- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:6.41-6.51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者描绘了僭主在晚年所面临的死亡恐惧、无端猜忌以及无法享受快乐的荒谬心境,论述了统治者如何饱受臣民反噬之虞,并在和平与战争的双重困境中备受折磨。
οὐ ῥᾴδιον μὲν γὰρ ἄνδρα γηρᾶσαι τύραννον, χαλεπὸν δὲ τυράννου γῆρας, οὐχ οἷον ἵππου φασίν.1 οἵ τε γὰρ πεπονθότες κακῶς πλείους οἵ τε καταφρονοῦντες· αὐτὸς δὲ τῷ σώματι βοηθεῖν ἀδύνατος αὑτῷ. πάντα μὲν οὖν τὰ δεινὰ πέφυκε μᾶλλον ἐκπλήττειν τοὺς προσδεχομένους ἢ λυπεῖν τοὺς πειραθέντας, καὶ πενία καὶ φυγὴ καὶ δεσμοὶ καὶ ἀτιμία. τοῦ θανάτου δὲ εἴ τις ἀφέλοι τὸ δέος, οὐδὲν ὑπολείπεται δυσχερές· οὐ γὰρ μόνον αὐτὸς οὐκ ἐνοχλεῖ τοὺς παθόντας, ἀλλʼ οὐδὲν ἔτι λυποῦνται. ὁ δὲ φόβος οὕτω χαλεπός ἐστιν ὥστε πολλοὶ ἤδη προέλαβον τὸ ἔργον· οἱ μὲν γὰρ ἐν νηὶ χειμαζόμενοι οὐ περιέμειναν καταδῦναι τὴν ναῦν, ἀλλὰ πρότερον αὑτοὺς ἀπέσφαξαν, οἱ δὲ πολεμίων περιειληφότων, σαφῶς εἰδότες ὅτι οὐδὲν πείσονται δεινότερον.
因为僭主能够活到老年绝非易事,而僭主的晚年是极其凄惨的,绝不像人们所说的那种老马境况。因为遭受其害的人与藐视他的人都与日俱增,而他自己在肉体上已无力自保。实际上,一切可怕之事比起让亲历者痛苦,往往更能让等待它降临的人心惊胆战,贫穷、流亡、桎梏与耻辱皆是如此。倘若有人能除掉对死亡的恐惧,便再无任何艰难之事遗留下来;因为死本身不仅不会打扰遭受它的人,而且他们也再不会有任何痛苦。然而这种恐惧是如此沉重,以致许多人早已抢先付诸行动:在海上遭遇风暴的人,不等船只沉没,便先自行自尽;遭敌人包围的人也是如此,他们清楚地知道自己绝不会遭受比这更可怕的事。
τοῦτο δὴ τὸ χαλεπὸν ἀεὶ πάρεστι τοῖς μονάρχοις, ὁμοίως μὲν ἡμέρας, ὁμοίως δὲ νυκτός. καὶ τοῖς μὲν καταδικασθεῖσιν ἡμέρα ῥητὴ πρόκειται, ἐν ᾗ δεῖ ἀποθνήσκειν, τοῖς δὲ καὶ τοῦτο ἄδηλον, εἴτε μετʼ ὀλίγον εἴτε ἤδη, καὶ οὐδεὶς καιρός, οὐδὲ ὁ βραχύτατος, ἀπήλλακται τούτου τοῦ δέους, ἀλλὰ καὶ ἐσθίοντα ἀνάγκη δεδιέναι καὶ θύοντα τοῖς θεοῖς καὶ συμπίνειν τούτῳ τῷ φόβῳ καὶ συγκαθεύδειν.
这沉重的祸患日夜同样时刻伴随着君主们。被判死刑的人尚有确定的受刑之日,必须在那一天受死;但对于君主们而言,甚至连这一点都不可知,不知是稍后还是眼下;没有任何时刻,哪怕最短暂的片刻,能够摆脱这种恐惧;反而连在用膳时也必须心怀恐惧,在祭神时亦然,他必须与这种恐惧同饮,与这种恐惧共眠。
εἰ δέ ποτε ἐπέλθοι παίζειν τοῖς τοιούτοις, καὶ πρὸς ἀφροδισίοις γιγνόμενος, ἐὰν καὶ πάνυ τύχῃ ἐρῶν, μέμνηται τοῦ θανάτου, ὡς τυχὸν ὑπʼ αὐτῶν τῶν ἐρωμένων ἀπολούμενος, ὥστε μοι δοκεῖ τότε μόνον χαίρειν, ἐπειδὰν πληγῇ, ἀνὴρ τύραννος, ὡς τοῦ μεγίστου κακοῦ ἀπηλλαγμένος. τὸ δὲ πάντων ἀτοπώτατον, οἱ μὲν γὰρ ἄλλοι ἴσασιν ἐν ταῖς ἀνιάτοις γιγνόμενοι συμφοραῖς, ὥστε οὐ πολὺν χρόνον κακοπαθοῦσιν, οἷς ἂν μὴ ἀδύνατον ᾖ τὸ ἀποθνήσκειν· οἱ δὲ τύραννοι τὰ μέγιστα κακὰ ἔχοντες ἐν τοῖς μεγίστοις νομίζουσιν ἀγαθοῖς εἶναι, οἶμαι τῇ δόξῃ τῶν ἄλλων ἀνθρώπων ἐξηπατημένοι τῶν ἀπείρων τοῦ πράγματος. καὶ ταύτην ὁ θεὸς αὐτοῖς τὴν ἄγνοιαν συνέζευξεν, ἵνα παραμένωσι κολαζόμενοι.
倘若此类人有时起了寻欢作乐的念头,即使在纵情声色之际,哪怕他正深坠爱河,也会忆起死亡,唯恐或许会丧命在自己所爱之人的手中;因此在我看来,一个身为僭主的人唯有在那个时刻才会感到欢欣,那就是在他被刺中的时候,仿佛终于从最大的灾祸中解脱出来一般。而最荒谬的是,其他人陷入无可救药的不幸时自己是心知肚明的,因此只要能够去死,便不会受苦太久;但僭主们身负极大的灾难,却自以为处于极大的福祉之中,我想这是被那些对此事毫无经验的外人的看法所蒙骗了。而神将这种愚昧与他们连结在一起,正是为了让他们继续遭受惩罚。
δοκεῖ δὲ τοῖς μὲν εὖ πράττουσι τῶν ἀνθρώπων ὁ μὲν βίος ἀμείνων, ὁ δὲ θάνατος διὰ τοῦτο λυπηρότερος· οἱ δὲ αὖ κακῶς ζῶντες τὸν βίον δοκοῦσι δυσχερέστερον φέρειν, τὸν δὲ θάνατον ἥδιον προσδέχεσθαι. τοῖς δέ γε τυράννοις ἀμφότερα ταῦτα χαλεπώτερα ἢ τοῖς ἄλλοις· ζῶσι μὲν γὰρ πολὺ ἀηδέστερον τῶν πάνυ ἐπιθυμούντων τεθνάναι, τὸν δὲ θάνατον οὕτω δεδοίκασιν ὡς ἥδιστα διάγοντες ἐν τῷ βίῳ.
在境遇优渥的人看来,生命更为美好,因此死亡更为痛苦;而那些过着悲惨生活的人,似乎更难忍受人生,也更乐意迎接死亡。然而对于僭主们而言,这两者都比对其他人更为残酷:因为他们活着远比那些极度渴望死去的人更加苦涩,然而他们惧怕死亡的程度,却与在尘世中过得最惬意的人毫无二致。
πεφυκότος δὲ τοῦ τὰ μὲν ἡδέα μᾶλλον εὐφραίνειν, ὅταν ᾖ σπάνια, τοῖς δὲ συνεχῶς χρωμένοις εἰς ἀηδίαν περιίστασθαι, τὰ δὲ κακὰ χαλεπώτερα εἶναι μηδέποτε ἀπαλλαττόμενα,2 σχεδὸν ἀμφότερα τοῖς τυράννοις καὶ τὰ ἡδέα καὶ τὰ λυπηρὰ ἀεὶ πάρεστιν, ὡς λυπούμενον μὲν μηδέποτε παύεσθαι σχεδόν, ἡδόμενον δὲ μηδέποτε αἰσθάνεσθαι.
由于事物的本性是,怡人之事唯在罕见时才更能使人愉悦,而对于持续享用之人则会转为厌恶,邪恶不幸之事若从未解除则愈加沉重,因此对僭主们而言,几乎怡人之事与痛苦之事并存且常在,以致他几乎从未止息忧伤,却从未切实感受到快乐。
δέδοικε δὲ ἀεί ποτε τῶν μὲν πλουσίων τὴν δύναμιν, τῶν δὲ ἀπόρων τὴν ἐπιθυμίαν τοῦ πλούτου. μόνοις δὲ τοῖς μονάρχοις τῶν μὲν εὖ παθόντων οὐδεὶς οἶδε χάριν· οὐδέποτε γὰρ ἡγοῦνται τῶν ἱκανῶν τυγχάνειν· οἱ δὲ μὴ τυγχάνοντες ὧν βούλονται πάντων μάλιστα μισοῦσιν αὐτούς.
他始终畏惧富人的势力,又畏惧穷人对财富的贪欲。唯独对于君主,蒙受恩惠的人中无一人懂得感恩,因为他们绝不认为自己得到了足够的东西;而那些未能得到所欲之物的人,则比所有人都更憎恨他们。
καὶ μὴν ἐπιφθονώτατος3 ἁπάντων ὁ πλεῖστα μὴ δικαίως ἔχων· ὥστε οὐδεὶς τυράννου ἐπιφθονώτερός ἐστιν. πρὸς δὲ τούτοις ἀνάγκη μὲν αὐτῷ χαρίζεσθαι τοῖς περὶ αὐτόν· εἰ δὲ μή, τάχιστα ἀπολεῖται. χαρίζεσθαι δὲ πολλάκις πολλοῖς οὐ ῥᾴδιον μὴ ἄλλων ἀφαιρούμενον. ἔχει δὴ καὶ τοὺς ἀφαιρεθέντας ἐχθροὺς καὶ τοὺς εἰληφότας ὑπόπτους καὶ ζητοῦντας ὅτι τάχιστα ἀπηλλάχθαι. τὰ μὲν οὖν πόρρω διὰ τὸ πολὺ ἀφεστάναι φοβεῖται, τὰ δὲ ἐγγύς, ὅτι πλησίον ἐστὶν αὐτῷ, καὶ παρὰ μὲν τῶν μακρόθεν ὑφορᾶται πόλεμον, παρὰ δὲ τῶν ἐγγὺς δόλον.
况且,通过不义手段占有最多之物的人,最招人嫉恨;因此没有人比僭主更招人怨恨了。此外,他必须讨好身边的人,若非如此,便会迅速覆灭。然而,若不剥夺其他人的财产,便很难频繁地讨好众人。于是,他既有那些被剥夺者成为仇敌,又有那些受惠者变得可疑并企图尽快摆脱他。因此,远方之物他因相距甚远而畏惧,身旁之物他因近在咫尺而畏惧;他防范远方之人发动战争,又提防近处之人暗施奸计。
καὶ τὴν μὲν εἰρήνην ἀσύμφορον νομίζει διὰ τὴν τῶν ἀνθρώπων σχολήν, τὸν δὲ πόλεμον, ὅτι ἀνάγκη τοὺς ὑπηκόους ἐνοχλεῖν καὶ χρήματα πορίζοντα καὶ στρατεύεσθαι προσαναγκάζοντα. τοιγαροῦν πολέμου μὲν ὄντος εἰρήνης ἐρῶσιν, εἰρήνης δὲ γενομένης εὐθὺς μηχανῶνται πόλεμον.
他认为和平不利,是因为人们会因此闲散;他又认为战争不利,是因为不得不因征集财物与强令服役而烦扰臣民。因此,战事当前他们便渴望和平,而一旦和平降临,他们又立即策划战争。
- 6.41οὐχ οἷον ἵππου φασίν
省略句,相当于 οὐχ οἷόν φασι τὸ τοῦ ἵππου γῆρας εἶναι。「老马的晚年」(ἵππου γῆρας)是当时的谚语,指曾立功的名马年老力衰后的凄凉境遇。此处用作对比,强调僭主的晚年绝不像老马那样单纯承受老衰,而是伴随着永无休止的恐怖与猜忌,远比谚语所述更为险恶。
- 6.48πεφυκότος δὲ τοῦ τὰ μὲν ἡδέα μᾶλλον εὐφραίνειν, ὅταν ᾖ σπάνια, τοῖς δὲ συνεχῶς χρωμένοις εἰς ἀηδίαν περιίστασθαι, τὰ δὲ κακὰ χαλεπώτερα εἶναι μηδέποτε ἀπαλλαττόμενα
复合属格绝对结构(genitive absolute)。中性属格单数冠词 τοῦ 将后文并列的不定词小句(τὰ μὲν ἡδέα... εὐφραίνειν / περιίστασθαι 与 τὰ δὲ κακὰ... εἶναι)整体实体化为名词短语,作为分词 πεφυκότος 的逻辑主语,意为「由于怡人之事……而恶劣之事……乃是其本性」。
- 6.50ἐπιφθονώτατος
形容词 ἐπίφθονος 既可表主动义(「嫉妒的」),也可表被动义(「遭人嫉恨的」)。根据后文语境(不义多得之人最受嫉妒与仇视),此处取被动义,作述语表示「最招致怨恨与嫉妒的」。
