← 金嘴狄翁

演说集

§6.1-6.9

狄奥根尼的移居生活与顺应自然的节制

锡诺普的狄奥根尼戏称自己在冬夏往返于雅典与科林斯是效仿波斯国王的游幸,文中进而阐明了他顺应自然、磨砺身心的生活方式如何带来了真正的健康与愉悦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

Διογένης ὁ Σινωπεύς, ὅτε ἔφυγεν ἐκ Σινώπης, ἀφικόμενος τὴν Ἑλλάδα διῆγε ποτὲ μὲν ἐν Κορίνθῳ, ποτὲ δὲ Ἀθήνησιν. ἔφη δὲ μιμεῖσθαι τοῦ Περσῶν βασιλέως τὴν δίαιταν· καὶ γὰρ ἐκεῖνος τοῦ μὲν χειμῶνος ἐν Βαβυλῶνι καὶ Σούσοις, ἐνίοτε δὲ ἐν Βάκτροις διῆγεν, ἐν τοῖς εὐδιεινοτάτοις τῆς Ἀσίας, τοῦ δὲ θέρους ἐν Ἐκβατάνοις τῆς Μηδικῆς, ὅπου ψυχρότατος ὁ ἀὴρ ἀεί ποτέ ἐστι καὶ τῷ περὶ Βαβυλῶνα χειμῶνι τὸ θέρος ὅμοιον.

锡诺普的狄奥根尼从锡诺普流亡出来后,来到希腊,时而住在科林斯,时而住在雅典。他说自己是在效仿波斯国王的生活方式;因为那位国王也是冬日住在巴比伦和苏萨,有时住在巴克特拉——亚洲气候最为温和宜人的地方——夏日则住在米底亚的埃克巴坦那,那里的空气历来最为凉爽,夏日便宛如巴比伦一带的冬天。

§6.2

οὕτως δὲ καὶ αὐτὸς μεταλλάττειν τὴν οἴκησιν κατὰ τὰς ὥρας τοῦ ἔτους. τὴν μὲν γὰρ Ἀττικὴν μήτε ὄρη μεγάλα ἔχειν μήτε ποταμοὺς διαρρέοντας, καθάπερ τήν τε Πελοπόννησον καὶ Θετταλίαν· εἶναι γὰρ τὴν χώραν ἀραιὰν καὶ τὸν ἀέρα κοῦφον, ὡς μήτε ὕεσθαι πολλάκις μήτε ὑπομένειν τὸ γιγνόμενον ὕδωρ, περιέχεσθαί τε ὀλίγου πᾶσαν αὐτὴν ὑπὸ τῆς θαλάττης· ὅθεν δὴ καὶ τοὔνομα λαβεῖν, οἷον ἀκτήν τινα οὖσαν· τὴν δὲ αὖ πόλιν ἐν τῷ χθαμαλῷ κεῖσθαι καὶ πρὸς μεσημβρίαν.

他说,自己同样也是随着一年当中的季节变换住所。因为阿提卡既没有高耸的群山,也没有穿流而过的河流,不像伯罗奔尼撒和色萨利那样;这片土地土质疏松,空气轻爽,因此既不下频繁的大雨,落下的水也不会积聚留存,并且几乎全境都被大海环绕;这片土地之所以得名,正是因为宛如一处海岸;此外,城邦又坐落在低洼之处,且面朝南方。

§6.3

σημεῖον δέ· τοὺς γὰρ ἀπὸ τοῦ Σουνίου καταίροντας εἰς τὸν Πειραιᾶ μὴ δύνασθαι ἄλλως ἢ νότῳ κατᾶραι. εἰκότως οὖν τὸν χειμῶνα γίγνεσθαι πρᾷον. ἐν δὲ τῇ Κορίνθῳ τὸ θέρος εὔπνουν, διὰ τοὺς εἰσέχοντας κόλπους ἀεί ποτε τῶν πνευμάτων ἐκεῖσε συρρεόντων· ὅ τε Ἀκροκόρινθος ἐπισκιάζει καὶ αὐτὴ μᾶλλον ἐπὶ τὸ Λέχαιον καὶ πρὸς τὴν ἄρκτον ἀποκλίνει.

证据就在于:从苏尼翁航向比雷埃夫斯的人,若非借助南风便无法靠岸。因此,冬日气候温和自是理所当然。而在科林斯,夏日则微风徐徐,由于深入内陆的海湾,气流历来汇聚于彼;阿克罗科林斯投下阴凉,且城邦本身更向着莱开翁并朝向北方倾斜。

§6.4

πολὺ δὲ καλλίονας ὑπάρχειν τὰς πόλεις ταύτας Ἐκβατάνων καὶ Βαβυλῶνος, καὶ πολὺ ἄμεινον κατεσκευάσθαι τῶν ἐκεῖ βασιλείων τό τε Κράνειον καὶ τὴν Ἀθήνησιν ἀκρόπολιν καὶ τὰ προπύλαια, μεγέθει δὲ λείπεσθαι μόνον· καίτοι διακοσίων σταδίων εἶναι τὴν περίμετρον τῶν Ἀθηνῶν, τοῦ Πειραιῶς συντιθεμένου καὶ τῶν διὰ μέσου τειχῶν πρὸς τὸν περίβολον τοῦ ἄστεος· οἰκεῖσθαι γὰρ οὐ πάλαι καὶ ταῦτα σύμπαντα· ὥστε τὸ ἥμισυ ἔχειν Ἀθήνας Βαβυλῶνος, εἰ τυγχάνει ἀληθῆ λεγόμενα περὶ τῶν ἐκεῖ.

他还说,这些城邦远比埃克巴坦那和巴比伦美丽得多,克拉内翁、雅典的卫城以及山门,也比那里的王宫修建得好得多,仅仅在规模上稍逊一筹;然而,若将比雷埃夫斯以及中间的长墙与城区的周长加在一起,雅典的周长也有两百斯塔德——因为不久之前所有这些地方都还住着居民——因此,倘若关于那里的传闻碰巧属实,雅典的规模也达到了巴比伦的一半。

§6.5

καὶ μὴν τό γε τῶν λιμένων κάλλος, ἔτι δὲ ἀνδριάντας καὶ γραφὰς καὶ χρυσόν τε καὶ ἄργυρον καὶ χαλκόν, τό τε νόμισμα καὶ τὰ ἔπιπλα, καὶ τὴν τῶν οἰκιῶν κατασκευήν, ὑπερβάλλειν μὲν τὰ ἐνταῦθα·1 πλὴν αὐτῷ γε οὐ πολὺ μέλειν τῶν τοιούτων.

况且,论及港口之美,以及雕像、画作、黄金、白银、青铜、货币、家具以及房屋的陈设,此地的诸物确实更胜一筹;只不过,他本人对这些东西并不怎么在乎罢了。

§6.6

τὸ δὲ τῆς ὁδοῦ μῆκος ἐκείνῳ μέν ὥστε μεταβῆναι πάμπολυ γίγνεσθαι·2 σχεδὸν γοῦν αὐτὸν ἐν ὁδῷ διάγειν τοῦ χειμῶνος καὶ τοῦ θέρους τὸ πλέον· αὐτὸν δὲ πλησίον καταλύσαντα Μεγαροῖ Ἀθήνησι γενέσθαι τῇ ὑστεραίᾳ πάνυ ῥᾳδίως, εἰ μὲν βούλοιτο, ἐπʼ Ἐλευσῖνος· εἰ δὲ μή, βραχυτέραν διὰ Σαλαμῖνος, μὴ δι’ ἐρήμων σταθμῶν πορευόμενον· ὥστε πλεονεκτεῖν βασιλέως καὶ μᾶλλον τρυφᾶν· ἄμεινον γὰρ κατεσκευάσθαι τὴν οἴκησιν.

至于迁徙路途的遥远,对那位国王而言是极其漫长的,以至于他冬夏的大部分时间几乎都在路上度过;而他自己只要在邻近的墨伽拉歇宿,次日便能轻而易举地抵达雅典——若他愿意便取道厄琉息斯,若不然则走经由萨拉米斯的近道——无需穿行于荒凉的驿站之间;因此他比国王更占优势,也享有着更大的奢华,因为他的起居条件安排得更为优越。

§6.7

ταῦτα δὲ εἰώθει μὲν παίζων λέγειν· ὅμως δὲ ἐνεδείκνυτο τοῖς θαυμάζουσι τὸν πλοῦτον τοῦ Πέρσου καὶ τὴν λεγομένην εὐδαιμονίαν ὅτι οὐδέν ἐστι τῶν ἐκείνου πραγμάτων οἷον νομίζουσι. τῶν μὲν γὰρ οὐδὲν ὄφελος εἶναι, τὰ δὲ καὶ σφόδρα πένησιν ἐξεῖναι ποιεῖν.

他固然习惯以戏谑之辞说出这些话,但依然向那些艳羡波斯国王的财富与所谓幸福的人表明:那位国王的诸般事态绝非如他们所想象的那样。因为其中有些毫无用处,另一些则是极度贫穷之人也完全能够做到的。

§6.8

οὐδὲ γάρ, ὡς ἐνόμιζον ἔνιοι τῶν ἀφρόνων, ἀμελὲς ἦν αὐτῷ περὶ τοῦ σώματος, ἀλλʼ ἐκεῖνοι μὲν ὁρῶντες ῥιγῶντα καὶ θυραυλοῦντα καὶ διψῶντα πολλάκις ἡγοῦντο ἀμελεῖν τοῦ ὑγιαίνειν καὶ τοῦ ζῆν· ὁ δὲ ταῦτα πάσχων μᾶλλον μὲν ὑγίαινε τῶν ἀεὶ ἐμπιμπλαμένων, μᾶλλον δὲ τῶν ἔνδον μενόντων καὶ μηδέποτε μήτε ψύχους μήτε καύματος πειρωμένων, ἔτι δὲ ἥδιον μὲν ἀλεαινόμενος ᾐσθάνετο, ἥδιον δὲ σιτία προσεφέρετο· πολὺ δὲ μάλιστα ταῖς ὥραις ἔχαιρεν, καὶ τοῦτο μὲν εὐφραίνετο θέρους προσιόντος, ὁπότε ἤδη διαχέοι τὸν ἀέρα, τοῦτο δὲ οὐκ ἤχθετο παυομένου,3 ἅτε ἀπαλλαττόμενος τοῦ σφοδροῦ καύματος, ταῖς δὲ ὥραις ξυνεπόμενος καὶ κατʼ ὀλίγον αὐτῶν πειρώμενος ἀλύπως ἀφικνεῖτο πρὸς ἑκατέραν τὴν ὑπερβολήν.

因为他对自己的身体,绝非如某些愚钝之人所认为的那样漠不关心;那些人看见他瑟瑟发抖、露宿荒野且常常口渴,便以为他轻忽健康与生命;然而他虽经受这些磨砺,却比那些终日饱食之徒更健康,也比那些深居室内、从未体验过严寒与酷热之人更健康。此外,他在取暖时感受到的愉悦更甚,进食时也倍觉甘美;而他最为享受的莫过于四时的更迭:一方面,当夏日临近、空气舒展温和之际,他欣喜不已;另一方面,当夏日逝去之时,由于摆脱了酷热,他也丝毫不烦恼;他顺应四时,逐步体会其变化,毫无痛苦地迎接着每一个极端的到来。

语法注3 条
  1. 6.5τό γε τῶν λιμένων κάλλος, ἔτι δὲ ἀνδριάντας καὶ γραφὰς καὶ χρυσόν τε καὶ ἄργυρον καὶ χαλκόν, τό τε νόμισμα καὶ τὰ ἔπιπλα, καὶ τὴν τῶν οἰκιῶν κατασκευήν, ὑπερβάλλειν μὲν τὰ ἐνταῦθα

    自句首延伸的一连串宾格短语(τό γε κάλλος、ἀνδριάντας、γραφάς 等)在此充当修饰不定式 ὑπερβάλλειν 的关系宾格(即所谓的希腊式宾格),表示“在……方面”。该间接引语不定式的真正主语是后置的中性复数宾格 τὰ ἐνταῦθα(“此地的诸物”)。由于这串名词短语长篇前置,初读易被误视作动词宾语,但实际上 ὑπερβάλλειν 在此作不及物用法(“胜过、卓越”),由前置的诸宾格界定其优越的领域。

  2. 6.6τὸ δὲ τῆς ὁδοῦ μῆκος ἐκείνῳ μέν ὥστε μεταβῆναι πάμπολυ γίγνεσθαι

    此句为间接引语中的“宾格加不定式”结构,其中主语宾格为 τὸ τῆς ὁδοῦ μῆκος,谓语为 πάμπολυ γίγνεσθαι。与格 ἐκείνῳ 依存于 γίγνεσθαι,作关涉与格(“对那位国王而言”)。表示目的或结果的不定式从句 ὥστε μεταβῆναι(“为了迁徙”)通过倒装插在主语/与格与表语形容词 πάμπολυ 之间;句子的基本骨架实为 τὸ μῆκος ἐκείνῳ πάμπολυ γίγνεσθαι ὥστε μεταβῆναι。

  3. 6.8καὶ τοῦτο μὲν εὐφραίνετο θέρους προσιόντος ... τοῦτο δὲ οὐκ ἤχθετο παυομένου

    τοῦτο μέν ... τοῦτο δέ 是中性单数代词充当副词性宾格的习惯用法,等同于 τὸ μέν ... τὸ δέ(“一方面……另一方面……”)。它引出两个相互对仗的分句,后随的独立属格(θέρους προσιόντος 与 παυομένου)分别充当动词 εὐφραίνετο 和 οὐκ ἤχθετο 的时间与原因伴随成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:6.1-6.9