← 金嘴狄翁

演说集

§59.7-59.11

奥德修斯的虚假身世与菲洛克忒忒斯的接纳

乔装改扮的奥德修斯自称是被奥德修斯放逐的希腊士兵,并通过讲述帕拉墨得斯蒙冤被害的遭遇博取了菲洛克忒忒斯的同情。菲洛克忒忒斯同病相怜,向他道出自己的困顿处境,并愿意接纳他在居所暂歇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§59.7

Φ. Πόθεν δή; τοῦτο γὰρ πρῶτον εἰκός με εἰδέναι. — Ο. Ἀλλ̓ εἰμὶ Ἀργεῖος τῶν ἐπὶ Τροίαν πλευσάντων. — Φ. Πόθεν; εἰπὲ πάλιν, ὡς εἰδῶ σαφέστερον. — Ο. Οὐκοῦν δεύτερον ἀκούεις· τῶν ἐπ’ Ἴλιον στρατευσάντων Ἀχαιῶν εἶναί φημι. — Φ. Καλῶς δῆτα ἔφησθα ἐμὸς εἶναι φίλος, ὁπότε γε τῶν ἐμοὶ πολεμιωτάτων Ἀργείων πέφηνας. τούτων δὴ τῆς ἀδικίας αὐτίκα μάλα ὑφέξεις δίκην. — Ο. Ἀλλ’ ὢ πρὸς θεῶν ἐπίσχες ἀφεῖναι τὸ βέλος. — Φ. Οὐ δυνατόν, εἴπερ Ἕλλην ὢν τυγχάνεις, τὸ μὴ ἀπολωλέναι σε1 ἐν τῇδε τῇ ἡμέρᾳ. —

菲洛克忒忒斯:你究竟来自何方?因为我首先理应知晓此事。 奥德修斯:我是个阿耳戈斯人,属于出航进攻特洛伊的那些人。 菲洛克忒忒斯:来自何方?再说一遍,好让我了解得更清楚些。 奥德修斯:那么请听第二遍:我声明我是随征伊利昂的阿开奥斯人之一。 菲洛克忒忒斯:你方才竟还好意思说是我的朋友,而你分明已显出是阿耳戈斯人——那是我最大的死敌!因他们的不义,你即刻便要受到惩治。 奥德修斯:啊,看在诸神的份上,切莫射出这支箭! 菲洛克忒忒斯:只要你恰好是个希腊人,你今日若不丧命,是绝无可能的。

§59.8

Ο. Ἀλλὰ πέπονθά γε ὑπ’ αὐτῶν τοιαῦτα, ἐξ ὧν δικαίως σοὶ μὲν ἂν φίλος εἴην, ἐκείνων δὲ ἐχθρός. — Φ. Καὶ τί δὴ τοῦτό ἐστιν, ὃ πέπονθας οὕτως χαλεπόν; — Ο. Φυγάδα με ἤλασεν Ὀδυσσεὺς ἐκ τοῦ στρατοῦ. — Φ. Τί δὲ ἔδρας, ἐφ’ ὅτῳ τῆσδε τῆς δίκης ἔτυχες; — Ο. Οἶμαί σε γιγνώσκειν τὸν Ναυπλίου παῖδα Παλαμήδην. — Φ. Οὐ γὰρ δὴ τῶν ἐπιτυχόντων οὐδὲ ὀλίγου ἄξιος συνέπλει οὔτε τῷ στρατῷ οὔτε τοῖς ἡγεμόσιν. — Ο. Τὸν δὴ τοιοῦτον ἄνδρα ὁ κοινὸς τῶν Ἑλλήνων λυμεὼν διέφθειρεν. — Φ. Πότερον ἐκ τοῦ φανεροῦ μάχῃ κρατήσας ἢ μετὰ δόλου τινός; — Ο. Προδοσίαν ἐπενεγκὼν τοῦ στρατοῦ τοῖς Πριαμίδαις. — Φ. Ἦν δὲ κατ̓ ἀλήθειαν οὕτως ἔχον ἢ πέπονθε κατεψευσμένος; — Ο. Πῶς δ᾽ ἂν δικαίως γένοιτο τῶν ὑπ’ ἐκείνου γιγνομένων ὁτιοῦν; —

奥德修斯:然而我受过他们那样的虐待,基于那些缘由,理当可以使我成为你的朋友,却成为他们的仇敌。 菲洛克忒忒斯:那你所遭受的如此严酷之事究竟是什么? 奥德修斯:奥德修斯将我作为逃亡者逐出了军队。 菲洛克忒忒斯:那你做了何事,以至于落得这般惩治? 奥德修斯:想必你知道瑙普利奥斯之子帕拉墨得斯。 菲洛克忒忒斯:自然知道,因为他一同出航,绝非寻常之人,对大军与将领们也绝非微不足道之辈。 奥德修斯:正是这样一个人,被那全希腊的祸害给毁掉了。 菲洛克忒忒斯:是在交战中公开将他制伏,还是凭借了某种诡计? 奥德修斯:是借着诬告他向普里阿摩斯的子嗣背叛全军。 菲洛克忒忒斯:事情依实情果然如此,还是他是遭诬陷而受害? 奥德修斯:出自那人之手的任何勾当,又怎可能是正义的呢?

§59.9

Φ. Ὦ μηδενὸς ἀποσχόμενος τῶν χαλεπωτάτων, λόγῳ τε καὶ ἔργῳ πανουργότατε ἀνθρώπων Ὀδυσσεῦ, οἷον αὖ τοῦτον ἄνδρα ἀνῄρηκας, ὃς οὐδὲν ἧττον ὠφέλιμος ἦν τοῖς ξυμμάχοις ἤπερ οἶμαι σύ, τὰ κάλλιστα καὶ σοφώτατα ἀνευρίσκων καὶ συντιθείς· ὥσπερ ἀμέλει κἀμὲ ἐξέθηκας, ὑπὲρ τῆς κοινῆς σωτηρίας τε καὶ νίκης περιπεσόντα τῇδε τῇ ξυμφορᾷ, δεικνύντα τὸν Χρύσης βωμόν, οὗ θύσαντες κρατήσειν ἔμελλον τῶν πολεμίων· εἰ δὲ μή, μάτην ἐγίγνετο ἡ στρατεία. ἀλλὰ τί δή σοι προσῆκον τῆς Παλαμήδους τύχης;2 —

菲洛克忒忒斯:哦,奥德修斯,你对任何最凶残的恶事都绝不避讳,在言辞与行动上都是凡人中最奸恶的恶徒!你竟又除掉了这样一个人物!据我看,他在发现和构想最美好、最明智之事上,对同盟者的用处绝不亚于你;正如你当年遗弃我一样——我当时为了共同的获救与胜利而陷入这场厄运,指明了克律塞的祭坛,唯有在那里献祭,大军才能克敌制胜;否则此次远征必将归于徒劳。可是,帕拉墨得斯的命运与你究竟有何相干?

§59.10

Ο. Εὖ ἴσθι ὅτι ἐπὶ πάντας τοὺς ἐκείνου φίλους ἦλθε τὸ κακὸν καὶ πάντες ἀπολώλασιν, ὅστις μὴ φυγεῖν ἠδυνήθη. οὕτω δὲ κἀγὼ τῆς παροιχομένης νυκτὸς διαπλεύσας μόνος δεῦρο ἐσώθην. σχεδὸν μὲν οὖν ἐν ὅσῃ ἔγωγε χρείᾳ καθέστηκας αὐτός.3 εἰ δ’ οὖν ἔχεις τινὰ μηχανήν, ξυμπροθυμηθεὶς ἡμῖν περὶ τὸν οἴκαδε ἀπόπλουν ἡμᾶς τε εὖ πεποιηκὼς ἔσῃ καὶ ἅμα ἄγγελον ἀποπέμψεις πρὸς τοὺς σεαυτοῦ οἴκαδε τῶν σοὶ προσόντων κακῶν. —

奥德修斯:你且确知,那场祸害临到了他所有的朋友身上,凡未能逃脱者,全都已丧命。我也是如此,在刚刚过去的夜里独自渡海逃生,才幸免于难来到这里。由此看来,你自己所处的困顿境地几乎也同我一样。不过,倘若你有什么办法,能就回乡启航一事与我们同心竭力,你既对我施了恩德,同时也能向你在家乡的亲人派出一名信使,报知缠绕着你的这些不幸。

§59.11

Ἀλλ̓, ὦ δύστηνε, πρὸς τοιοῦτον ἕτερον ἥκεις ξύμμαχον, αὐτόν τε ἄπορον καὶ ἔρημον φίλων ἐπὶ τῆσδε τῆς ἀκτῆς ἐρριμμένον, γλίσχρως καὶ μόλις ἀπὸ τῶνδε τῶν τόξων πορίζοντα καὶ τροφὴν καὶ ἐσθῆτα, ὡς ὁρᾷς. ἣ γὰρ ἦν ἡμῖν ἐσθὴς πρότερον, ὑπὸ τοῦ χρόνου ἀνάλωται. εἰ δὲ δὴ τοῦδ’ ἐθελήσεις κοινωνεῖν τοῦ βίου μεθ’ ἡμῶν ἐνθάδε, ἕως ἂν ἑτέρα σοι παραπέσῃ σωτηρία ποθέν, οὐκ ἂν φθονοῖμεν. δυσχερῆ γε μὴν τἄνδον ὁράματα, ὦ ξένε, τελαμῶνές τε ἀνάπλεοι καὶ ἄλλα σημεῖα τῆς νόσου· αὐτός τε οὐχ ἡδὺς ξυγγενέσθαι, ὅταν ἡ ὀδύνη προσπέσῃ. καίτοι λελώφηκε τῷ χρόνῳ τὸ πολὺ τῆς νόσου, κατ̓ ἀρχὰς δὲ οὐδαμῶς ἀνεκτὸς ἦν.

菲洛克忒忒斯:然而,可怜的人哪,你所投奔的竟是另一个同病相怜的盟友——他自己也是一贫如洗、无朋无友地被抛弃在这片海岸上,如你所见,仅仅依靠这副弓箭极其艰难拮据地获取饮食与衣裳。因为我们从前所有的衣物,早已随着岁月消磨殆尽。如果你确实愿意在此与我们分担这般生活,直到从别处为你降临另一种生机,我们是不会吝惜的。然而,外邦人啊,里面的景象令人不快,浸透污秽的布带以及其他的病患痕迹;当阵痛发作时,我自己也是个不易相处的同伴。不过,随着时间的推移,病情的大半已经缓解,但在起初,那确实是绝难忍受的。

语法注3 条
  1. 59.7τὸ μὴ ἀπολωλέναι σε

    跟随在否定含义表达(οὐ δυνατόν)之后的带有冗余否定词 μή 的冠词不定词短语。在句法上,它充当 οὐ δυνατόν [ἐστι] 的主语从句(“你今日未曾丧命是不可能的”)。

  2. 59.9τί δή σοι προσῆκον τῆς Παλαμήδους τύχης;

    非人称动词 προσήκει(“与……相关、有份额”)的中性单数分词 προσῆκον 与省略的系动词(ἦν 或 ἐστίν)构成谓语。它支配人称与格(σοί)和部分属格(τῆς Παλαμήδους τύχης),意为“帕拉墨得斯的命运与你究竟有何相干?”

  3. 59.10σχεδὸν μὲν οὖν ἐν ὅσῃ ἔγωγε χρείᾳ καθέστηκας αὐτός

    关系从句前置且省略指示先行词的倒装与省略结构。完整句式骨架为 καθέστηκας αὐτὸς [ἐν τοσαύτῃ χρείᾳ] ἐν ὅσῃ ἔγωγε [καθέστηκα](“你自己所处的困境几乎和我所处的困境一样多”)。这是奥德修斯看到菲洛克忒忒斯穷困凄惨后所作出的评述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:59.7-59.11