- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:6.31-6.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第欧根尼效法诸神并借鉴动物的智慧,肯定了自己自足自乐的自由生活;同时,他将其与波斯国王的处境相对照,指出君王虽坐拥财富与权力,却深陷无休止的猜疑、恐惧与无可逃脱的悲惨之中。
καὶ τροφῆς ὅπως εὐπορήσει τῆς ἱκανῆς ἐπεμελεῖτο καὶ ἐσθῆτος τῆς μετρίας, πραγμάτων δὲ καὶ δικῶν καὶ φιλονικιῶν καὶ πολέμων καὶ στάσεων ἐκτὸς ἦν. καὶ μάλιστα ἐμιμεῖτο τῶν θεῶν τὸν βίον· ἐκείνους γὰρ μόνους φησὶν Ὅμηρος ῥᾳδίως ζῆν, ὡς τῶν ἀνθρώπων ἐπιπόνως καὶ χαλεπῶς βιούντων. τὰ δὲ τοιαῦτα ἔφη καὶ τὰ θηρία διορᾶν.
他留心使自己获得充足的食物和适度的衣物,而将政务、诉讼、纷争、战争与内讧置之度外。他最竭力模仿的是诸神的生活;因为荷马说,唯有诸神轻松自如地活着,而人类则在劳碌与困顿中度日。他说,这类道理就连野兽也能察觉。
τοὺς μὲν γὰρ πελαργοὺς τὰ θερμὰ τοῦ θέρους ἀπολείποντας εἰς τὸν εὔκρατον ἀέρα ἀφικνεῖσθαι, καὶ διαγαγόντας ἐνταῦθα ὁπόσον ἥδιστον τοῦ χρόνου, μετὰ ταῦτα ἀθρόους ἀπιέναι, τὸν χειμῶνα ὑποχωροῦντας, τὰς δὲ γεράνους ἐπιφοιτᾶν τῷ σπόρῳ, χειμῶνα μετρίως φερούσας, καὶ τῆς τροφῆς ἕνεκα.
例如,鹳鸟在炎夏离开热地,前往气候温和之处,在那里度过最为怡人的时光之后,便结群离去以避严冬;鹤鸟则在播种时节飞来,凭借适度耐寒的能力,并为了寻觅食粮。
τὰς δὲ ἐλάφους καὶ τοὺς λαγὼς τοῦ μὲν ψύχους εἰς τὰ πεδία καὶ τὰ κοῖλα καταβαίνειν ἐκ τῶν ὀρῶν, κἀνταῦθα ὑποστέλλειν τοῖς ἀπηνέμοις καὶ προσηνέσι, τοῦ δὲ καύματος εἰς τὴν ὕλην ἀποχωρεῖν καὶ τὰ βορειότατα τῶν χωρίων.
鹿和野兔在寒冷时节从山上下到平原与洼地,在那里避入避风而宜人的处所;到了酷热时节,便退入树林和最偏北的地带。
ὁρῶν δὲ τοὺς ἄλλους ἀνθρώπους ἅπαντα μὲν τὸν βίον ταραττομένους, ἅπαντα δὲ ἀλλήλοις ἐπιβουλεύοντας, ἀεὶ δὲ ἐν κακοῖς ὄντας μυρίοις, μηδέποτε δὲ ἡσυχίαν δυναμένους ἄγειν, ἀλλὰ μηδὲ ἐν ταῖς ἱερομηνίαις μηδὲ ἂν ἐκεχειρίαν ἐπαγγέλλωσι, καὶ ταῦτα ξύμπαντα διʼ οὐδὲν ἕτερον τὰ μὲν δρῶντας, τὰ δὲ πάσχοντας, ἢ ὅπως ζῆν δυνήσονται,1 καὶ μάλιστα δὴ δεδιότας μήποτε αὐτοὺς ἐπιλίπῃ τἀναγκαῖα δὴ λεγόμενα, ἔτι δὲ φροντίζοντας καὶ ζητοῦντας ὅπως παισὶ τοῖς αὑτῶν καταλίπωσι πολλὰ χρήματα, ἐθαύμαζεν ὅτι μηδὲν αὐτὸς πράττοι τοιοῦτον, ἀλλὰ μόνος δὴ τῶν ἁπάντων ἐλεύθερός ἐστι καὶ οὐδεὶς ἄλλος συνίησι τῆς αὑτοῦ μάλιστα εὐδαιμονίας.
然而,看到其他人一生动荡不安,处处相互算计,时刻陷于无数灾祸之中,从未能得享安宁——甚至在神圣节日里,或者即便宣布休战时亦不得安生;他们做这一切、受这一切,不为别的,只为能够活下去;他们尤为畏惧所谓的必需品匮乏,还忧虑奔忙着如何给子女留下巨额财产;见此情景,他深感惊异:自己竟丝毫不做此类事情,反而是普天之下唯一的自由人,而没有一个人能领会到他这极大的幸福。
ὥστε οὐκέθʼ αὑτὸν ἠξίου τῷ Περσῶν βασιλεῖ παραβάλλειν· πολὺ γὰρ εἶναι τὸ μεταξύ. τὸν μὲν γὰρ ἀθλιώτατον ἁπάντων τυγχάνειν, φοβούμενον μὲν ἐν τοσούτῳ χρυσῷ πενίαν, φοβούμενον δὲ νόσους, τῶν δὲ νοσερῶν ἀπέχεσθαι μὴ δυνάμενον, ἐκπεπληγμένον δὲ τὸν θάνατον, καὶ πάντας ἐπιβουλεύειν αὐτῷ νομίζοντα μέχρι τῶν παίδων τε καὶ ἀδελφῶν.
因此,他不再屑于将自己与波斯国王相比;因为两人之间的差距实在太大了。那位国王乃是世间最悲惨之人:身处巨额黄金之中却害怕贫困,害怕疾病却又无法禁绝有害健康的事物,对死亡惊恐万状,并认定所有人都在图谋害他,直至自己的子女和兄弟。
διὰ δὲ ταῦτα μήτε ἐσθίοντα ἥδεσθαι, τῶν ἡδίστων αὐτῷ παρόντων, μήτε πίνοντα ἐπιλανθάνεσθαι τῶν ὀχληρῶν. μηδεμίαν δὲ ἡμέραν διάγειν ῥᾳδίως, ἐν ᾗ βλέπειν αὐτὸν εἶναι μὴ τὰ δεινότατα πάσχοντα.2 καὶ τοῦτο μὲν νήφοντα ἐπιθυμεῖν μέθης, ὡς τότε ἀπαλλαγησόμενον τῶν συμφορῶν, τοῦτο δʼ αὖ μεθύοντα ἀπολωλέναι νομίζειν, ὡς ἀδύνατον αὑτῷ βοηθεῖν.
因此,即便眼前摆满了最精美的美味佳肴,他吃起来也毫无乐趣;饮酒时也无法忘却烦忧。他度过的每一天都不曾轻松安适,在任何日子里都看不到他不遭受极可怕的煎熬。清醒时他渴望沉醉,仿佛那样就能摆脱不幸;而一旦醉了,他又觉得自己完蛋了,仿佛再也无法自救。
ἔτι δὲ ἐγρηγορότα μὲν εὔχεσθαι καθυπνῶσαι, ὅπως ἐπιλάθηται τῶν φόβων, κοιμώμενον δὲ ἀναστῆναι τὴν ταχίστην, ἅτε ὑπʼ αὐτῶν τῶν ἐνυπνίων ἀπολλύμενον· τῆς δὲ χρυσῆς αὐτῷ πλατάνου καὶ τῶν Σεμιράμιδος οἰκοδομημάτων καὶ τῶν ἐν Βαβυλῶνι τειχῶν μηδὲν ὄφελος γιγνόμενον.
此外,醒着时他祈求入睡以忘却恐惧;睡着时却又〔祈求〕尽快起身,因为正被梦境本身所折磨。他的黄金悬铃木、塞米拉米斯的建筑群以及巴比伦的城墙,对他毫无益处。
τὸ δὲ δὴ πάντων παραλογώτατον, φοβεῖσθαι μὲν τοὺς ἀνόπλους, πιστεύειν δὲ αὑτὸν τοῖς ὡπλισμένοις, καὶ διερευνᾶσθαι μὲν τοὺς προσιόντας, μή τις ἔχοι σίδηρον, ἐν μέσῳ δὲ ζῆν τῶν σιδηροφορούντων. φεύγειν δὲ ἀπὸ μὲν τῶν ἀνόπλων πρὸς τοὺς ὡπλισμένους, ἀπὸ δὲ τῶν ὡπλισμένων πρὸς τοὺς ἀνόπλους· ἀπὸ μέν γε τοῦ πλήθους φυλάττεσθαι τοῖς δορυφόροις, ἀπὸ δὲ τῶν δορυφόρων εὐνούχοις. οὐκ ἔχειν δὲ οἷς ἂν πιστεύσας οὐδὲ ὅποι τραπόμενος δυνήσεται ζῆσαι μίαν ἡμέραν ἀφόβως.
而最不可理喻的是,他惧怕赤手空拳之人,却将自身托付给全副武装之人;搜查走近的人以防携带利刃,却生活在佩带刀剑的人群之中。他从无武装者逃向武装者,又从武装者逃向无武装者;防备平民靠禁卫军,防备禁卫军又靠宦官。他既没有可以信任的人,也没有可以投身之处,能哪怕过上一天毫无恐惧的生活。
ὑφορᾶσθαι δὲ καὶ τὰ σιτία καὶ τὸ ποτόν, καὶ τοὺς προπειράσοντας ταῦτα ἔχειν, ὥσπερ ἐν ὁδῷ πολεμίων γεμούσῃ τοὺς προερευνῶντας. ἀλλὰ μηδὲ τοῖς ἀναγκαίοις θαρρεῖν, μήτε παισὶ μήτε γυναικί. οὕτως δὲ χαλεποῦ ὄντος πράγματος καὶ δυστυχοῦς τῆς μοναρχίας, μηδὲ ἀπαλλαγῆναί ποτε αὐτοῦ μήτε βούλεσθαι μήτε δύνασθαι.
他甚至对饭食和饮水疑神疑鬼,安排先尝之人,犹如在布满敌人的道路上派先遣斥候一般。他甚至不敢相信自己的至亲,既不信子女,也不信妻子。独裁统治是如此沉重而悲惨的事情,但他既不愿也无法摆脱它。
καίτοι πάντα ὅσα δεινὰ τοῖς ἀνθρώποις παραμυθίαν ἔχει τὸ τυχὸν ἂν παύσασθαι αὐτῶν.3 καὶ γὰρ ὅστις ὑπὸ δεσμῶν ἔχεται, προσδοκᾷ ποτε λυθῆναι, καὶ τῷ τὴν πατρίδα φεύγοντι οὐκ ἀδύνατον κατελθεῖν, καὶ τῷ νοσοῦντι μέχρι τῆς τελευτῆς ἔστιν ἐλπίζειν τὴν ὑγίειαν· τῷ δὲ οὐκ ἔστιν ἀπαλλαγῆναι τοῦ πράγματος, ἀλλʼ οὐδʼ εὔξασθαι γοῦν, εἰ μή τι ἕτερον. ὅσοις δὲ ἀνιᾶσθαι συμβέβηκε τῶν φίλων τινὸς ἀποθανόντος, σαφῶς ἐπίστανται ὅτι παύσονταί ποτε λυπούμενοι τῷ χρόνῳ· τῷ δὲ τοὐναντίον ἐπιτείνεται μᾶλλον τὰ χαλεπά.
然而,降临在人类身上的一切可怕之事,尚有侥幸可能摆脱它们的安慰。身陷桎梏之人,尚指望有朝一日获释;流亡异乡之人,重返故土并非绝无可能;患病之人,直至临终尚能期盼痊愈;但他却绝无摆脱这困局的可能,就算做不到别的,至少连〔为此〕祈求都不可能。那些因朋友离世而悲痛的人,清楚地知道随着时间的推移,悲痛终会止息;而对他来说,相反,艰难困苦只会愈演愈烈。
- 6.34διʼ οὐδὲν ἕτερον τὰ μὲν δρῶντας, τὰ δὲ πάσχοντας, ἢ ὅπως ζῆν δυνήσονται
此为 διʼ οὐδὲν ἕτερον ... ἢ ὅπως 结构,意为“除为了……之外别无其他缘由”。介词短语 διʼ οὐδὲν ἕτερον 与表示排除/比较的连词 ἤ(除了)相呼应,其后接引导目的从句的 ὅπως。中间插入的分词短语 τὰ μὲν δρῶντας, τὰ δὲ πάσχοντας(一面做着这些,一面承受着那些)造成了语序的隔离(hyperbaton),其核心结构为“做这一切、受这一切,不为别的,只为能够生存下去”。
- 6.36ἐν ᾗ βλέπειν αὐτὸν εἶναι μὴ τὰ δεινότατα πάσχοντα
关系代词 ᾗ 的先行词为前文的 ἡμέραν。βλέπειν εἶναι 在间接引语中充当表示可能性的无人称不定式结构(相当于 ἔνεστιν ἰδεῖν,“能够看见”)。αὐτόν 充当分词 πάσχοντα 的逻辑主语(“他未遭受最可怕的灾难”),全句构成强调性的否定结构:“他度过的任何一天里,都不可能看到他不是在遭受极其可怕的苦难”。
- 6.40παραμυθίαν ἔχει τὸ τυχὸν ἂν παύσασθαι αὐτῶν
ἔχει 的语法主语是前文的中性复数 πάντα,带有中性冠词的不定式短语 τὸ τυχὸν ἂν παύσασθαι αὐτῶν(“或许能够摆脱它们”)为宾语,παραμυθίαν 为宾语补足语(或二者同位)。τυχόν 在此作副词性用法(源自 τυγχάνω 的无人称绝对宾格,意为“或许、碰巧”),ἄν 与不定式 παύσασθαι 连用,相当于带有 ἄν 的潜在祈愿语气,表示可能性的推测。
