← 金嘴狄翁

演说集

§57.1-57.6

涅斯托尔回忆昔日英雄的劝说修辞

论者探讨了荷马让涅斯托尔讲述与昔日英雄交往之事的意图,指出这是一种旨在说服愚昧与傲慢之人顺从劝告的高明修辞策略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§57.1

Διὰ τί ποτε δοκεῖ ὑμῖν Νέστορος Ὅμηρος ποιῆσαι τάδε τὰ ἔπη πρὸς Ἀγαμέμνονα καὶ Ἀχιλλέα, παραμυθούμενον αὐτοὺς καὶ διδάσκοντα μὴ διαφέρεσθαι ἀλλήλοις· ἤδη γάρ ποτ’ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν ἀνδράσιν ὡμίλησα, καὶ οὔποτέ μ’ οἵ γ’ ἀθέριζον. οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι, οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν, Καινέα τ’ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον, Θησέα τ’ Αἰγείδην ἐπιείκελον ἀθανάτοισι. κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν· καὶ μέν μευ βουλέων ξύνιον πείθοντό τε μύθῳ. ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον.

你们认为,荷马究竟为何让涅斯托尔对阿伽门农和阿喀琉斯说出以下这些诗句,既是在安抚他们,又是在教导他们不要彼此纷争呢:“因为以往我曾与比你们更卓越的人交往,而他们从未轻慢于我。因为我从未见过、将来也不会见到这样的人,如佩里托俄斯、牧民之长德律阿斯、凯纽斯、埃克萨狄俄斯、宛如天神的波吕斐摩斯,以及貌若不死诸神的埃勾斯之子忒修斯。他们在地上生长的人类中最为强悍;他们理解我的谋略,听从我的言语。你们也当顺从,因为顺从更为有益。”

§57.2

ἆρα μὴ ἀλαζόνα πεποίηκε τὸν Νέστορα1 λέγοντα περὶ τοῦ Πειρίθου καὶ Δρύαντος καὶ τῶν ἄλλων ὅτι θαυμαστοί τε φύσει ὄντες καὶ πολὺ κρείττους ἐκείνων προσεδέοντο τῆς αὐτοῦ διανοίας, καὶ ἧκε μετάπεμπτος εἰς Θετταλίαν ἐκ Πύλου δεομένων ξυνεῖναι καὶ διαλέγεσθαι αὐτῷ; ἔτι γὰρ εἰπὼν ὅτι κράτιστοι ἀνθρώπων ἦσαν, ὡς μέγα τι μαρτυρεῖν ἔοικεν αὐτοῖς τὸ ξυνιέναι τῆς αὑτοῦ γνώμης καὶ πείθεσθαι τοῖς λόγοις. ἢ τοῦτο μὲν σχεδὸν οὗ ἕνεκά φαμεν· πᾶσι τοῖς ὀρθῶς λέγουσιν οὐδέποτε οὐδεὶς ἀπειθεῖ τῶν ξυνιέντων·2 ἀλλ’ ἔστιν ἡ ἀπείθεια ταὐτὸν ἀξυνεσίᾳ;

荷马难道把涅斯托尔塑造成了一个自吹自擂者吗?因为他说起佩里托俄斯、德律阿斯等人时,称他们生性令人惊叹,远胜于阿伽门农等人,却仍需要他的智慧,并且他是应他们渴望与其相聚交流的邀请,才从皮洛斯被召至忒萨利亚的。因为他在进一步说明他们是人类中最强健者之后,似乎把能够领会他的见解并顺从他的言论,当作对他们极高的称许。或者说,这大抵是我们所说的那种缘由:凡是正确言说之人,领会其意者绝无一人不予听从;难道不顺从本身就等同于缺乏理解力吗?

§57.3

φέρε δὴ καὶ τἄλλα σκεψώμεθα, πότερον ὀρθῶς εἴρηκεν ἢ δι’ ἀλαζονείαν. οὐκοῦν οἱ ἀνόητοι πάντες καταφρονοῦσι τῶν ἀδόξων ἀνθρώπων καὶ οὐδὲν προσέχουσι τούτοις, οὐδ’ ἂν τύχωσι τὰ ἄριστα συμβουλεύοντες· οὓς δ’ ἂν ἴδωσι τιμωμένους ὑπὸ τοῦ πλήθους ἢ τῶν μέγιστα δυναμένων, οὐκ ἀπαξιοῦσι πείθεσθαι αὐτοῖς. ἑνὸς μὲν οὖν τούτου χάριν ὁ Νέστωρ συνίστησιν αὑτόν, ὅτι πολλοὺς καὶ δυνατοὺς πρότερον ἠδυνήθη πεῖσαι καὶ ὅτι ἐκεῖνοι κατὰ τὴν αὐτῶν ἀφροσύνην καὶ ἀναισθησίαν ἀπειθήσουσιν, ἂν ἀπειθῶσιν, οὐχ ὡς ἀδυνάτου ὄντος αὐτοῦ συμβουλεῦσαι περὶ τῶν μεγίστων.

且让我们从其他方面也审视一番,看看他是说得正确,还是出于虚荣自诩。愚蠢的人全都轻视无名之辈,对他们不屑一顾,即便他们碰巧提出了最优秀的建议;但凡见到被大众或权势最大者尊奉之人,他们便不耻于顺从他们。因此,正为了这一个缘故,涅斯托尔才推荐自己:表明他从前曾能够说服许多有权势之人,而如今他们〔阿伽门农和阿喀琉斯〕若不听从,也是出于他们自身的愚昧与迟钝,绝非由于他无力就最重大的事务提供建议。

§57.4

ὥσπερ οὖν εἰ λοιδορῶν αὑτὸν καὶ λέγων ὅτι μηδέποτε μηδεὶς ἠξίωσεν αὐτῷ συμβουλεύσασθαι περὶ μηδενὸς ἔμελλε προτρέπειν τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα πείθεσθαι τοῖς λόγοις, οὐκ ἂν ὤκνησε λοιδορεῖν·3 οὕτως εἰ τὸν ἔπαινον ᾤετο παρορμήσειν πρὸς τοῦτο, εἰκότως ἐπῄνει. ἢ οὐκ ἀνοήτου ἀνθρώπου ἐστὶν αἰσχύνεσθαι αὑτὸν ἐπαινεῖν μέλλοντα τὰ μέγιστα ὀνήσειν; ὥσπερ οἶμαι καὶ τοὐναντίον σεμνύνεσθαι καὶ λέγειν ὑπὲρ αὑτοῦ πολλάκις, εἰ κίνδυνός τις ἢ βλάβη προσείη.

因此,正如如果贬低自己并宣称从未有人肯就任何事向他请教,能够促使阿伽门农和阿喀琉斯顺从其言,他便决不会犹豫去贬低自己一样;如果他认为自我赞扬能激励他们顺从,他自然也就赞扬了自己。难道在将要带来莫大裨益之际耻于赞扬自己,不正是愚蠢之人的行径吗?正如我认为相反的情况一样:如果在面临危险或损害时还自命不凡、屡屡谈论自己,那才是愚妄之举。

§57.5

καθάπερ οὖν ὅταν ἰατρὸς βουλόμενος τεμεῖν τινα ἢ καῦσαι παρασχεῖν αὑτὸν4 ἢ πιεῖν φάρμακον ἀηδές, δειλὸν εἰδὼς τὸν ἄνθρωπον καὶ ἀνόητον, ἑτέρων μνημονεύῃ τῶν ὑφ’ αὑτοῦ σωθέντων διὰ τὸ πεισθέντας ὑπομεῖναι τὴν θεραπείαν, οὐδείς φησιν ἀλαζονεύεσθαι τὸν ταῦτα λέγοντα· δοκεῖ μοι δικαίως ἂν μηδὲ ὁ Νέστωρ αἰτίαν ἔχειν ἀλαζονείας.

因此,正如当一名医生希望某人接受切开或灼烫,或者喝下难喝的药剂时,深知那人胆怯而愚钝,便提及其他因听从而忍受治疗并被自己挽救的人,此时绝不会有人说讲这些话的医生是在自吹自擂;在我看来,涅斯托尔同样理应不承担自吹自擂的指责。

§57.6

ἓν μὲν δὴ τοῦτο ὑπῆρχεν ὄφελος ἐκ τῶν λόγων· ἕτερον δέ· τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα ἠπίστατο οὐκ ἄλλως ἁμαρτάνοντας ἢ δι’ ὕβριν· ὑβρίζειν δὲ ἡγεῖτο τοὺς ἀνθρώπους τότε μάλιστα σχεδόν, ἐπειδὰν καταφρονῶσι τῶν ἄλλων καὶ νομίζωσι πολὺ χείρους αὑτῶν, ἐπαιρόμενοι διὰ δόξαν ἢ δύναμιν, καὶ τὸν Ἀχιλλέα καὶ τὸν Ἀγαμέμνονα ἐγίγνωσκε διὰ τοῦτο ἐπαιρομένους καὶ στασιάζοντας ὑπὸ μεγαλαυχίας ἑκάτερον. ὁ μὲν γὰρ ᾤετο, Πηλέως καὶ Θέτιδος υἱὸς ὢν καὶ τῶν τότε ἀνθρώπων διαφέρων ἐν τῷ μάχεσθαι, προσήκειν αὑτῷ μηδενὸς ἁπλῶς ὑπακούειν μηδὲ κρείττονα νομίζειν αὑτοῦ μηδένα· τῷ δὲ Ἀγαμέμνονι τῆς ὕβρεως αἴτιον ὑπῆρχεν ἡ δύναμις ἡ τῆς βασιλείας καὶ τὸ μόνον ἄρχειν τῶν Ἑλλήνων πάντων.

这正是从这些言辞中所获得的一项益处;而另一项益处是:他深知阿伽门农和阿喀琉斯之所以犯错,纯粹是出于傲慢;而且他认为,当人们藐视他人、自认远胜他人,并因声誉或权力而得意忘形时,几乎正是最容易走向傲慢之际;他明白阿喀琉斯和阿伽门农正是因此而趾高气扬,双方皆因自负而争执不休。因为前者认为,自己身为珀琉斯与忒提斯之子,在战斗上冠绝当时之人,自己绝不应听命于任何人,也不应认为有人强于自己;而对阿伽门农而言,傲慢的根源则是王权的威能,以及他独自统御全希腊人这一事实。

语法注4 条
  1. 57.2ἆρα μὴ ἀλαζόνα πεποίηκε τὸν Νέστορα

    小词组合 ἆρα μή 引导一个预期得到否定回答的疑问句(“难道荷马把他塑造成自夸者了吗?”)。此处借表面上看来涅斯托尔的自赞有吹嘘(ἀλαζονεία)之嫌来引发提问,为下文的反驳作铺垫。

  2. 57.2πᾶσι τοῖς ὀρθῶς λέγουσιν οὐδέποτε οὐδεὶς ἀπειθεῖ τῶν ξυνιέντων

    双重否定(οὐδέποτε οὐδεὶς ἀπειθεῖ)构成的强肯定表达,意为“在领会其意的人当中,绝无一人不顺从言之有理者”。属格 τῶν ξυνιέντων 是修饰主语 οὐδείς 的部分属格。

  3. 57.4ὥσπερ οὖν εἰ λοιδορῶν αὑτὸν καὶ λέγων ὅτι μηδέποτε μηδεὶς ἠξίωσεν αὐτῷ συμβουλεύσασθαι περὶ μηδενὸς ἔμελλε προτρέπειν τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα πείθεσθαι τοῖς λόγοις, οὐκ ἂν ὤκνησε λοιδορεῖν

    反事实条件句。条件从句(εἰ... ἔμελλε προτρέπειν)表示未实现的前瞻企图(“如果贬低自己……本能够促使他们”),主句(οὐκ ἂν ὤκνησε)表示与过去事实相反的推论(“他决不会犹豫”)。这与随后由未完成过去时直陈式构成的实际推论(οὕτως εἰ... ᾤετο... ἐπῄνει)形成鲜明对照。

  4. 57.5τεμεῖν τινα ἢ καῦσαι παρασχεῖν αὑτὸν

    成语结构 παρασχεῖν αὑτόν(“听任自身/托付自身”)后接主动不定式 τεμεῖν / καῦσαι,表达被动含义:“听任自己被[医生]切开或灼烫”。代词 τινα 作该不定式结构的宾格主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:57.1-57.6