- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:58.1-58.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
少年阿喀琉斯斥责弓术是怯懦之技并攻击喀戎的教导,喀戎被激怒后预言了阿喀琉斯一生的鲁莽以及日后看不见对手便死去的结局。
Ὁ Ἀχιλλεὺς τὸν Χείρωνα ἤρετο, Τί μ̓, ἔφη, τοξεύειν διδάσκεις; Ὅτι, ἔφη, καὶ τοῦτο τῶν πολεμικῶν ἐστιν. Δειλῶν, ἔφη, τὸ ἔργον ἐπὶ δειλούς.1 Πῶς; ἔφη. Ὅ γε οὐκ ἐᾷ τὸν πολέμιον ἐγγὺς προσελθεῖν. Ὅ γε οὐκ ἐᾷ τὸν πολέμιον μακρὰν ἀπελθεῖν. Φευγόντων τὸ ὅπλον. Οὔκ, ἀλλ’ ἐπὶ τοὺς φεύγοντας. Αὐτὸν δεῖ τοὺς φεύγοντας αἱρεῖν. Βράδιον ἢ τάχιον; Ὡς οἷόν τε τάχιστα. Πότερον οὖν τρέχων τις αἱροῖ ἂν θᾶττον ἢ πετόμενος; Μὴ οὖν αὐτός γε αἱρεῖ; Τίς μήν; Τὸ βέλος. Ἐὰν δὲ ἀκοντίσῃς, τίς αἱρεῖ; Οὐκ οἶδα.
阿喀琉斯问喀戎:“你为何教我射箭?”喀戎说:“因为这也属于战阵之事。”阿喀琉斯说:“这是懦夫对付懦夫的伎俩。”喀戎问:“怎么说?”“因为它不容敌人靠近。”“它也不容敌人逃往远处。”“这是逃亡者的武器。”“不,而是射向逃亡者的武器。”“应当亲自去擒获逃亡者。”“慢些好,还是快些好?”“尽可能快。”“那么,人是跑着去擒获更快,还是飞着去擒获更快?”“难道是人亲自擒获他们吗?”“那又是谁呢?”“是箭。”“如果你投掷标枪,又是谁擒获呢?”“我不知道。”
Ἀλλὰ πότε αὐτὸς αἱρεῖς καὶ ἀποκτείνεις; ὅταν διασπάσῃς λαβών, ὥσπερ τὰ θηρία; ἦπου, ἔφη, ἀνδρειοτέρας ἡγῇ τὰς γυναῖκας, ὅτι ἐγγύτατα μάχονται ἐπιπεσοῦσαι ἀλλήλαις; ὁ δὲ Ἀχιλλεὺς ταῦτα ἀκούων ἅμα θυμοῦ καὶ δακρύων ἐνεπίμπλατο καὶ τὸν Χείρωνα ἐλοιδόρει καὶ οὐκ ἔφη παρ’ αὐτῷ μενεῖν, ἀλλ’ εἰς Φθίαν ἀπιέναι παρὰ τὸν πατέρα καὶ παρ’ ἐκείνῳ παιδεύσεσθαι· πολὺ γὰρ κρείττονα εἶναι τὸν Πηλέα τοῦ Χείρωνος καὶ οὐκ εἶναι σοφιστήν, ὥσπερ ὁ Χείρων. ἦν δὲ ἔτι παῖς ὁ Ἀχιλλεὺς οὐδέπω ἡβάσκων.
“但你何时才是亲自擒获并杀死敌人的?难道是在像野兽那样抓住并撕裂敌人之时吗?你难道当真认为,”喀戎说,“女人更为勇敢,只因她们扑向彼此、近身搏斗吗?”阿喀琉斯听了这话,心中同时涌起愤怒与泪水,开始咒骂喀戎,说自己绝不留在他身边,而要回普提亚去父亲那里,在父亲身边受教;因为珀琉斯远比喀戎优秀,且不像喀戎那般是个诡辩家。当时阿喀琉斯仍是个孩童,尚未成年。
Πῶς οὖν, ἔφη, κρείττων ὢν οὐκ αὐτὸς παιδεύει σε; Ὅτι, ἔφη, οὐ σχολὴ αὐτῷ. Ὑπὸ τοῦ; Ὑπὸ τῆς βασιλείας. Διαφέρει οὖν τι βασιλεύειν ἢ παιδεύειν; Πολὺ γε. σὺ δέ μοι δίδως κέρας τι καὶ νεῦρον καὶ μικρὰ σιδήρια ἐπὶ λεπτοῖς δονακίοις, ὥσπερ ὄρνιθας θηρεύσειν μέλλοντι, οὐκ ἀνδράσιν οὐδὲ θηρίοις μαχεῖσθαι. γνοίη δ’ ἄν τις τὴν ἀθλιότητα ὅσα τὰ ὅπλα,2 εἴ ποτε ἐγγὺς γένοιτο καὶ ἀναγκασθείη αὐτοῖς ἐκ χειρὸς μάχεσθαι. ἀλλὰ δεῖ δραπετεύοντα μάχεσθαι, φοβούμενον καὶ φυλαττόμενον ὅπως μηδὲ ὀφθήσεται, ὥσπερ κακὸν ἀνδράποδον· ὅς γε οὐδὲ ἀποκτείνας σκυλεύσαι ἂν οὐδὲ ὀφθήσεταί ποτε ᾑμαγμένος ἀπ’ ἀνδρὸς ἐχθροῦ. τοιαῦτα διδάσκεις με, τοξεύειν καὶ κιθαρίζειν· πρῴην δέ ποτε καὶ ῥίζας ὀρύττειν, ὥσπερ αἱ φαρμακίδες.
喀戎问:“那么,他既然更优秀,为何不亲自教导你呢?”阿喀琉斯答道:“因为他没有闲暇。”“受何事所累?”“受王权政务所累。”“那么,为王执政与施教育人难道有什么区别吗?”“大有区别。而你却给我一段牛角、一条弓弦和细弱芦苇上的小铁片,宛如对待一个将要去猎鸟的人,而不是要去与战士或野兽搏杀之人。如果有人一旦靠近并被迫用它们近身格斗,定会明白这些武器是何等低劣。然而人却必须像个逃亡者一样战斗,像个卑劣的奴隶一般恐惧提防,唯恐被人看见;这样的人即便杀了人也不能剥取铠甲,也绝不会让人看见他身上染着仇敌的鲜血。你教给我的就是这类勾当:射箭与弹琴;前些日子甚至还教我像巫婆那样挖掘草根。”
Οὐδὲ τὸ ἱππεύειν ἀρέσκει σε; ἐπήρετο αὐτὸν ὁ Χείρων. Οὐδὲ σύ, ἔφη, ἀρέσκεις με τοιοῦτος ὤν. δοκεῖς γάρ μοι ἑτοιμότερος εἶναι φεύγειν ἢ μένειν. καὶ ὁ Χείρων ὀργισθεὶς αὐτῷ καὶ ὑπὸ τῆς ὀργῆς φρίξας τὴν χαίτην, καὶ ὑποβλέψας δεινόν, ὥσπερ ἀστραπή, μόλις δὲ ἀπεχόμενος τοῦ μὴ παῖσαι αὐτόν,3 ὅτι διενοεῖτο ἐρᾶν αὐτοῦ, Ὦ κακόν, ἔφη, γέννημα καὶ θρασὺ μητρὸς θαλασσίας, ἥ σε κακῶς διέφθειρε φυσῶσα ἐπὶ τῷ γένει· πολύ γε μὴν κάκιον ταύτης ὁ πατὴρ διηγούμενος ὡς ὕμνησαν αὐτοῦ τὸν γάμον οἱ θεοί· σοὶ δὲ οὔτε θαλάττης οὔτε οὐρανοῦ προσήκει οὐδέν. φημὶ δέ σε ἐγὼ πολεμικὸν μὲν οὐδέποτε ἔσεσθαι, δόξειν δὲ τοῖς ἀνοήτοις, οὐδὲ ἡγήσεσθαι οὐδέποτε, ὅπου ἂν πολεμῇς, καίτοι Θέτιδος ὄντα καὶ Πηλέως. διὰ μέντοι τὸ θράσος καὶ τὸ τάχος καὶ τὴν ἰσχὺν κολακεύοντές σε φήσουσι φέρτατον ἀνδρῶν. ὅμως δὲ ὑπὸ ἄλλων ἀξιώσουσι βασιλεύεσθαι, σὲ δὲ μάχεσθαι καὶ κινδυνεύειν ὑπὲρ αὑτῶν ἀναγκάσουσι δώροις τε καὶ ἐπαίνοις ματαίοις, ἕως ἂν ἀποθάνῃς.
喀戎问他:“难道连骑马也不讨你欢喜吗?”阿喀琉斯说:“连你这副模样的人都不讨我欢喜。因为在我看来,你这副样子比起坚守更易于逃跑。”喀戎被他激怒,鬃毛因愤怒而直竖,眼中透出如闪电般可怕的凶光,但由于心存对他的爱怜,勉强克制住没有打他,便说道: “哎,你这由海中母亲所生的恶劣而鲁莽的孽障!她因出身门第而使你浮夸自满,把你彻底败坏了;而你那滔滔不绝讲述诸神如何在婚礼上为自己颂唱的父亲,比她还要恶劣得多!然而无论大海还是天空,都与你毫无干系。我告诉你,你绝不会成为真正的军事家,虽然在无知之辈看来仿佛如此;无论你在何处作战,你都绝不会成为主帅,尽管你是忒提斯与珀琉斯之子。然而,人们因你的鲁莽、敏捷与蛮力而奉承你,称你为最卓越的人。即便如此,他们也更愿意接受他人统治,却用礼物与虚妄的赞美强迫你为他们战斗涉险,直到你死去。
οἶμαι δέ σε μηδὲ τῶν νεκρῶν ἀφέξεσθαι, ἀλλὰ καὶ τούτους ἂν κεντεῖν τε καὶ ἕλκειν,4 ὡς δή τι μέγα διαπραττόμενον· ὥσπερ τὰ παιδάρια τὰ νήπια ὅ,τι ἂν ἀποκτείνωσιν ἕλκουσι κύκλῳ. τοιοῦτος δὲ ὢν ἀποθανῇ ὑπ’ οὐδενὸς τῶν γενναίων, ὡς σὺ οἴει· ἀλλὰ τοὺς μὲν σαυτῷ ὁμοίους, τοὺς ἀνδρείους καὶ ἀνοήτους, ἀποκτενεῖς ῥᾳδίως· ὑπὸ δὲ ἀνδρὸς φρονίμου καὶ πολεμικοῦ ἀποθανῇ, οὐδὲ ἰδὼν αὐτόν.
“而且我认为你甚至不会放过死者的尸体,反而会刺扎他们、拖拽他们,仿佛成就了何等伟业;正如无知的顽童把弄死的东西拖着团团转一样。你这样的人,绝不会如你所料那般死于高贵勇士之手;相反,那些与你同类的勇猛而无知之辈,你轻易就能斩杀;但你将死于一个精明且善战的男子之手,甚至连他的面孔都看不见。”
- 58.1Δειλῶν, ἔφη, τὸ ἔργον ἐπὶ δειλούς.
Δειλῶν 为表示特征或属性的属格(“懦夫的作为”),与介词短语 ἐπὶ δειλούς(“对付懦夫”)构成紧凑对称的表语结构。
- 58.3γνοίη δ’ ἄν τις τὴν ἀθλιότητα ὅσα τὰ ὅπλα
ὅσα 此处带有感叹或关联限定意味,与 τὴν ἀθλιότητα 相配合,意为“这些武器是何等低劣”或“如此武器之拙劣”。
- 58.4μόλις δὲ ἀπεχόμενος τοῦ μὴ παῖσαι αὐτόν
表示自制、抑止的动词(ἀπέχομαι)后接属格冠词不定式(τοῦ παῖσαι),并带有此类阻止动词后常见的冗余否定词 μή,意为“勉强克制住没有打他”。
- 58.6ἀλλὰ καὶ τούτους ἂν κεντεῖν τε καὶ ἕλκειν
不定式 κεντεῖν 与 ἕλκειν 带 ἄν,在间接引语中受 οἶμαι 支配,对应于直陈法过去时带 ἄν 或希求法带 ἄν,表示基于其性格的强烈揣测与倾向:“会去刺扎并拖拽他们”。
