- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:57.7-57.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐明涅斯托尔之所以引用前代英雄,是为了刺破阿喀琉斯与阿伽门农肿胀的傲气,并指出如蜜般的良言在因愤怒而患病者听来反而苦涩。随后,他为自己向当前听众重述曾对皇帝发表的演说进行辩护,强调对统治者所言具有重大的公众意义。
ὑπὸ δὴ τούτων ὁρῶν αὐτοὺς διεφθαρμένους καὶ μὴ δυναμένους ὁμονοεῖν ἀλλήλοις, ἀλλὰ τὰς ψυχὰς οἰδοῦντας, ὡς ὕστερόν φησιν ὁ Ἀχιλλεύς, ἀλλά μοι οἰδάνεται κραδίη· ἐβούλετο ταπεινῶσαι καὶ τοῦ φρονήματος, εἰ δύναιτο, καθελεῖν·1 ὥσπερ οἱ τὰ οἰδοῦντα νύξαντες ἢ πιέσαντες. διὰ τοῦτο ἐμέμνητο ἀνδρῶν ἐνδόξων καὶ δυνατῶν, ἔτι δὲ οἶμαι πρότερον γεγονότων, εἰδὼς ἐκείνοις μᾶλλον συνεπομένην τὴν δόξαν.
正因看到他们被这些东西所败坏,无法彼此同心同德,反而在心灵上肿胀起来——正如阿喀琉斯后来所说:“但我的心在肿胀”——涅斯托尔便希望贬抑他们,并在可能的情况下削损他们的傲气,正如人们刺破或按压肿胀的部位一样。正因如此,他提到了那些名声显赫且强有力的人物,而且我想是属于更早时代的人物,因为他深知盛名更加归属于他们。
καὶ μέντοι γε οὐκ ἐπ’ αὐτοῖς ἐποιήσατο2 τίνα γνώμην ἕξουσι περὶ τῶν ἀνδρῶν, ἀλλ’ αὐτὸς ἀποφαίνεται ἄντικρυς ὡς πολὺ κρείττονας ἐκείνων ὄντας, εἰ δύναιντο ὀλίγον ὑφεῖναι τοῦ τύφου καὶ τῆς μανίας. ἆρα εἰκῇ δοκεῖ ὑμῖν Ὅμηρος περιθεῖναι τοὺς λόγους τούτους Νέστορι, ὅν φησι δεινότατον εἶναι ἀνθρώπων καὶ τὴν δύναμιν αὐτοῦ τῶν λόγων προσεικάζει τῇ φύσει τοῦ μέλιτος, ὃ τοῖς μὲν ὑγιαίνουσιν ἥδιστον καὶ γλυκύτατον ἁπάντων, τοῖς δὲ νοσοῦσι καὶ πυρέττουσιν, ὥς φασιν, ἀηδέστατον καὶ τὰ ἡλκωμένα καὶ πεπονθότα καθαίρειν καὶ δάκνειν πέφυκεν.
而且,他绝未由他们自行决定对那些人物持何种看法,而是自己直截了当地声明那些古人远比他们更为优秀,看他们能否稍稍收敛自己的傲慢与狂妄。你们以为荷马把这些言辞赋予涅斯托尔是无心之举吗?荷马称他是人类中最精妙雄辩的人,并将他言辞的力量比作蜂蜜的本性:蜂蜜对健康之人而言是最怡人、最甘甜的事物,但对患病和发烧的人来说,正如人们所言,是最难以下咽的,并且它天生具有清洗和刺痛溃烂受创部位的特性。
καὶ γὰρ ὁ τοῦ Νέστορος λόγος, τοῖς ἄλλοις γλυκὺς φαινόμενος, πικρὸς ἔδοξε τῷ Ἀχιλλεῖ καὶ τῷ Ἀγαμέμνονι, νοσοῦσι καὶ διεφθαρμένοις ὑπὸ τῆς ὀργῆς, ὥστε οὐκ ἐπείσθησαν αὐτῷ διὰ τὴν ἄνοιαν. οὐκοῦν οὐδὲ τοῦτο εἶπε μάτην Ὅμηρος, οὐδέ, ὥσπερ οἴονταί τινες, ἀπὸ τύχης. περὶ μὲν οὖν τούτων ἐῶμεν.
事实上,涅斯托尔的言辞虽在他人看来甘美,在因愤怒而患病且败坏的阿喀琉斯和阿伽门农看来却显得苦涩,以至于他们因愚昧而没有听从他。因此荷马说出这番话绝非徒劳,也并非如某些人所认为的那样出于偶然。关于这些事,我们暂且搁置一边。
ἐκεῖνο δ’ ἐνθυμηθῆναι ἄξιον ἀπὸ τῶν εἰρημένων, ἐάν τις ἀνθρώποις ὁμιλῶν διηγῆται πρὸς αὐτοὺς ὅτι καὶ πρότερον ἄλλοις ὁμιλήσας πολὺ κρείττοσι, δήμοις ἢ βασιλεῦσιν ἢ τυράννοις, οὐκ ἀπέτυχεν αὐτῶν, ἀλλ’ ἔσχεν ὑπακούοντας καὶ πειθομένους, εἰ δίκαιός ἐστιν ἀλαζὼν δοκεῖν,3 ὡς διὰ τοῦτο μεμνημένος ἐκείνων τῶν λόγων, ἵνα θαυμάζοιτο καὶ δοκοίη μακάριος, ἢ μᾶλλον ἵνα πειθομένους ἔχοι τοὺς ἀκούοντας, μιμούμενος τὴν τοῦ Νέστορος διδασκαλίαν.
然而,从上述内容中值得思考的是这一点:如果有人在与众人交往时,向他们讲述自己从前也曾与远比他们更卓越的人交往——无论是平民大众、君王还是僭主——并且未曾在他们身上失败,反而使他们顺从听话;那么,将此人视为吹嘘者是否公允?〔认为他〕仿佛是为了受人钦佩、被视为有福才提起那些言论,还是更应〔认为他是〕仿效涅斯托尔的施教,为了使听众能够听从顺服〔才提起〕?
καὶ γὰρ ἄτοπον, εἰ Σωκράτης μὲν τοὺς ἐν Λυκείῳ ῥηθέντας λόγους ὀλίγον μεταβὰς ἀπήγγελλε τοῖς ἐν Ἀκαδημίᾳ, καὶ τοὺς ἐν Ἀκαδημίᾳ πάλιν εἰς τὸ Λύκειον ἐλθὼν οὐκ ὤκνει διαλέγεσθαι, καὶ τοσοῦτος ἤδη χρόνος ἐστὶν ἐξ οὗ τὰς αὐτὰς διδάσκουσι τραγῳδίας καὶ κωμῳδίας· ἡμεῖς δὲ ἄτοπον δόξομεν ποιεῖν, ἐπειδὴ βούλεσθε ἀκροᾶσθαι λόγων τινῶν, τοὺς ῥηθέντας πρὸς τὸν αὐτοκράτορα νῦν ἀπαγγέλλοντες, ὡς οὐ διαφέρον εἰδέναι πότερον ὠφέλιμοι καὶ χρήσιμοι καὶ ὑμῖν καὶ τοῖς ἄλλοις ἀνθρώποις ἅπασιν ἐκεῖνοι ἢ φαῦλοι καὶ ἀνωφελεῖς.
因为如果苏格拉底在稍作走动后,就把在吕刻昂讲过的话转述给阿卡德米亚的人,又毫不犹豫地来到吕刻昂探讨在阿卡德米亚讲过的内容;而且自人们上演同一批悲剧和喜剧以来已有如此悠久的岁月;而我们如今由于你们希望听取一些言论,便将对皇帝讲过的话重新复述给你们,却被认为举动怪异,仿佛知晓那些言论对你们及所有其他人究竟是有益有用、还是拙劣无益是无关紧要之事,这岂不是咄咄怪事?
εὖ γὰρ ἴστε ὅτι τοῖς μὲν ἰδιώταις οἱ λεγόμενοι λόγοι πρὸς αὐτοὺς ἐκείνους τείνουσι καὶ ὀλίγους τῶν ἄλλων· οἱ δὲ πρὸς τοὺς βασιλέας ταῖς δημοσίαις ἐοίκασιν εὐχαῖς ἢ κατάραις. ὅθεν ἐγὼ τὸν Πέρσην οὔτε τἄλλα νομίζω φρόνιμον οὔτε ὅτι τοὺς τυχόντας ἀνθρώπους πανταχῇ διέπεμπεν, ὦτα βασιλέως καλουμένους, καὶ πάντα ἐκείνοις ἀκούειν ἐπέτρεπε, δέον φυλάττεσθαι τὰ βασιλέως ὦτα4 πολὺ μᾶλλον τῆς χρυσῆς πλατάνου, μή τι δυσχερὲς ἀκούσῃ καὶ βλαβερόν.
你们当深知,对平民个人所说的话,其影响仅及于他们自身和极少数其他人;但对君王所说的话,却宛如公开的祈愿或诅咒。因此,我认为波斯国王在其他方面并不明智,在把被称为“国王之耳”的平庸之辈派往各处并任由他们探听一切这件事上也不明智;而事实上,他本应远比守护那棵黄金悬铃木更加严密地守护国王的双耳,以免听到任何令人不快且有害之物。
- 57.7τοῦ φρονήματος, εἰ δύναιτο, καθελεῖν
动词 καθαιρέω 在此支配属格 τοῦ φρονήματος,具有部分属格或分离属格的意味(意为“削损/打压[其部分的]傲气”),而非带直接宾格宾语,突显出削弱其自满之心的意图。
- 57.8οὐκ ἐπ’ αὐτοῖς ἐποιήσατο
介词短语 ἐπί τινι 与中动相动词 ποιέομαι 连用构成惯用表达,意为“由某人裁夺/听凭某人的意向”。此处带有否定词 οὐκ,表明涅斯托尔并未将对古人的评价留给听者自行决定,而是自己直接予以断定。
- 57.10εἰ δίκαιός ἐστιν ἀλαζὼν δοκεῖν
连词 εἰ 承接句首的 ἐκεῖνο δ’ ἐνθυμηθῆναι ἄξιον(“值得思考的是……”),引导间接疑问从句(“是否……”)。从句内部采用了 δίκαιός ἐστιν 接不定式 δοκεῖν 的人称句构(“被认为是……是否合乎正义/公允”)。
- 57.12δέον φυλάττεσθαι τὰ βασιλέως ὦτα
非人称动词 δεῖ 的中性宾格分词 δέον 用作宾格独立结构(accusative absolute),作状语表示让步或转折意味(“虽然应当守护国王的双耳,但他却未能如此”),指出其未尽的本分。
