← 金嘴狄翁

演说集

§60.1-60.4

对涅索斯神话描写的批判与狄翁的新说

问者就世人对阿尔基洛科斯与索福克勒斯描写涅索斯神话的指责提出疑问,狄翁则打破大众常理提出新见,主张涅索斯根本未曾企图强暴得伊阿尼拉,而是试图用言语劝导来诱惑她。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§60.1

Ἔχεις μοι λῦσαι ταύτην τὴν ἀπορίαν, πότερον δικαίως ἐγκαλοῦσιν οἱ μὲν τῷ Ἀρχιλόχῳ, οἱ δὲ τῷ Σοφοκλεῖ περὶ τῶν κατὰ τὸν Νέσσον καὶ τὴν Δηιάνειραν ἢ οὔ; φασὶ γὰρ οἱ μὲν τὸν Ἀρχίλοχον ληρεῖν, ποιοῦντα τὴν Δηιάνειραν ἐν τῷ βιάζεσθαι ὑπὸ τοῦ Κενταύρου πρὸς τὸν Ἡρακλέα ῥαψῳδοῦσαν, ἀναμιμνῄσκουσαν τῆς τοῦ Ἀχελῴου μνηστείας καὶ τῶν τότε γενομένων· ὥστε πολλὴν σχολὴν εἶναι τῷ Νέσσῳ ὅ,τι ἐβούλετο πρᾶξαι· οἱ δὲ τὸν Σοφοκλέα πρὸ τοῦ καιροῦ πεποιηκέναι τὴν τοξείαν, διαβαινόντων αὐτῶν ἔτι τὸν ποταμόν· οὕτως γὰρ ἂν καὶ τὴν Δηιάνειραν ἀπολέσθαι, ἀφέντος τοῦ Κενταύρου. ἀλλὰ μή, καθάπερ εἴωθας, πολὺ παρὰ τὴν δόξαν λέγε καὶ πάντα μᾶλλον ἢ ὅ τις ἂν οἰηθείη. —

问者:关于涅索斯与得伊阿尼拉的故事,究竟一方对阿尔基洛科斯的指责与另一方对索福克勒斯的指责是有道理的,抑或并非如此,你能为我解开这个疑团吗?因为有人说阿尔基洛科斯胡扯,他让得伊阿尼拉在遭受半人马强暴之际,还对赫拉克勒斯吟诵长篇大论,提醒他阿刻罗俄斯求婚的事以及当时发生的情况,以至于涅索斯有充裕的闲暇做任何他想做的事;而另一些人则说索福克勒斯安排放箭为时过早,当时他们还在渡河;因为若那样的话,半人马一旦撒手,得伊阿尼拉也会丢了性命。但是,切莫照你惯常的那样,说出远悖常理的话,尽说些任何人都想不到的事情。

§60.2

Δ. Ἆρ’ οὖν κελεύεις με ταῦτά σοι λέγειν ἅ τις ἂν οἰηθείη ὀρθῶς οἰόμενος ἢ ἅ τις ἂν καὶ μὴ ὀρθῶς; — Ἐγὼ μὲν ἃ ἄν τις ὀρθῶς οἰόμενος. — Δ. Τί οὖν ἃ οἱ πολλοὶ ἄνθρωποι δοξάζουσιν; ἆρά γε ἀνάγκη τὸν βουλόμενον ὀρθῶς ἐξηγεῖσθαι παρὰ τὴν δόξαν τῶν πολλῶν λέγειν; — Ἀνάγκη. — Δ. Μὴ οὖν δυσκόλως ἀκολουθήσῃς, ἐὰν τοιοῦτον ῃ τὸ λεγόμενον· σκόπει δέ, εἰ μὴ δεόντως λέγεται. — Λέγε τοίνυν καὶ ἐξηγοῦ, ὅπως σοι δοκεῖ. — Δ. Οὐκοῦν λέγω σοι ὅτι ὅλον τὸ ἀγνόημά ἐστι περὶ τὸν μῦθον τὸ ἐπιχειρεῖν τὸν Κένταυρον συγγενέσθαι τῇ Δηιανείρᾳ. — Οὐ γὰρ ἐπεχείρησεν; —

狄翁:那么,你是要我对你说出一个人在正确思考时会想到的事呢,还是一个人即便不正确思考也会想到的事? 问者:我自然是指一个人正确思考时会想到的事。 狄翁:那么大众所持的见解又算什么呢?难道一个意图正确阐释的人,不是必然要说出违背大众意见的话吗? 问者:确实必然如此。 狄翁:那么,即便所说的话确是如此,你也切莫心怀抵触地听下去;但要考查所言是否得当。 问者:那么你就按你认为合适的方式说并阐释吧。 狄翁:那我便告诉你,关于这个神话的整个误解,就在于认为半人马曾企图与得伊阿尼拉交合这一端。 问者:难道他没有企图这样做吗?

§60.3

Δ. Οὔ. ἢ σοὶ δοκεῖ πιθανὸν εἶναι, ἐν ὄψει Ἡρακλέους τόξα ἔχοντος καὶ πεπειραμένον αὐτοῦ τῆς ἀρετῆς πρότερον,1 ἡνίκα μόνος τῶν Κενταύρων αὐτὸς διέφυγε παρὰ τοῦ Φόλου μηδὲν ἐκείνων τοιοῦτον ἀδικησάντων αὐτόν, ἐπιχειρεῖν συγγενέσθαι αὐτοῦ τῇ γυναικί; — Ἔχει μέν τινα ἀπορίαν τὸ τοιοῦτο· ἀλλὰ μὴ τοῦτο κινοῦντες καθόλου τὸν μῦθον ἀναιρῶμεν.2 — Δ. Οὐδαμῶς, ἄνπερ λογιζώμεθα ὡς ἐγένετο καὶ εἰκὸς ἦν γενέσθαι τὸ πρᾶγμα. — Οὕτω δὴ λέγοις. —

狄翁:没有。难道在赫拉克勒斯手持弓箭的注视之下,且早先已领教过他的武勇——当时在福洛斯那里,半人马并未对他犯下此等不义,他却是唯一逃脱的半人马——他还会企图与他的妻子交合,这对你来说显得合乎情理吗? 问者:此等情形固然有些难通之处;但我们切不可因动摇了这一点就将整个神话全盘否定。 狄翁:绝不至于此,只要我们推求事情是如何发生的,以及怎样发生才合乎情理。 问者:那你就这样说吧。

§60.4

Δ. Ὁ Νέσσος τὴν Δηιάνειραν εὐθὺς διακομίζων καὶ ἐν τῷ περᾶν ἐπεχείρει διαφθείρειν τοῦτον τὸν τρόπον, οὐχ ὅν φασι βιαζόμενος,3 ἀλλὰ λόγους ἐπιτηδείους λέγων πρὸς αὐτὴν καὶ διδάσκων ὅπως κρατήσει τοῦ Ἡρακλέους, λέγων ὅτι νῦν μὲν ἄγριός ἐστι καὶ χαλεπὸς καὶ ὀλίγον τινὰ χρόνον αὐτῇ συνέσται καὶ τοῦτον δυσκόλως διὰ τοὺς ἄθλους καὶ τὰς ἀποδημίας καὶ τὸν βίον, ὃν προῄρηται. ἐὰν δ᾽, ἔφη, σὺ πείσῃς αὐτὸν τὰ μὲν θεραπείᾳ, τὰ δὲ λόγοις, τῆς μὲν ταλαιπωρίας ταύτης καὶ τῶν πόνων ἐπανεῖναι, ζῆν δὲ ῥᾳθύμως καὶ ἡδέως, σοί τε πολὺ πρᾳότερος ἔσται καὶ ἄμεινον βιώσεται καί σοι τὸν λοιπὸν ἤδη συνέσται χρόνον οἴκοι μένων.

狄翁:涅索斯径直背送得伊阿尼拉过河,在渡河之际便试图用这种方式引诱她,并非如人们所说的那样诉诸强暴,而是对她说些中听的话,并指点她如何驾驭赫拉克勒斯。他说赫拉克勒斯如今性情暴烈凶狠,与她相聚的时间将会极少,而且由于那些劳役、远行以及他所选择的生活方式,相处起来也颇为艰难;但涅索斯又说,倘若你一方面用体贴侍奉、另一方面用言语说服他放弃这种辛苦与劳顿,过上安逸快活的生活,那么他对你就会温和得多,也会活得更好,从此便能留在家中与你共度余生。

语法注3 条
  1. 60.3ἐν ὄψει Ἡρακλέους τόξα ἔχοντος καὶ πεπειραμένον αὐτοῦ τῆς ἀρετῆς πρότερον

    阳性宾格分词 πεπειραμένον 作为不定式 ἐπιχειρεῖν 的逻辑主语,整个不定式短语作无人称表达 δοκεῖ πιθανὸν εἶναι 的主语。尽管其紧跟在属格短语 ἐν ὄψει Ἡρακλέους τόξα ἔχοντος 之后,格位仍回归到与不定式主语相一致的宾格。

  2. 60.3ἀλλὰ μὴ τοῦτο κινοῦντες καθόλου τὸν μῦθον ἀναιρῶμεν

    第一人称复数现在时虚拟式 ἀναιρῶμεν 前接 μή,构成表达顾虑或告诫的劝勉/禁止结构(“切莫……全盘否定”)。

  3. 60.4ἐπεχείρει διαφθείρειν τοῦτον τὸν τρόπον, οὐχ ὅν φασι βιαζόμενος

    διαφθείρειν 在此并非指肉体上的消灭,而是“引诱”、“败坏”或“动摇心志”之意。与分词 βιαζόμενος 搭配的状语性宾格短语 οὐχ ὅν φασι [τρόπον] 和后文的 ἀλλὰ λόγους ἐπιτηδείους λέγων 形成鲜明对照,突出了手段上的对立(即非武力强暴而是言辞诱惑)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:60.1-60.4