν ὦσι κρείττους τοσοῦτον καὶ συνόντες μετ’ ἐξουσίας. — Ταῦτα δέ φημι συμβαίνειν τοῖς φαύλοις ἐρασταῖς. — Δ. Εἴτε οὖν σπουδαῖος ἦν ὁ Ἀγαμέμνων, ὀρθῶς ἐγίγνωσκε περὶ αὐτῆς, εἴτε τοῖς πολλοῖς ὅμοιος, οὐ ῥᾴδιον φαύλην οὖσαν ἀρέσαι τὸν τοιοῦτον, ὥστε ἀγαθὴν ὑπολαβεῖν.2
问者:那又如何?难道他不是因为情欲的迷惑而随口胡说的吗? 狄奥:这值得仔细推究。然而要劝服相爱之人是极其困难的;因为大众大多多疑且容易动怒,而且从来都声称自己未曾从心上人那里得到自己应得的爱慕,尤其是当他们在地位上高出甚多、凭特权与之同居时更是如此。 问者:可我认为这只发生在庸俗的爱恋者身上。 狄奥:那么,倘若阿伽门农是高尚之人,他对她的判断便合乎事实,而倘若他与常人无异,对于一个平庸卑劣的女子而言,要取悦这样的男人以致使他认为她贤德,绝非易事。
φέρε δὴ καὶ τἄλλα ἴδωμεν. — Καὶ τίνα ἄλλην ἀπόδειξιν ἔχεις παρά γε Ὁμήρῳ τοῦ τρόπου τῆς γυναικός; οὐδὲν γοῦν πεποίηκεν αὐτὴν πράττουσαν ἢ λέγουσαν, ἀλλὰ σιγῇ τῷ πατρὶ διδομένην. — Δ. Τί γάρ; ἐκ τῶν γενομένων περὶ αὐτὴν οὐκ ἄν τις συμβάλοι τὴν διάνοιαν μὴ πάνυ ἁπλῶς μηδὲ εὐήθως σκοπῶν; — Ἴσως. — πότερον οὖν οἰώμεθα τὸν Χρύσην ἀκούσης τῆς θυγατρὸς εἰς τὸ στρατόπεδον ἐλθεῖν μετὰ λύτρων ἅμα τὰ στέμματα κομίζοντα τοῦ θεοῦ καὶ τὸ πλῆθος ἱκετεύειν καὶ τοὺς βασιλέας ἀφιέναι αὐτήν, ἢ τοὐναντίον ἐκείνης δεομένης τοῦ πατρός, εἴ τι δύναιτο, βοηθεῖν;
来吧,让我们再看看其余的事实。 问者:但在荷马那里,关于这女子的品性,你还能有什么别的证据呢?诗人根本没有写她做过或说过任何事,不过是默默无言地被交还给父亲罢了。 狄奥:何出此言?从围绕着她所发生的事情中,只要一个人不是极其简单粗陋、毫无洞察地审视,难道还不能推知她的心意吗? 问者:也许能吧。 狄奥:那么,我们究竟是该认为克律塞斯是在女儿违心的情况下,带着赎金并携着神祇的花冠来到军营,乞求大众与诸王放她归来,还是相反,是因为女儿央求父亲,若有办法就尽力营救呢?
εἰ γὰρ ἔστεργε τοῖς παροῦσιν ἡ Χρυσηὶς καὶ τῷ Ἀγαμέμνονι συνεῖναι ἠβούλετο, οὐδέποτ’ ἂν εἵλετο Χρύσης ἅμα τὴν θυγατέρα λυπῶν τῷ βασιλεῖ ἀπεχθάνεσθαι, οὐκ ἀγνοῶν ὅπως εἶχε πρὸς αὐτήν. τὸ γὰρ συνεῖναι τῷ βασιλεῖ τὴν Χρυσηίδα στεργομένην οὐχ ἧττον τῷ Χρύσῃ συνέφερεν. καὶ γὰρ ἡ χώρα καὶ τὸ ἱερὸν καὶ αὐτὸς ὑπὸ τοῖς Ἀχαιοῖς ἐγεγόνει, κακεῖνος ἦν αὐτῶν κύριος.
因为如果克律塞伊斯满足于现状,并愿意与阿伽门农在一起,那么深知阿伽门农对她情意如何的克律塞斯,就绝不可能在让女儿痛苦的同时,还选择招致国王的怨恨。因为克律塞伊斯受到宠爱并留在国王身边,对克律塞斯而言同样大有裨益。毕竟这片土地、神庙以及他本人都已落入阿开奥斯人掌控之中,而阿伽门农正是这一切的主宰。
ἔτι δὲ πῶς παραχρῆμα μὲν ἁλούσης οὔτε ἦλθεν οὔτε ἐμέμνητο περὶ λύτρων, ὅτε εἰκὸς ἦν χαλεπώτερον φέρειν, χρόνῳ δὲ ὕστερον τῆς μὲν λύπης ἐλάττονος γεγενημένης, συνηθείας δὲ πρὸς τὸν Ἀγαμέμνονα πλείονος; δεκάτῳ γὰρ ἔτει τῆς πολιορκίας ταῦτα συμβῆναί φησιν ὁ ποιητής, τὰ περὶ τὴν ἄφιξιν τοῦ ἱερέως καὶ τὴν κομιδὴν τῶν λύτρων. τὰς δὲ περιοίκους πόλεις καὶ τὰς ἐλάττονας εἰκὸς ἦν εὐθὺς ἁλῶναι κατ’ ἀρχὰς τοῦ πολέμου, ὧν ὑπῆρχεν ἡ Χρῦσα καὶ τὸ ἱερόν. — Οὐκοῦν ὁ λόγος οὗτος πολλὴν ἀτοπίαν ἐπιδείκνυσι τῆς Χρυσηίδος, τὸ πρότερον μὲν αἰχμάλωτον οὖσαν ἀνέχεσθαι, προσφάτως στερομένην τοῦ πατρὸς καὶ τῆς πατρίδος, διελθόντων δὲ δέκα ἐτῶν χαλεπῶς φέρειν. —
再者,为何在她刚被俘获、按理说更难以忍受的时候,父亲既没有来,也不曾提及赎金的事,反倒在日后悲伤减轻、与阿伽门农的亲密与日俱增之时才来呢?因为诗人说过,关于祭司到来和送来赎金的这些事,发生在围城的第十年。而周边那些较小的城镇,包括克律萨和神庙在内,理应在战争初期就已被攻占了。 问者:如此看来,这番议论确实揭示了克律塞伊斯极大的反常:先前作为战俘、刚失去父亲和故土时她尚能忍受,过了十年之后反而难以忍受了。
Δ. Εἴ γε καὶ τὰ ἄλλα ἀκούσειας· οὐδὲ γὰρ τὸν τυχόντα ἐραστὴν ἅπαξ γενόμενον ἡδὺ ἀπολιπεῖν ταῖς ἐλευθέραις, μή τι γε3 τὸν ἐνδοξότατον καὶ πλουσιώτατον, βασιλέα μὲν τῶν Ἑλλήνων ξυμπάντων, μεγίστην δὲ ἔχοντα δύναμιν ἐν τοῖς τότε ἀνθρώποις, κύριον δὲ οὐ μόνον ἐκείνης, ἀλλὰ καὶ τοῦ πατρὸς καὶ τῆς πατρίδος, ἐλπίζοντα δὲ κρατήσειν ὀλίγου χρόνου καὶ τῆς Ἀσίας ʽτὸ γὰρ Ἴλιον φαύλως εἶχεν ἐκ πολλοῦ, καὶ μόλις διεφύλαττον αὐτὴν τὴν πόλιν, ἐπεξῄει δὲ οὐδεὶς εἰς μάχην̓, καὶ ταῦτα οὐ παρέργως ἔχοντος πρὸς αὐτὴν τοῦ βασιλέως, ἀλλὰ καὶ φανερῶς ὁμολογοῦντος προτιμᾶν τῆς αὑτοῦ γυναικός. τοσαῦτα ἀποπτύουσαν καὶ τηλικαῦτα ἀγαθά,4 καὶ τὸ μέγιστον ἐραστὴν οὐ μόνον βασιλέα μέγαν καὶ ἀνδρεῖον ἐν ὀλίγοις, ἀλλὰ καὶ νέον καὶ καλόν, ὥς φησιν Ὅμηρος τῷ Διὶ προσεικάζων αὐτόν, ἔπειτα εἰς ἑαλωκυῖαν ἀφικέσθαι τὴν πατρίδα καὶ συνοικεῖν ἑνὶ τῶν δούλων τῶν Ἀγαμέμνονος, εἴ γε ἔμελλε γαμεῖσθαι τῶν ἐγχωρίων τινί, πῶς οὐκ ἄτοπον;
狄奥:若是你听完其余的事实,就更会作如是想了!因为对于自由女子而言,一旦拥有了哪怕是个普通的爱人,抛弃他也是令人难受的,更不用说是最为显赫、最为富有的一位了——他不仅是全体希腊人的王者,在当时的人中拥有最强大的权力,不仅是她本人的主子,更是她父亲与祖国的主宰,而且期望不久也能掌控亚细亚(因为伊利昂早已衰败不堪,他们勉强守住城池本身,根本无人出城迎战);加之这位国王对她绝非漫不经心,甚至公开承认对她的看重超过自己的妻子。唾弃如此之多、如此之大的福祉,最重要的是,唾弃一位不仅是少数英勇伟大的王者,而且正如荷马将他比拟为宙斯那般年轻俊美的爱人,随后回到沦陷的祖国,哪怕是要嫁给当地的某个男子,也等于是与阿伽门农的奴仆同居,这怎能不是匪夷所思呢?
- 61.1ὃ δὲ δεινότατός ἐστιν, ᾔσθησαι τοῦ ποιητοῦ, τὴν περὶ τὰ πάθη τῶν ἀνθρώπων ἐμπειρίαν
动词 ᾔσθησαι 兼带表示人的属格补足语 τοῦ ποιητοῦ 与宾格宾语:由关系从句 ὃ δεινότατός ἐστιν(内宾格用法,“他在何处最擅长”)引出,并由同位语宾格短语 τὴν ... ἐμπειρίαν 加以具体阐明。这属于先取属格结合关系/内容宾格的复杂结构。
- 61.2οὐ ῥᾴδιον φαύλην οὖσαν ἀρέσαι τὸν τοιοῦτον, ὥστε ἀγαθὴν ὑπολαβεῖν
在非人称结构 οὐ ῥᾴδιον [ἐστι] 中,不定式 ἀρέσαι 作实际主语。分词短语 φαύλην οὖσαν 是不定式的逻辑主语(宾格),而 τὸν τοιοῦτον 则是 ἀρέσαι 的直接宾语(在后古典希腊语中 ἀρέσκω 常接宾格而非与格)。整句意为“一个卑劣的女子要取悦这样的男人、致使其认为她贤善,绝非易事”。
- 61.6μή τι γε
接在否定句之后的惯用省略短语,意为“更不用说……”、“何况……(much less / let alone)”。承接前文的 οὐδὲ ... ἡδὺ ἀπολιπεῖν,强调放弃最显赫、最富有的王者更是绝无可能。
- 61.6τοσαῦτα ἀποπτύουσαν καὶ τηλικαῦτα ἀγαθά
宾格分词 ἀποπτύουσαν 在统语上通过不定式 ἀφικέσθαι καὶ συνοικεῖν 与句末的疑问句 πῶς οὐκ ἄτοπον [ἐστι] 相连,作为该行为逻辑主语(克律塞伊斯)的宾格表述,构成核心骨架:“(她)唾弃如此之多且大的福祉……随后竟回到沦陷的祖国,这怎能不是匪夷所思呢?”
