- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:59.1-59.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥德修斯在独白中述说了自己因追求荣誉而肩负险恶任务潜入利姆诺斯岛以带回菲洛克忒忒斯与神弓的始末,随后与现身的菲洛克忒忒斯展开了初步对话。
ʽὈδυσσεύσ̓. Φοβοῦμαι μήποτε μάτην κατ’ ἐμοῦ φανῶσι ταύτην οἱ σύμμαχοι τὴν δόξαν εἰληφότες ὡς ἀρίστου δὴ καὶ σοφωτάτου τῶν Ἑλλήνων. καίτοι ποία τις ἡ τοιαύτη σοφία καὶ φρόνησις, δι’ ἥν τις ἀναγκάζεται πλείω τῶν ἄλλων πονεῖν ὑπὲρ τῆς κοινῆς σωτηρίας καὶ νίκης, ἐξὸν1 ἕνα τοῦ πλήθους δοκοῦντα μηδενὸς ἔλαττον ἐν τούτοις ἔχειν τῶν ἀρίστων; ἀλλὰ γὰρ ἴσως χαλεπὸν εὑρεῖν οὕτω μεγαλόφρον καὶ φιλότιμον ὁτιοῦν ὡς ἀνὴρ πέφυκεν. τοὺς γὰρ φανεροὺς καὶ πλειόνων ἅπτεσθαι τολμῶντας σχεδὸν τούτους ἅπαντες θαυμάζομεν καὶ τῷ ὄντι ἄνδρας ἡγούμεθα.
奥德修斯:我唯恐同盟者们对我的这番评价最终会显得毫无根据——竟将我视作希腊人中最卓越、最睿智之人。然而,若是因某种智慧与明达而不得不为了共同的获救与胜利比他人承受更多辛劳,这算是什么智慧呢?分明可以只作为大众中的一员,在这些利益中所得的份额绝不少于那些最优秀者。不过,要找到像凡人天生这般心高气傲且追逐荣誉之物,恐怕是很难的。因为对于那些显赫卓著、敢于经手更多事务的人,我们几乎所有人都会心生赞叹,并将他们视作真正的男子汉。
ὑφ’ ἧς φιλοτιμίας κἀγὼ προάγομαι πλεῖστα πράγματα ἔχειν καὶ ζῆν ἐπιπόνως παρ’ ὁντινοῦν, ἀεί τινα ποοσδεχόμενος καινὸν κίνδυνον, ὀκνῶν διαφθεῖραι τὴν ἐπὶ τοῖς ἔμπροσθεν γεγονόσιν εὔκλειαν. νῦν οὖν κατὰ πρᾶξιν πάνυ ἐπισφαλῆ καὶ χαλεπὴν δεῦρο ἐλήλυθα εἰς Λῆμνον, ὅπως Φιλοκτήτην καὶ τὰ Ἡρακλέους τόξα κομίζοιμι τοῖς συμμάχοις. ὁ γὰρ δὴ μαντικώτατος Φρυγῶν Ἕλενος ὁ Πριάμου κατεμήνυσεν, ὡς ἔτυχεν αἰχμάλωτος ληφθείς, ἄνευ τούτων μήποτ’ ἂν ἁλῶναι τὴν πόλιν.2
正是受这种荣誉心的驱使,我也被引向承受极多繁重事务,过着比任何人都要艰辛的生活,总是期待着某种新的危险,唯恐毁掉了因往日功绩而赢得的声名。因此,如今我为了执行一项极其凶险而艰巨的任务来到了利姆诺斯,旨在将菲洛克忒忒斯和赫拉克勒斯的神弓带给同盟者们。因为在特洛伊人中最为通晓神谕的普里阿摩斯之子赫勒诺斯,在沦为战俘后透露:若没有这些,这座城池就绝不可能被攻克。
πρὸς μὲν δὴ τοὺς βασιλέας οὐχ ὡμολόγησα τὴν πρᾶξιν, ἐπιστάμενος τὴν τοῦ ἀνδρὸς ἔχθραν, ᾧ γε αὐτὸς αἴτιος ἐγενόμην καταλειφθῆναι, ὅτε δηχθεὶς ἔτυχεν ὑπὸ χαλεπῆς καὶ ἀνιάτου ἐχίδνης. οὐκ ἂν οὖν ᾤμην οὐδὲ πειθὼ τοιαύτην ἐξευρεῖν, ὑφ’ ἧς ἄν ποτε ἐκεῖνος ἐμοὶ πρᾴως ἔσχεν· ἀλλ’ εὐθὺς ἀποθανεῖσθαι ᾤμην ὑπ’ αὐτοῦ. ὕστερον δέ, τῆς Ἀθηνᾶς μοι παρακελευσαμένης καθ’ ὕπνους, ὥσπερ εἴωθε, θαρροῦντα ἐπὶ τὸν ἄνδρα ἰέναι· αὐτὴ γὰρ ἀλλάξειν μου τὸ εἶδος καὶ τὴν φωνήν, ὥστε λαθεῖν αὐτῷ ξυγγενόμενον· οὕτω δὴ ἀφῖγμαι θαρρήσας.
当时我对诸王并未应承下这桩差事,因为深知那人对我的怨恨——当初他被凶险且无法医治的毒蛇咬伤时,正是我促成了将他遗弃。因此我原以为自己不可能找到任何能够让他对我温和以待的劝说之道,反而自以为必会立刻死在他手中。但后来,雅典娜像往常一样在睡梦中叮嘱我,教我勇敢地前往那人那里;因为她将亲自改变我的形貌与声音,使得即便与他相遇也不会被察觉。正是由于获得了这样的勇气,我才来到了这里。
πυνθάνομαι δὲ καὶ παρὰ τῶν Φρυγῶν πρέσβεις ἀπεστάλθαι κρύφα, ἐάν πως δύνωνται τὸν Φιλοκτήτην πείσαντες δώροις ἅμα καὶ διὰ τὴν ἔχθραν τὴν πρὸς ἡμᾶς ἀναλαβεῖν εἰς τὴν πόλιν αὐτὸν καὶ τὰ τόξα. τοιούτου προκειμένου ἄθλου πῶς οὐ πάντα χρὴ ἄνδρα γίγνεσθαι πρόθυμον; ὡς διαμαρτάνοντι τῆς πράξεως ταύτης3 πάντα τὰ πρότερον εἰργασμένα μάτην πεπονῆσθαι ἔοικεν.
我还得知,特洛伊人也已暗中派遣了使者,试图通过礼物并利用他对我们的仇恨来说服菲洛克忒忒斯,将他本人连同神弓一并接引到城中去。面对眼前摆着的如此重任,又有谁不应当奋发图强呢?因为对于在此事上失手的人来说,先前所付出的一切劳绩仿佛都成了徒劳。
παπαῖ· πρόσεισιν ὁ ἀνήρ. αὐτὸς ὅδε ὁ Ποίαντος παῖς, οὐκ ἄδηλος τῇ ξυμφορᾷ, μόλις καὶ χαλεπῶς προβαίνων. ὢ τοῦ χαλεποῦ καὶ δεινοῦ ὁράματος· οὕτως τό τε εἶδος ὑπὸ τῆς νόσου φοβερὸν ἥ τε στολὴ ἀήθης· δοραὶ θηρίων καλύπτουσιν αὐτόν. ἀλλὰ σὺ ἄμυνον, ὦ δεσποινα Ἀθηνᾶ, καὶ μὴ μάτην φανῇς ἡμῖν ὑποσχομένη τὴν σωτηρίαν. (Φιλοκτήτης.)
哎呀!那人走过来了。正是珀阿斯之子本人,从他的不幸遭遇便能一眼认出,正艰难而痛苦地前行。哦,多么凄惨可怕的景象!他的面容因病痛而如此骇人,衣着又这般怪异;野兽的毛皮遮盖着他的身躯。但尊贵的雅典娜啊,请护佑我,切勿使你向我们许诺的拯救化为泡影。(菲洛克忒忒斯上场。)
Τί δὴ βουλόμενος, ὅστις εἶ ποτε σύ, ἢ τίνα τόλμαν λαβών, πότερον ἁρπαγῆς χάριν ἥκεις ἐπὶ τήνδε τὴν ἄπορον στέγην ἢ κατάσκοπος τῆς ἡμετέρας δυστυχίας; — Ο. Οὔ τοί γε ὁρᾷς ἄνδρα ὑβριστήν. — Ο. Οὐ μὴν εἰωθώς γε πρότερον δεῦρο ἥκεις. — Ο. Οὐ γὰρ εἰωθώς· εἴη δὲ καὶ νῦν ἐν καιρῷ ἀφῖχθαι. — Φ. Πολλὴν ἔοικας φράζειν ἀλογίαν τῆς δεῦρο ὁδοῦ. — Ο. Εὖ τοίνυν ἴσθι οὐ χωρὶς αἰτίας με ἥκοντα καὶ σοί γε οὐκ ἀλλότριον φανησόμενον. —
菲洛克忒忒斯:无论你是何人,你怀着何种意图,凭着怎样的胆量来到这处困顿的居所?究竟是为了抢掠,还是为了窥探我们的不幸? 奥德修斯:你所见到的绝非行凶强暴之人。 菲洛克忒忒斯:然而你从前可从未习惯来到这里。 奥德修斯:我确实不曾习惯;但愿此刻抵达亦正合时宜。 菲洛克忒忒斯:关于你来此处的行程,你所言似乎大谬不然。 奥德修斯:那么你当确知,我绝非无故而来,而且对你而言,我也绝不会显出敌意。
- 59.1ἐξὸν
无人称动词 ἔξεστι(可能、允许)的绝对宾格(accusative absolute),表示让步转折,意为“分明可以……的时候/尽管……”。
- 59.2ἄνευ τούτων μήποτ’ ἂν ἁλῶναι τὴν πόλιν
由动词 κατεμήνυσεν 引出的间接引语。小词 ἄν 与第二不定过去时被动不定词 ἁλῶναι 结合,相当于直接引语中的 ἄν 搭配希求法或过去直陈式,表示潜在或推论:“若无这些,城池绝不可能被攻克”。
- 59.4ὡς διαμαρτάνοντι τῆς πράξεως ταύτης
由 ὡς 引出的与格分词 διαμαρτάνοντι。它充当下文动词 ἔοικεν 的判断基准/关系与格(dative of reference),表达“对于在此行动中失败的人而言,似乎……”。
