← 金嘴狄翁

演说集

§6.10-6.19

狄奥根尼的体魄磨砺与自足的欲望

狄奥根尼耐受寒暑的磨砺、朴素的饮食以及栖身公共场所的生活,与世人及富豪娇生惯养、放荡不羁的生活形成了鲜明对比。此外,文本还叙述了他如何以极低代价自行排遣性欲,并批判了世人为色欲耗费财富甚至生命的愚蠢。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.10

πυρὶ δὲ ἢ σκιᾷ ἢ σκέπῃ σπανίως ἐχρῆτο, οὐ προλαμβάνων τὸν καιρόν, οὐδὲ ὥσπερ οἱ ἄλλοι ἄνθρωποι, ὅτι μὲν ἔξεστιν αὐτοῖς ἀεὶ πῦρ καίειν, εὐποροῦσι δὲ ἐσθῆτος, ἔχουσι δὲ οἰκίας, ἐὰν καὶ μικρὸν αἴσθωνται ψύχους, εὐθὺς ἀποδιδράσκουσι τὸν ἀέρα καὶ τὰ σώματα ἀχρεῖα ποιοῦσι καὶ ἀδύνατα ἀνέχεσθαι χειμῶνος, ὅτι δὲ ἔξεστιν αὐτοῖς σκιᾷ μὲν ἀφθόνῳ χρῆσθαι τοῦ θέρους, πίνειν δὲ οἶνον ὁπόσον βούλονται, διὰ τοῦτο ἄπειροι μὲν ἡλίου διατελοῦσιν, ἄπειροι δὲ τοῦ διψῆν κατὰ φύσιν, οἰκότροφοι μὲν οὐχ ἧττον τῶν γυναικῶν, ἄπονοι δὲ καὶ ἀργοὶ τὰ σώματα, κραιπάλης δὲ καὶ λήθης τὰς ψυχὰς γέμοντες. ὅθεν δὴ καὶ ἐπιμηχανῶνται αὑτοῖς καὶ σιτία πονηρὰ καὶ βαλανεῖα τούτου χάριν, τῆς δʼ αὐτῆς ἡμέρας πολλάκις δέονται μὲν ἀνέμου, δέονται δὲ ἐσθῆτος, δέονται δὲ ὁμοῦ χιόνος καὶ πυρός, τὸ δὲ πάντων ἀτοπώτατον, ἐπιθυμοῦσι καὶ λιμοῦ καὶ δίψους.

他极少使用火、树荫或遮蔽物,既不预先迎合时令,也不像其他人那样:因为他们随时可以生火,衣物丰裕,又拥有房屋,哪怕感到一点点寒冷,便立刻逃避空气,使自己的身体变得百无一用,无法承受冬日;又因为他们夏天可以享用充足的树荫,随心所欲地畅饮美酒,因此他们始终未曾领略阳光,未曾体验自然的口渴,同妇人一样耽于深闺,肉体未经辛劳而懒惰不堪,灵魂则充斥着宿醉与遗忘。正因如此,他们甚至为此给自己制造不良的食物和浴场,在同一天里往往既需要风,又需要衣物,同时需要冰雪与炭火,而最荒谬的是,他们竟还渴望着饥饿与口渴。

§6.12

ἀκόλαστοι δὲ ὄντες οὐχ ἥδονται ἀφροδισίοις διὰ τὸ μὴ περιμένειν ὀρέγεσθαι αὐτῶν·1 ὅθεν ζητοῦσιν ἀχαρίτους καὶ ἀτερπεῖς ἡδονάς. ὁ δὲ λιμῷ μὲν ἐχρῆτο καὶ δίψει πρὸ τῆς τροφῆς ἑκάστοτε, καὶ ἐνόμιζε τοῦτο ἱκανώτατον καὶ δριμύτατον τῶν ὄψων. τοιγαροῦν ἥδιον μὲν προσεφέρετο μᾶζαν ἢ οἱ ἄλλοι τὰ πολυτελέστατα τῶν σιτίων, ἥδιον δὲ ἔπινε τοῦ ῥέοντος ὕδατος ἢ οἱ ἄλλοι τὸν Θάσιον οἶνον.

他们由于放荡无度,不去等待欲望的萌生,因而无法享受性爱的欢愉;于是他们去寻觅那些毫无雅趣、令人不快的享乐。然而〔狄奥根尼〕在每次进食之前都以饥饿与口渴为伴,并认为这是所有佐餐调味品中最管用、最刺激的。因此,他吃大麦饼比其他人吃最奢华的佳肴更觉甜美,喝流淌的泉水比其他人喝萨索斯的美酒更感畅快。

§6.13

κατεγέλα δὲ τῶν, ὁπότε διψῷεν, τὰς μὲν κρήνας παρερχομένων, ζητούντων δὲ πάντως ὁπόθεν ὠνήσονται Χῖον ἢ Λέσβιον, καὶ πολὺ ἔφασκεν ἀφρονεστέρους εἶναι τῶν βοσκημάτων· ἐκεῖνα γὰρ οὐδέποτε διψῶντα κρήνην οὐδὲ ῥεῦμα καθαρὸν παρελθεῖν οὐδὲ πεινῶντα ἀπέχεσθαι τῶν ἁπαλωτάτων φύλλων καὶ πόας τῆς ἱκανῆς τρέφειν·

他嘲笑那些口渴时路过泉水却千方百计寻找购买希俄斯或莱斯博斯葡萄酒之所的人,并称他们远比牲畜愚蠢;因为牲畜口渴时绝不会走过泉水或清流而不顾,饥饿时也不会放弃最鲜嫩的树叶和足以果腹的青草。

§6.14

οἰκίας δὲ τὰς καλλίστας καὶ ὑγιεινοτάτας ἐν ἁπάσαις ταῖς πόλεσιν ἔχειν ἀναπεπταμένας τά τε ἱερὰ καὶ τὰ γυμνάσια. ἱμάτιον δὲ ἓν ἐξήρκει τοῦ θέρους αὐτῷ καὶ τοῦ χειμῶνος· τοῦ γὰρ ἀέρος ἠνείχετο ῥᾳδίως, ἅτε δὴ συνήθης αὐτῷ γενόμενος.

他说自己在所有的城邦中都拥有最美丽、最健康的居所,大门敞开着,那就是神殿和体操馆。一件外衣就足够他度过冬夏;因为他早已适应了外面的天气,能轻松承受。

§6.15

τοὺς δὲ πόδας οὐδέποτε ἔσκεπεν· οὐ γὰρ ἔφη τρυφερωτέρους εἶναι τῶν ὀφθαλμῶν καὶ τοῦ προσώπου. ταῦτα γάρ, ἀσθενέστατα πεφυκότα, μάλιστα ἀνέχεσθαι τὸ ψῦχος διὰ τὸ γυμνοῦσθαι ἀεί· μὴ γὰρ εἶναι τοῖς ἀνθρώποις δυνατὸν καταδησαμένους τὰ ὄμματα βαδίζειν, ὥσπερ τοὺς πόδας. ἔφη δὲ τοὺς πλουσίους ὁμοίους εἶναι τοῖς νεογνοῖς βρέφεσι· δεῖσθαι γὰρ ἀεί ποτε σπαργάνων.

他从不包裹双脚;因为他说双脚并不比眼睛和面孔更娇嫩。眼睛和面孔生来最为脆弱,却由于始终裸露而最能抵御严寒;因为人们不可能像裹脚那样蒙着眼睛走路。他说富人们就像初生的婴儿,因为他们始终都需要襁褓。

§6.16

ὑπὲρ οὗ δὲ πλεῖστα μὲν πράγματα ἔχουσιν ἄνθρωποι, πλεῖστα δὲ χρήματα ἀναλίσκουσι, πολλαὶ δὲ ἀνάστατοι πόλεις διὰ ταῦτα γεγόνασι, πολλὰ δὲ ἔθνη τούτων ἕνεκεν οἰκτρῶς ἀπόλωλεν, ἁπάντων ἐκείνῳ χρημάτων ἀπονώτατον ἦν καὶ ἀδαπανώτατον.

至于人们为之承受最多劳苦、挥霍最多财富、许多城邦因之化为废墟、许多民族因之悲惨覆灭的事物,对他来说却是万事之中最不费力气、最无耗费的。

§6.17

οὐ γὰρ ἔδει αὐτὸν οὐδαμόσε ἐλθεῖν ἀφροδισίων ἕνεκεν, ἀλλὰ παίζων ἔλεγεν ἁπανταχοῦ παρεῖναι αὐτῷ τὴν Ἀφροδίτην προῖκα· τοὺς δὲ ποιητὰς καταψεύδεσθαι τῆς θεοῦ διὰ τὴν αὑτῶν ἀκρασίαν, πολύχρυσον καλοῦντας. ἐπεὶ δὲ πολλοὶ τοῦτο ἠπίστουν, ἐν τῷ φανερῷ ἐχρῆτο καὶ πάντων ὁρώντων· καὶ ἔλεγεν ὡς εἴπερ οἱ ἄνθρωποι οὕτως εἶχον, οὐκ ἂν ἑάλω ποτὲ ἡ Τροία, οὐδʼ ἂν ὁ Πρίαμος ὁ Φρυγῶν βασιλεύς, ἀπὸ Διὸς γεγονώς, ἐπὶ τῷ βωμῷ τοῦ Διὸς ἐσφάγη.

因为他根本无需为了性爱而奔波于任何地方,反而开玩笑说,阿佛洛狄忒在任何地方都免费侍奉他;而诗人们出于自身的放荡,称她为“多金的”,实乃对女神的诬蔑。由于许多人不相信这一点,他便在众目睽睽之下公然为之;他说,如果人们都处于这种状态,特洛伊就绝不会沦陷,宙斯的后裔、弗里吉亚国王普里阿摩斯也绝不会在宙斯的祭坛上被屠杀。

§6.18

τοὺς δὲ Ἀχαιοὺς οὕτως εἶναι ἄφρονας ὥστε καὶ τοὺς νεκροὺς νομίζειν προσδεῖσθαι γυναικῶν καὶ τὴν Πολυξένην σφάττειν ἐπὶ τῷ τάφῳ τοῦ Ἀχιλλέως. ἔφη δὲ τοὺς ἰχθύας σχεδόν τι φρονιμωτέρους φαίνεσθαι τῶν ἀνθρώπων· ὅταν γὰρ δέωνται τὸ σπέρμα ἀποβαλεῖν, ἰόντας ἔξω προσκνᾶσθαι πρὸς τὸ τραχύ.

他还说,阿开奥斯人竟愚蠢到认为死者也需要女人,以致在阿喀琉斯的坟墓前屠杀了波吕克塞娜。他说鱼类看起来几乎比人类更聪明;因为当它们需要排出精子时,便游到外面在粗糙的地方摩擦。

§6.19

θαυμάζειν δὲ τῶν ἀνθρώπων τὸ τὸν μὲν πόδα μὴ θέλειν ἀργυρίου κνᾶσθαι2 μηδὲ τὴν χεῖρα μηδὲ ἄλλο μηδὲν τοῦ σώματος, μηδὲ τοὺς πάνυ πλουσίους ἀναλῶσαι ἂν μηδεμίαν ὑπὲρ τούτου δραχμήν· ἕν δὲ ἐκεῖνο τὸ μέρος πολλάκις πολλῶν ταλάντων, τοὺς δέ τινας ἤδη καὶ τῇ ψυχῇ παραβαλλομένους.

他惊异于人类:他们绝不愿花钱让人摩擦脚、手或身体的任何其他部位,即便极度富有的人也不会为此花费一个德拉克马;然而为了那单独的一个部位,他们却往往耗费许多塔兰同,有些人甚至不惜押上自己的性命。

语法注2 条
  1. 6.12διὰ τὸ μὴ περιμένειν ὀρέγεσθαι αὐτῶν

    介词 διὰ 配合带有定冠词的不定式 τὸ μὴ περιμένειν(“由于不去等待”)表示原因,动词 περιμένω 后接补足不定式 ὀρέγεσθαι(“等待欲求萌生”)。否定词 μή 直接修饰 περιμένειν,表明未能耐心等待自然欲求的产生是导致无法享受真正快感的缘由。

  2. 6.19θαυμάζειν δὲ τῶν ἀνθρώπων τὸ τὸν μὲν πόδα μὴ θέλειν ἀργυρίου κνᾶσθαι

    动词 θαυμάζω 支配双重补足成分:表示感到惊异或困惑的对象的人称属格(τῶν ἀνθρώπων),以及由中性定冠词引导的宾格不定式从句(τὸ ...),用以详述惊异的具体内容与原因。在从句内部,τὸν μὲν πόδα 作不定式 κνᾶσθαι 的受词,ἀργυρίου 则充当表示代价的属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:6.10-6.19