← 金嘴狄翁

演说集

§60.5-60.10

赫拉克勒斯神话的理性阐释与对哲人技艺的称赞

狄翁完成了他的理性化阐释,指出半人马的诱导实为以奢靡与安逸暗害赫拉克勒斯的阴谋,而所谓长袍实指生活方式的软化;问者对此大加赞赏,将其比作泥塑艺人依模造形以及苏格拉底将一切日常话题引向哲学的技艺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§60.5

ταῦτα δὲ διελέγετο ὁ Κένταυρος ἐπιβουλεύων τῷ Ἡρακλεῖ, εἴ πως δύναιτο1 αὐτὸν ἐπὶ τρυφὴν ἀγαγεῖν καὶ ῥᾳθυμίαν· ᾔδει γὰρ ὅτι ἅμα τῷ μεταβαλεῖν τὸν βίον καὶ τὴν ἄσκησιν εὐχείρωτος ἔσται καὶ ἀσθενής. ἡ δὲ Δηιάνειρα ἀκούουσα οὐ παρέργως τοῖς λόγοις προσεῖχεν, ἀλλὰ ἐνεθυμεῖτο ὡς ὀρθῶς λέγοι ὁ Κένταυρος, ὥσπερ εἰκὸς ἦν βουλομένην τὸν ἄνδρα ὑφ’ ἑαυτῇ ἔχειν.2 ὁ δὲ Ἡρακλῆς ὑπονοήσας μηδὲν ὑγιὲς τὸν Κένταυρον λέγειν ἐκ τοῦ διαλέγεσθαι πρὸς τὴν Δηιάνειραν ἐπιμελῶς καὶ ὅτι ἐκείνη προσεῖχεν αὐτῷ, οὕτως δὴ ἐτόξευσεν αὐτόν.

半人马之所以进行这番谈话,是因为在暗中谋害赫拉克勒斯,看是否能设法将他引向奢靡与安逸;因为他深知,赫拉克勒斯一旦改变了生活方式和锻炼习惯,就会变得软弱而易于降服。得伊阿尼拉听着,并未对这些话掉以轻心,而是心中思量半人马所言极是,这对于一个想把丈夫掌控在自己手中的女人来说是合情合理的。然而赫拉克勒斯从半人马对得伊阿尼拉如此殷切的交谈以及她对他的专注倾听中,猜疑半人马言无善意,于是便放箭射中了他。

§60.6

ὁ δὲ ἀποθνῄσκων οὐδὲν ἧττον ἐκέλευσε τὴν Δηιάνειραν ἀναμνησθῆναι ὧν εἶπε καὶ ποιεῖν ὡς αὐτὸς παρῄνεσεν. ὕστερον δὲ ἡ Δηιάνειρα μεμνημένη τῶν λόγων τοῦ Κενταύρου καὶ ἅμα τοῦ Ἡρακλέους οὐδὲν ἀνιέντος, ἀλλὰ καὶ μακροτέραν ἀποδημίαν ἀποδημήσαντος, τὴν τελευταίαν ὅτε ἐξεῖλε τὴν Οἰχαλίαν, καὶ λεγομένου δὴ ὡς ἐρασθείη τῆς Ἰόλης, ἡγησαμένη βέλτιον εἶναι ἃ παρῄνεσεν ἀνύεσθαι, ἐπιτίθεται αὐτῷ καὶ, οἷον δὴ πέφυκε τὸ τῶν γυναικῶν αἱμύλον καὶ πανοῦργον, οὐ πρότερον ἀνῆκε πρὶν ἢ ἔπεισεν αὐτὸν τὰ μὲν παραμυθουμένη καὶ φάσκουσα ἐκείνου κήδεσθαι ὅπως μὴ κακοπαθῇ γυμνὸς τοῦ χειμῶνος καὶ τοῦ θέρους ὁμοίως ὑπομένων ἐν τῷ δέρματι τοῦ λέοντος, τὸ μὲν δέρμα ἀποθέσθαι, στολὴν δὲ ἀναλαβεῖν3 ὁμοίαν τοῖς ἄλλοις. καὶ τοῦτο δὴ ἦν ὁ λεγόμενος τῆς Δηιανείρας χιτών, ὃν ἐνέδυ ὁ Ἡρακλῆς.

但半人马垂死之际,仍旧嘱咐得伊阿尼拉记住所说的话,并按照他本人的规劝行事。后来,得伊阿尼拉记着半人马的言论,加之赫拉克勒斯没有丝毫收敛,反而踏上了更遥远的远征——那是他攻克俄卡利亚的最后一次远征——且世人传言他爱上了伊俄勒,她便认为付诸实施半人马的劝告是更好的做法,于是她便向他进言,施展出妇人天生的巧言令色与诡计,一面抚慰他,声称自己关切他,免得他赤身披着狮皮忍受冬寒夏暑而受苦,不达目的誓不罢休,直到劝服他褪下狮皮、换上如同常人一样的衣袍。而这,便是赫拉克勒斯所穿上的所谓得伊阿尼拉的长袍。

§60.8

ἅμα δὲ τῇ στολῇ καὶ τὴν ἄλλην δίαιταν ἐποίησεν αὐτὸν μεταβαλεῖν, ἐπί τε στρωμάτων καθεύδοντα καὶ μὴ θυραυλοῦντα τὰ πολλά, ὥσπερ εἰώθει πρότερον, μηδὲ αὐτουργοῦντα μηδὲ τροφῇ ὁμοίᾳ χρώμενον, ἀλλὰ σίτῳ τε ἐκπεπονημένῳ καὶ ὄψῳ καὶ οἴνῳ ἡδεῖ καὶ ὅσα δὴ τούτοις ἑπόμενά ἐστιν. ἐκ δὲ τῆς μεταβολῆς ταύτης, ὥσπερ ἦν οἶμαι ἀναγκαῖον, εἰς ἀσθένειαν καὶ μαλακίαν ἐμπεσὼν τοῦ σώματος καὶ ἡγησάμενος μηκέτ’ εἶναι ῥᾴδιον ἁψάμενον τρυφῆς ἀποθέσθαι αὐτήν, οὕτως δὴ ἐνέπρησεν αὑτόν, ἅμα μὲν κρεῖττον οἰόμενος ἀπηλλάχθαι τοῦ τοιούτου βίου, ἅμα δὲ δυσχεραίνων, ὅτι ἠνέσχετο τρυφῆς ἅψασθαι. ἔχεις δὴ τὸν παρ’ ἐμοῦ λόγον, ὁποῖον ἐγὼ ἠδυνάμην ὑπὲρ τοῦ μύθου εἰπεῖν. —

与衣袍相伴,她还使他改变了其余的生活起居:睡在卧榻褥垫上,不再像从前那样大多露宿户外,不再亲手操持劳作,不再食用从前那样的食物,而是享用精制的主食、美味的副食、香甜的葡萄酒以及附随于此的一切物品。由于这种转变,正如我想是必然的那样,他的身体陷入衰弱和萎靡,并且他认为一旦染上了奢靡便再难将其抛弃,于是他便以这种方式点火自焚:一方面认为摆脱这种生活更好,另一方面又对自己竟容忍染指奢靡而愤懑不已。关于这个神话,按照我所能解释的,你已听到我的说法了。

§60.9

Καὶ μὰ τὸν Δία οὐδαμῶς φαῦλος οὐδὲ ἀπίθανος δοκεῖ μοι εἶναι. καὶ οὐκ οἶδα ὅπως δοκεῖ μοι προσεοικέναι τὸ τῶν φιλοσόφων ἐνίων περὶ τοὺς λόγους ἁμῃγέπῃ τῷ τῶν κοροπλάθων. καὶ γὰρ ἐκεῖνοι τύπον τινὰ παρέχοντες, ὁποῖον ἂν πηλὸν εἰς τοῦτον ἐμβάλωσιν, ὅμοιον τῷ τύπῳ τὸ εἶδος ἀποτελοῦσιν· καὶ τῶν φιλοσόφων ἤδη τινὲς τοιοῦτοι γεγόνασιν, ὥστε ὁποῖον ἂν μῦθον ἢ λόγον λάβωσιν ἕλκοντες καὶ πλάττοντες κατὰ τὴν αὑτῶν διάνοιαν ὠφέλιμον καὶ φιλοσοφίᾳ πρέποντα ἀπέδειξαν·4 οἷον δὴ μάλιστα ἀκούομεν Σωκράτην γενέσθαι.

问者:指宙斯发誓,在我看来这绝非鄙陋无凭,亦非难以令人置信。不知怎的,我觉得某些哲学家在议论上的做法,颇与泥塑泥偶艺人的手法有几分相似。因为他们也是备好某种模型,无论将什么泥料投进去,都能制成契合那模型的形貌;哲学家中如今也有些人成了这样,以至于无论取来什么样的神话或言论,都能按照自己的心意加以牵引与捏塑,展现为于世有益且合乎哲学的道理;正如我们所听闻的苏格拉底尤为如此。

§60.10

ἐκεῖνος γὰρ εἰς ἅπαντας δὴ λόγους καὶ πάσας διατριβὰς καθίει, καὶ πρὸς ῥήτορας καὶ πρὸς σοφιστὰς καὶ πρὸς γεωμέτρας καὶ μουσικοὺς καὶ παιδοτρίβας καὶ τοὺς ἄλλους δημιουργούς, καὶ ἐν παλαίστραις καὶ ἐν συμποσίοις καὶ ἐν ἀγορᾷ οὐκ ἐκωλύετο ἐξ ἅπαντος τρόπου φιλοσοφεῖν καὶ προτρέπειν ἐπ’ ἀρετὴν τοὺς συνόντας, οὐκ ἰδίαν εἰσφέρων ὑπόθεσιν οὐδὲ πρόβλημα ἐσκεμμένον, ἀλλ’ ἀεὶ τῇ παρούσῃ χρώμενος καὶ ταύτην προσάγων πρὸς φιλοσοφίαν.

因为他投身于一切议论和所有的谈叙之中,面对修辞家、智者、几何学者、乐师、体能教练以及其他各类工匠,无论在角力场、会饮中还是市场上,都不受阻碍地以各种方式探究哲学并勉励同伴追求美德,他既不提出私设的命题,也不提出预先构想的疑难,而是始终利用眼前的话题,将其引向哲学。

语法注4 条
  1. 60.5εἴ πως δύναιτο

    εἰ 引导接愿望式(历史时态语境下的间接引语或目的性从句),表示企图或尝试的意向(“看是否能设法……”),修饰并补充主干分词 ἐπιβουλεύων 所蕴含的意图内容。

  2. 60.5ὥσπερ εἰκὸς ἦν βουλομένην τὸν ἄνδρα ὑφ’ ἑαυτῇ ἔχειν

    宾格分词 βουλομένην 处于非人称结构 εἰκὸς ἦν 的支配下,相当于带宾格主语的复合结构(省略了指代得伊阿尼拉或泛指女人的宾格代词),而非与上文的主格主语 Δηιάνειρα 保持一致。

  3. 60.7τὸ μὲν δέρμα ἀποθέσθαι, στολὴν δὲ ἀναλαβεῖν

    不定式 ἀποθέσθαι 与 ἀναλαβεῖν 充当前文动词 ἔπεισεν 的宾语补足语(“劝服他脱下……并穿上……”)。中间虽然插入了分词短语 τὰ μὲν παραμυθουμένη...,但在句法主干上直接承接 ἔπεισεν αὐτόν。

  4. 60.9ὁποῖον ἂν μῦθον ἢ λόγον λάβωσιν ἕλκοντες καὶ πλάττοντες κατὰ τὴν αὑτῶν διάνοιαν ὠφέλιμον καὶ φιλοσοφίᾳ πρέποντα ἀπέδειξαν

    关系从句 ὁποῖον ἂν ... λάβωσιν 采用虚拟式加 ἄν 表泛指条件;主节动词 ἀπέδειξαν 为格言式不定过去时(gnomic aorist),表示惯常的事实。形容词 ὠφέλιμον 与分词 πρέποντα 构成双重宾格结构中的宾语补足语(“将其展现为有益且合乎哲学的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:60.5-60.10