- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:6.20-6.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥根尼戏说了自慰的神话起源以嘲弄愚民,并通过动物与人类的对比指出文明与过度的思虑使人变得娇弱痛苦,并对普罗米修斯神话作出了全新阐释。
ἔλεγε δὲ παίζων τὴν συνουσίαν ταύτην εὕρεμα εἶναι τοῦ Πανός, ὅτε τῆς Ἠχοῦς ἐρασθεὶς οὐκ ἐδύνατο λαβεῖν, ἀλλʼ ἐπλανᾶτο ἐν τοῖς ὄρεσι νύκτα καὶ ἡμέραν, τότε οὖν τὸν Ἑρμῆν διδάξαι αὐτόν, οἰκτείραντα τῆς ἀπορίας, ἅτε υἱὸν αὐτοῦ.1 καὶ τόν, ἐπεὶ ἔμαθε, παύσασθαι τῆς πολλῆς ταλαιπωρίας· ἀπʼ ἐκείνου δὲ τοὺς ποιμένας χρῆσθαι μαθόντας.
他还开玩笑说,这种交媾是潘的发明。潘恋慕厄科却无法得到她,只得日夜在群山中游荡;这时赫尔墨斯因其是自己的儿子,怜悯他的困顿,便教给他这种办法。潘学会之后,便摆脱了巨大的痛苦;自那以后,牧羊人们也学了去并加以沿用。
τὰ μὲν οὖν τοιαῦτα ἐνίοτε τῶν ἀνθρώπων καταγελῶν ἔλεγεν τῶν τετυφωμένων καὶ ἀνοήτων· μάλιστα δὲ ὕβριζε τοὺς σοφιστὰς τοὺς σεμνοὺς εἶναι θέλοντας καὶ πλέον τι τῶν ἄλλων εἰδέναι οἰομένους. ἔλεγε δὲ διὰ τὴν μαλακίαν τοὺς ἀνθρώπους ἀθλιώτερον ζῆν τῶν θηρίων.
他有时嘲弄那些自命不凡、愚蠢透顶的人,便说这番话;但他最严厉斥责的,是那些自视尊贵、自以为比旁人多懂些什么的诡辩家。他说,由于人类的软弱,他们活得比野兽还要悲惨。
ἐκεῖνα γὰρ ὕδατι μὲν ποτῷ χρώμενα, τροφῇ δὲ βοτάνῃ, τὰ πολλὰ δὲ αὐτῶν γυμνὰ ὄντα διʼ ἔτους, εἰς οἰκίαν δὲ οὐδέποτε εἰσιόντα, πυρὶ δὲ οὐδὲν χρώμενα, ζῆν μὲν ὁπόσον ἡ φύσις ἑκάστοις ἔταξε χρόνον, ἐὰν μηδεὶς ἀναιρῇ· ἰσχυρὰ δὲ καὶ ὑγιαίνοντα διάγειν ὁμοίως ἅπαντα, δεῖσθαι δὲ μηδὲν ἰατρῶν μηδὲ φαρμάκων.
因为野兽以清水为饮,以青草为食,多数终年赤身裸体,从不进入房屋,完全不用火,只要无人杀害,便能活满自然赋予各自的时限;而且它们全都同样健壮、健康地度日,根本不需要医生和药物。
τοὺς δὲ ἀνθρώπους οὕτως μὲν πάνυ φιλοζῴους ὄντας, τοσαῦτα δὲ μηχανωμένους πρὸς ἀναβολὴν τοῦ θανάτου, τοὺς μὲν πολλοὺς αὐτῶν μηδὲ εἰς γῆρας ἀφικνεῖσθαι, ζῆν δὲ νοσημάτων γέμοντας, ἃ μηδὲ ὀνομάσαι ῥᾴδιον, τὴν δὲ γῆν αὐτοῖς μὴ ἐξαρκεῖν παρέχουσαν φάρμακα, δεῖσθαι δὲ καὶ σιδήρου καὶ πυρός.
然而人类一方面极度贪生,设下无数计谋以求拖延死亡,另一方面他们的大多数人却连老年都活不到,活着时周身长满难以名状的疾病;大地为他们提供药物尚不足够,他们甚至还需要铁与火。
καὶ μήτε Χείρωνος μήτε Ἀσκληπιοῦ μήτε τῶν Ἀσκληπιαδῶν ἰωμένων μηδὲν αὐτοῖς ὄφελος εἶναι διὰ τὴν αὐτῶν ἀκολασίαν καὶ πονηρίαν, μηδὲ μάντεων μαντευομένων μηδὲ ἱερέων καθαιρόντων.2
无论喀戎、阿斯克勒庇俄斯还是阿斯克勒庇俄斯的后代为他们医治,由于他们自身的放纵与邪恶,也都无济于事;即便占卜官预言、祭司行洁净之礼,也毫无益处。
εἰς δὲ τὰς πόλεις συνελθόντας, ὅπως ὑπὸ τῶν ἔξωθεν μὴ ἀδικῶνται, τοὐναντίον αὑτοὺς ἀδικεῖν καὶ τὰ δεινότατα πάντα ἐργάζεσθαι, ὥσπερ ἐπὶ τούτῳ ξυνεληλυθότας. διὰ ταῦτα δὲ δοκεῖν αὐτῷ καὶ τὸν μῦθον λέγειν ὡς τὸν Προμηθέα κολάζοι ὁ Ζεὺς διὰ τὴν εὕρεσιν καὶ μετάδοσιν τοῦ πυρός, ὡς ἀρχὴν τοῦτο καὶ ἀφορμὴν τοῖς ἀνθρώποις μαλακίας καὶ τρυφῆς.3 οὐ γὰρ δὴ τὸν Δία μισεῖν τοὺς ἀνθρώπους οὐδὲ φθονεῖν αὐτοῖς ἀγαθοῦ τινος.
而且,他们为了不受外人侵害而聚居于城邦之中,结果反而相互侵害,无恶不作,就仿佛他们正是为此目的聚集在一起似的。正因如此,他认为神话也是在说:宙斯之所以惩罚普罗米修斯,是因为他发现了火并将其转交人类,而这是人类软弱与奢侈的开端与契机;因为宙斯绝非仇恨人类,也绝非吝惜赐予他们任何益处。
ἐπεὶ δὲ ἔλεγόν τινες οὐ δυνατὸν εἶναι ζῆν τὸν ἄνθρωπον ὁμοίως τοῖς ἄλλοις ζῴοις διὰ τὴν ἁπαλότητα τῶν σαρκῶν καὶ διότι ψιλός ἐστιν, οὔτε θριξὶ σκεπόμενος, ὥσπερ τὰ πολλὰ τῶν θηρίων, οὔτε πτεροῖς, οὐδὲ δέρμα ἰσχυρὸν ἐπαμπέχεται, πρὸς ταῦτα ἀντέλεγεν, οὕτως μὲν σφόδρα ἁπαλοὺς εἶναι διὰ τὴν δίαιταν·4 φεύγειν μὲν γὰρ ὡς τὸ πολὺ τὸν ἥλιον, φεύγειν δὲ τὸ ψῦχος· τὴν δὲ ψιλότητα τοῦ σώματος μηδὲν ἐνοχλεῖν. ἐπεδείκνυε δὲ τούς τε βατράχους καὶ ἄλλα οὐκ ὀλίγα ζῷα πολὺ μὲν ἁπαλώτερα ἀνθρώπου, πολὺ δὲ ψιλότερα, καὶ ἔνια τούτων ἀνεχόμενα οὐ τὸν ἀέρα μόνον, ἀλλὰ καὶ ἐν τῷ ψυχροτάτῳ ὕδατι ζῆν δυνάμενα τοῦ χειμῶνος.
当有人说,由于肉体娇嫩、浑身光秃,既不像多数野兽那样覆有毛发,也没有羽毛,亦未裹有坚韧的兽皮,因而人类不可能像其他动物那样生活时,他反驳道:人类之所以如此极其娇弱,是因为他们的生活方式所致——因为他们大多既避开阳光,又逃避严寒;而身体的光秃根本不会带来任何妨碍。他指出青蛙以及其他不少动物远比人类娇弱,也远比人类更缺乏皮毛,其中有些不仅能承受空气,甚至在冬天还能在最寒冷的水中存活。
ἐπεδείκνυε δὲ τῶν ἀνθρώπων αὐτῶν τούς τε ὀφθαλμοὺς καὶ τὸ πρόσωπον οὐδὲν δεόμενα σκέπης. καθόλου δὲ ἐν μηδενὶ τόπῳ γίγνεσθαι ζῷον, ὃ μὴ δύναται ζῆν ἐν αὐτῷ· ἢ πῶς ἂν ἐσώθησαν οἱ πρῶτοι ἄνθρωποι γενόμενοι, μήτε πυρὸς ὄντος μήτε οἰκιῶν μήτε ἐσθῆτος μήτε ἄλλης τροφῆς ἢ τῆς αὐτομάτου; ἀλλὰ τὴν πανουργίαν τοῖς ὕστερον καὶ τὸ πολλὰ εὑρίσκειν καὶ μηχανᾶσθαι πρὸς τὸν βίον οὐ πάνυ τι συνενεγκεῖν.
他还指出人类自身的眼睛和面部,根本无需任何遮蔽。总的说来,没有任何动物会出生在自己无法生存的地方;否则,在既没有火、房屋、衣物,也没有自生植物以外的食物时,最初降生的人类又是如何存活下来的呢?相反,后代人的奸巧诡计,以及为生活而发明创造的诸多事物,根本没有带来什么益处。
οὐ γὰρ πρὸς ἀνδρείαν οὐδὲ δικαιοσύνην χρῆσθαι τῇ σοφίᾳ τοὺς ἀνθρώπους, ἀλλὰ πρὸς ἡδονήν· διώκοντας οὖν τὸ ἡδὺ ἐξ ἅπαντος ἀεὶ ζῆν ἀηδέστερον καὶ ἐπιπονώτερον, καὶ δοκοῦντας προμηθεῖσθαι σφῶν αὐτῶν κάκιστα ἀπόλλυσθαι διὰ τὴν πολλὴν ἐπιμέλειάν τε καὶ προμήθειαν.
因为人类运用智慧并非为了勇敢或正义,而是为了享乐;因此,他们千方百计地追求享乐,却始终活得更加不快、更加痛苦,并且自以为深谋远虑,反倒因为这过度的操心与先见而极其悲惨地灭亡。
καὶ οὕτως δὴ τὸν Προμηθέα δικαίως λέγεσθαι δεδεμένον ἐν πέτρᾳ κείρεσθαι τὸ ἧπαρ ὑπὸ τοῦ ἀετοῦ. ὁπόσα μὲν οὖν πολυδάπανα καὶ δεόμενα πραγματείας καὶ ταλαιπωρίας, ταῦτα μὲν ἀφῄρει καὶ βλαβερὰ τοῖς χρωμένοις ἀπέφαινεν· ὅσα δὲ ῥᾳδίως καὶ ἀπραγμόνως ἔστιν ἐπικουρεῖν5 τῷ σώματι καὶ πρὸς χειμῶνα καὶ πρὸς λιμὸν καὶ πρὸς τὸ παῦσαί τινα ὄρεξιν τοῦ σώματος, οὐ παρέπεμπεν οὐδὲν αὐτῶν, ἀλλὰ καὶ τόπους ᾑρεῖτο τοὺς ὑγιεινοὺς μᾶλλον ἢ τοὺς νοσώδεις καὶ τοὺς εὐφόρους ἑκάστῃ ὥρᾳ,
因此人们说普罗米修斯被缚在岩石上、被老鹰啄食肝脏,乃是完全公道的。凡是耗费巨大、需要辛劳与苦难的事物,他一概屏除,并指出对使用者有害;至于凡是能轻易且省事地帮助肉体御寒、充饥以及止息肉体某种欲望的事物,他一样也不放过,反而更愿意选择健康而非多病的场所,选择每个季节都适宜宜居的地方。
- 6.20τὸν Ἑρμῆν διδάξαι αὐτόν, οἰκτείραντα τῆς ἀπορίας, ἅτε υἱὸν αὐτοῦ
间接引语中的“宾格+不定式”结构,由主句动词 ἔλεγε 统辖:主语为宾格 τὸν Ἑρμῆν,不定式为 διδάξαι。τῆς ἀπορίας 为分词 οἰκτείραντα 所带的表原因的属格。
- 6.24μηδὲ ἱερέων καθαιρόντων
属格独立结构,与前文的 Χείρωνος μήτε Ἀσκληπιοῦ... ἰωμένων 及 μάντεων μαντευομένων 并列,带有让步意味(“即便祭司举行洁净之礼”),修饰主句的 μηδὲν αὐτοῖς ὄφελος εἶναι。
- 6.25ὡς ἀρχὴν τοῦτο καὶ ἀφορμὴν τοῖς ἀνθρώποις μαλακίας καὶ τρυφῆς
由 ὡς 引导的表主观缘由的短语。谓语性宾格 ἀρχὴν καὶ ἀφορμὴν 与宾格代词 τοῦτο(指火的发现与传授)构成同位关系,意为“把这作为人类软弱与奢靡的源头与契机”。μαλακίας καὶ τρυφῆς 为限定属格/宾格性属格。
- 6.27πρὸς ταῦτα ἀντέλεγεν, οὕτως μὲν σφόδρα ἁπαλοὺς εἶναι διὰ τὴν δίαιταν
在动词 ἀντέλεγεν 之后接间接引语的不定式 εἶναι,其逻辑主语(τοὺς ἀνθρώπους)承前省略。随后的不定式 φεύγειν... φεύγειν... 以及 ἐνοχλεῖν 均为此间接引语中的并列不定式。
- 6.30ἔστιν ἐπικουρεῖν
ἔστι 搭配不定式 ἐπικουρεῖν 的无人称用法,相当于 ἔξεστι(“能够援助/辅助”)。关系代词 ὅσα 在句中充当 ἐπικουρεῖν 的关系范围或内宾格,意为“凡是能够援助肉体的那些事物”。
