← 金嘴狄翁

演说集

§5.15-5.27

利比亚异兽的寓意与赫拉克勒斯的除灭

叙述者将利比亚异兽的神话阐释为欲望毁灭性力量的寓言,对比了利比亚国王清剿失败与赫拉克勒斯彻底除害的事迹,并补叙了希腊使团前往阿蒙途中遭遇该怪物的轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15

μιμούμενα γυναῖκα κοσμίαν, γενόμενον δʼ ἐγγὺς συναρπάζειν·1 ἔχειν γὰρ δὴ καὶ χεῖρας θηριώδεις, ἃς ὑποκρύπτειν τέως. ὁ μὲν οὖν ὄφις εὐθὺς δακὼν ἀπέκτεινεν ἀπὸ τοῦ ἰοῦ· τὸν δὲ νεκρὸν κατεσθίουσιν ἅμα τε ὁ ὄφις καὶ τὸ ἄλλο θηρίον.

模仿端庄女子的模样,一旦有人走近便骤然将其抓走;因为它们确实也长着野兽般的双手,此前一直暗中藏起。于是那蛇立即咬上一口,以毒液将其毙命;而蛇与兽身的其余部分便一同将尸体吞食殆尽。

§5.16

ὅδε μὲν δὴ ὁ μῦθος, οὐ παιδίῳ πλασθείς, ὡς ἂν ἧττον ᾖ θρασὺ καὶ ἀκόλαστον, ἀλλὰ τοῖς μείζω καὶ τελειοτέραν ἀφροσύνην ἔχουσιν, ὑφʼ ἡμῶν δεῦρο μετενεχθεὶς τάχʼ ἂν ἱκανῶς ἐπιδεῖξαι δύναιτο ὁποῖόν ἐστι τὸ τῶν ἐπιθυμιῶν γένος, ὅτι ἄλογοι οὖσαι καὶ θηριώδεις, ἔπειτα ἡδονήν τινα παραδεικνύουσαι, προσαγόμεναι τοὺς ἀνοήτους ἀπάτῃ καὶ γοητείᾳ, διαφθείρουσιν οἴκτιστα καὶ ἐλεεινότατα.

这便是那个神话,它并非为了让幼童少些鲁莽放肆而为孩童编造,而是针对那些怀有更大、更成熟的愚顽之人;经我们移用于此处,它或许能充分展现欲望的品类究竟是何模样:它们既盲目无理又残忍如兽,随即显露某种欢愉,以欺诈与妖术引诱那些愚顽之人,使他们遭受最为凄惨、可怜的毁灭。

§5.17

ἃ χρὴ δεδιέναι πρὸ ὀφθαλμῶν ἔχοντας, ὥσπερ ἐκεῖνα τοὺς παῖδας ὁπόταν παρὰ καιρὸν τροφῆς ἢ παιδιᾶς ἢ ἄλλου τινὸς ὀρέγωνται, καὶ ἡμᾶς,2 ὁπόταν ἢ τρυφῆς ἢ χρημάτων ἢ ἀφροδισίων ἢ δόξης ἢ ἄλλης τινὸς ἡδονῆς ἐρῶμεν, μήποτε προσιόντες ταῖς πανούργοις ταύταις συναρπασθῶμεν ὑπʼ αὐτῶν ἐπʼ ὀλέθρῳ καὶ διαφθορᾷ πασῶν αἰσχίστῃ.

对此人们理应铭刻于眼前并深怀畏惧,正如孩童在不合时宜地渴望食物、嬉戏或其他事物时畏惧那些怪物一样;而当我们渴望奢华、钱财、情欲、声名或其他某种欢愉时,我们也应当心怀畏惧,免得一旦靠近这些邪恶之物,便被它们卷入一切之中最为可耻的败亡与覆灭之中。

§5.18

καὶ γάρ τοι καὶ τὸ λοιπὸν τοῦ μύθου ταύτῃ τρέπειν οὐ χαλεπὸν ἀνδρὶ ἀδολέσχῃ καὶ πλείω σχεδὸν ἢ ἔδει σχολὴν ἄγοντι. προστιθέασι γὰρ ὡς δὴ βασιλεύς τις τῶν Λιβύων ἐπεχείρησεν ἀνελεῖν τόδε τὸ φῦλον τῶν θηρίων, ἀγανακτῶν τῇ διαφθορᾷ τοῦ λαοῦ. τυγχάνειν δὲ αὐτῶν πολλὰς αὐτοῦ κατῳκισμένας, ὑπὲρ τὴν Σύρτιν δρυμὸν καταλαβούσας πυκνόν τε καὶ ἄγριον.

事实上,对于一个健谈且闲暇几乎超出应有程度的人来说,将这神话的余下部分作如此引申也并非难事。因为人们还补充道,曾有一位利比亚国王因愤于其民众遭残害,企图剿灭这群野兽;而其中许多野兽碰巧聚居于彼处,占据了锡尔提斯湾深处一片繁茂荒蛮的树林。

§5.19

συναγαγόντα δὴ πλῆθος στρατοῦ πολύ3 εἶναι γὰρ οὐκ ἀφανεῖς τοῖς τε σύρμασι τῶν ὄφεων καὶ ὀσμῆς αὐτόθεν δεινῆς φερομένης· οὕτω περισχόντα πανταχόθεν πῦρ ἐμβαλεῖν, καὶ τὰς μὲν ἀποληφθείσας ἀπολέσθαι μετὰ τῶν σκύμνων, τοὺς δὲ Λίβυας φεύγειν κατὰ τάχος ἀπὸ τοῦ χωρίου, μήτε νύκτα μήτε ἡμέραν ἀναπαυομένους, μέχρι νομίζοντες πολὺ προειληφέναι κατέζευξαν παρὰ ποταμόν τινα.

于是他召集了一支庞大的军队——因为借由那些蛇蜿蜒爬行的痕迹以及从那里飘散而出的恶臭,野兽绝难隐匿——就这样四面合围并放起火来,那些被断了退路的兽群便连同幼崽一同化为灰烬,而利比亚人则不分昼夜、一刻不停地自该地急速撤离,直到他们自以为已遥遥领先,才在一条河流旁扎营安顿。

§5.20

τῶν δὲ θηρίων ὁπόσα ἀπῆν κατὰ θήραν, ἐπειδὴ τάχιστα ᾔσθοντο ἀπολωλότας τοὺς φωλεούς, καταδιώξαντα τὴν στρατιὰν πρὸς τὸν ποταμὸν τοὺς μὲν ἐν ὕπνῳ καταλαβόντα, τοὺς δὲ ἄλλους ἀπειρηκότας ὑπὸ τοῦ κόπου, διαφθεῖραι πανσυδί.

然而外出猎食的野兽一旦察觉巢穴被毁,便一路追赶军队直至河边,有的趁着士兵熟睡时将其袭杀,有的则将因劳顿而筋疲力尽者捕获,将他们斩尽杀绝。

§5.21

τότε μὲν οὖν ἀτελὲς αὐτῷ γενέσθαι τὸ ἔργον τῆς διαφθορᾶς τοῦ γένους. ὕστερον δὲ Ἡρακλέα τὴν σύμπασαν γῆν καθαίροντα ἀπό τε τῶν θηρίων καὶ τῶν τυράννων κἀκεῖσε ἀφικέσθαι, καὶ τόν τε τόπον ἐμπρῆσαι καὶ τὰ φεύγοντα ἐκ τοῦ πυρὸς τὰ μὲν τῷ ῥοπάλῳ παίοντα κατακαίνειν, ὁπόσα ὁμόσε ᾔει, τὰ δὲ ἀποδιδράσκοντα τοῖς βέλεσι.

因此在当时,彻底剿灭该族类的大业于他而言终究未能竞成。但后来赫拉克勒斯在荡平全地、肃清群兽与僭主之际亦抵达彼处,焚毁了那片土地;对于从烈火中逃出的野兽,凡是迎面扑来的便用木棒击毙,凡是仓皇逃窜的则以箭矢射杀。

§5.22

τυχὸν οὖν ὁ μῦθος αἰνίττεται λέγων τοὺς πολλοὺς μὲν εἴ πού τις ἐπεχείρησε καθῆραι τὴν αὑτοῦ ψυχὴν ὥσπερ ἄβατον καὶ μεστόν τινα θηρίων χαλεπῶν τόπον, ἐξελὼν δὴ καὶ ἀπολέσας τι τῶν ἐπιθυμιῶν εἶδος, ἐλπίσαντας ἀπηλλάχθαι καὶ διαπεφευγέναι, οὐκ ἰσχυρῶς αὐτὸ δράσαντας, ὀλίγον ὕστερον ὑπὸ τῶν λειπομένων ἐπιθυμιῶν ἀπολέσθαι4 καὶ διαφθαρῆναι. Ἡρακλέα δὲ τὸν Διὸς καὶ Ἀλκμήνης ἐπεξελθεῖν καὶ ἀποφῆναι καθαρὰν καὶ ἥμερον τὴν αὑτοῦ διάνοιαν. καὶ τοῦτο αὐτῷ δηλοῦν τῆς γῆς τὴν ἡμέρωσιν.

或许这神话正是在隐喻地表明:对于大多数人而言,假若有人企图净化自己的灵魂——正如净化一片难以涉足且充斥凶恶野兽的荒野——即便祛除并消灭了某种形式的欲望,但若未曾彻底行之,便自以为业已摆脱且已逃脱,不久之后仍会被残留的欲望所吞噬与毁灭;而宙斯与阿尔克墨涅之子赫拉克勒斯却将这一事业贯彻到底,使自己的心智变得纯净而驯顺。而这便是对他而言使大地归于驯化的意涵。

§5.24

βούλεσθε οὖν βραχύ τι καὶ τοῖς νεωτέροις ἐπιχαρισώμεθα τοῦ μυθολογήματος; οὕτω γὰρ πάνυ πείθονται αὐτῷ καὶ νομίζουσιν ἀληθὲς ὥστε ὕστερόν ποτέ φασιν ἐπιφανῆναι τοῦ γένους τούτου βαδίζουσιν εἰς Ἄμμωνος Ἕλλησι θεωροῖς μετὰ πολλῆς δυνάμεως παραπεμπούσης ἱππέων καὶ τοξοτῶν.

那么,诸位是否愿意我们为了年轻人的趣味,再将这段神话传说略作展延?因为他们对此深信不疑,视其为确凿之事,以至于传说后来有希腊使团在众多骑兵与弓箭手护卫下前往阿蒙神庙途中,这一族类的异兽竟曾现身。

§5.25

δόξαι γὰρ αὐτοῖς ἐπὶ θινός τινος κατακεῖσθαι γυναῖκα, διφθέραν ἐπιβεβλημένην ἄνωθεν, ὥσπερ αἱ Λίβυσσαι, ἐπιδεικνύειν δὲ τὰ στήθη καὶ τοὺς μαστοὺς τὸν τράχηλον ἀνακλῶσαν. καὶ τοὺς ὑπολαβεῖν ἔκ τινος κώμης τῶν ἑταιρουσῶν τινα γυναικῶν ἐνταῦθα ἰέναι πρὸς τὸν ὄχλον.

在他们看来,似乎有一名女子横卧在一处沙丘上,如利比亚女子那般自上方披覆着一张毛皮,仰着脖颈袒露出胸膛与乳房;众人便以为是来自某个村落的娼妓来到这人群聚集之处。

§5.26

δύο δέ τινας νεανίσκους ἐκπλαγέντας τὸ εἶδος ἰέναι πρὸς αὐτήν, τὸν ἕτερον φθάνοντα. τὸ δὲ θηρίον, ὡς ἔλαβεν αὐτόν, κατασῦραν εἰς κοῖλόν τι τῆς ψάμμου κατεσθίειν.

有两名青年惊羡于其美貌,便迎上前去,其中一人走在前头。那异兽一把抓住了他,将其拖入一处沙洼之中狼吞虎咽。

§5.27

καὶ τὸν ἕτερον νεανίσκον ὑπερβαλόντα θεάσασθαι καὶ ἀνακραγεῖν, καὶ οὕτως ἐπιβοηθῆσαι τὸ λοιπὸν πλῆθος. τὸ δὲ θηρίον ἐφορμῆσαι τῷ νεανίσκῳ, προϊσχόμενον τὸν ὄφιν, καὶ ἀποκτεῖναν οἴχεσθαι μετὰ συριγμοῦ. τὸν δὲ νεκρὸν εὑρεθῆναι σαπρόν τε καὶ μυδῶντα· καὶ τοὺς Λίβυας τοὺς ἡγεμόνας τῆς ὁδοῦ οὐκ ἐᾶν ἅπτεσθαι τοῦ σώματος, ὡς ἅπαντας ἀπολουμένους.

另一名青年翻过沙丘目睹了这一幕,惊骇高呼,其余众人于是纷纷赶来救援。然而那异兽挺出毒蛇直扑向那名青年,将其杀死后发出一声嘶鸣便遁逸无踪。那具尸体被发现时已然腐烂流脓;领路的利比亚人禁止任何人触碰尸身,声称所有人都会丧命。

语法注4 条
  1. 5.15γενόμενον δʼ ἐγγὺς συναρπάζειν

    不定词 συναρπάζειν 承接前文的间接引语,其主语为前文的中性复数分词 μιμούμενα(指代异兽)。阳性单数宾格分词 γενόμενον 则作为 συναρπάζειν 的直接宾语,实质化表示“走近的人”,省略了先行词 τινά。

  2. 5.17ὥσπερ ἐκεῖνα τοὺς παῖδας ὁπόταν παρὰ καιρὸν τροφῆς ἢ παιδιᾶς ἢ ἄλλου τινὸς ὀρέγωνται, καὶ ἡμᾶς

    比较句中的动词短语省略(zeugma / ellipsis):ὥσπερ 从句中省略了 [δεδιέναι χρή],与主句中的 καὶ ἡμᾶς [δεδιέναι χρή] 相互呼应。在该从句内部,ἐκεῖνα(宾格,指怪物)作为敬畏的对象,τοὺς παῖδας 则作为省略的不定词之逻辑主语。

  3. 5.19συναγαγόντα δὴ πλῆθος στρατοῦ πολύ

    间接引语结构的转换:在前句由 ὡς δή 引导定式动词(ἐπεχείρησεν)之后,句法重新回到了由 προστιθέασι 所管辖的“宾格加不定词”结构。分词 συναγαγόντα 及后文的 περισχόντα 均为阳性单数宾格,与不定词 ἐμβαλεῖν 的逻辑主语(利比亚国王)保持一致。

  4. 5.22τοὺς πολλοὺς μὲν εἴ πού τις ἐπεχείρησε καθῆραι τὴν αὑτοῦ ψυχὴν ... ἀπολέσθαι

    前置先取(prolepsis)与破格结构(anacoluthon):τοὺς πολλοὺς μὲν 被先取性地置于条件从句 εἴ πού τις ἐπεχείρησε... 之前,充当后文不定词短语 ἀπολέσθαι καὶ διαφθαρῆναι 的逻辑主语。虽然条件从句的主语为单数不定代词(τις),但随后的分词(ἐλπίσαντας, δράσαντας)则与前面的复数宾格 τοὺς πολλούς 保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:5.15-5.27