- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:56.9-56.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥指出阿伽门农在军事编组与议事上完全遵从涅斯托尔及长老会,并在布里塞伊丝事件中如同法庭定罪般接受严厉问责与巨额赔偿,以此证明他绝非不受问责的统治者。
οὕτω δὲ καὶ τῶν ἡγεμόνων, ἔφη, γνώσῃ τούς τε ἀγαθοὺς καὶ τοὺς κακούς· εἰ δὲ τῶν ἡγεμόνων, δῆλον ὅτι καὶ τῶν στρατιωτῶν· ἅμα διδάσκων τῆς ὠφελείας τὸ μέγεθος. — Καὶ τί βουλόμενος οὕτως ἐποίει; — Δ. Ἵνα ἐπίστηται καὶ τελευτήσαντος αὐτοῦ τὴν στρατηγικὴν τέχνην ὁ Ἀγαμέμνων. οὕτως δὲ πάνυ ἦν κατήκοος τοῦ Νέστορος, ὥστε οὐ μόνον, εἴ τι προσέταττεν αὐτὸς παρών, τοῦτο ἐποίει προθύμως, ἀλλ’ οὐδὲ εἴ τι ὄναρ ᾠήθη Νέστορα λέγειν, οὐκ ἂν οὐδὲ τοῦτο παρέλειπε. τὸ γοῦν ὄναρ τὸ περὶ τῆς μάχης οὕτως ἐξηπάτησεν αὐτόν, Νέστορι ἀπεικασθέν.
“他说:‘这样你也就能辨别将领中的善者与恶者;既然能辨别将领,显然也就能辨别士卒了’——同时向他阐明这其中的巨大利益。” 对话者:“那他这么做是出于何种用意呢?” 狄奥:“为了让阿伽门农在他去世之后也能通晓为将之道。阿伽门农对涅斯托尔是如此言听计从,以致不仅涅斯托尔在场亲自下令的任何事他都会热心照办,甚至只要以为是涅斯托尔在梦中所言,他也绝不会疏漏。总之,那场关于战斗的梦境就是如此欺骗了他的,因为它是化作了涅斯托尔的形象。
οὐ μόνον δὲ τῷ Νέστορι ὑπήκουε δοκοῦντι φρονιμωτάτῳ τῶν Ἀχαιῶν, ἀλλ’ οὐδὲ ἄνευ τῶν γερόντων οὐδὲν ἔπραττεν. ὁπότε γοῦν ἔμελλεν ἐξάγειν τὸν στρατὸν τῷ ἐνυπνίῳ πεισθείς, οὐ πρότερον ἐξήγαγε πρὶν ἡ βουλὴ τῶν γερόντων ἐκάθισε παρὰ τῇ νηὶ τῇ Νέστορος. οὐδὲ τὴν πεῖραν, ἣν ἐβούλετο λαβεῖν τοῦ πλήθους, εἰ ἔτι μένειν ἐβούλετο καὶ διαπολεμεῖν τοῦ Ἀχιλλέως μηνίοντος, οὐκ ἄλλως ἐπειράθη, πρὶν εἰς τὴν βουλὴν πρῶτον εἰσήγγειλεν. οἱ δὲ πολλοὶ τῶν δημαγωγῶν ἀπροβούλευτα ψηφίσματα οὐκ ὀκνοῦσιν εἰς τὸν δῆμον εἰσφέρειν. ἐκεῖνος δὲ μετὰ τῶν γερόντων βουλευσάμενος οὕτως ἐμέμνητο εἰς τὸ πλῆθος περὶ τῆς καταστάσεως τοῦ πολέμου. —
他不仅顺从被公认为阿喀亚人中最有远见的涅斯托尔,而且没有长老们在场便什么也不做。总之,当他听信梦境准备率军出征时,在长老会议于涅斯托尔船旁就座之前,他绝不率军出动。至于他想对大众进行试探——在阿喀琉斯愤怒之际他们是否仍愿留下来战斗到底——他也绝非以其他方式尝试,而是先向长老会作了通报。然而多数煽惑民意者却毫不迟疑地将未经预审的议案提交公民大会。而他则是与长老们商议之后,才向大众谈及战争局势的。”
Τοῦτο μὲν οὐδὲν ἄτοπον, εἰ βασιλεὺς ὢν μετεδίδου λόγου τοῖς ἄλλοις καὶ σύμβουλον εἶχε διὰ γῆρας πιστευόμενον, αὐτὸς ὢν κύριος ἁπάντων τῶν πραγμάτων. ἐπεὶ διὰ τί τὰ περὶ τὴν Βρισηίδα οὕτως ἐποίησεν οὐ πεισθεὶς τῷ Νέστορι τῷ βελτίστῳ; — Δ. Ὥσπερ δὴ καὶ πολλοὶ τῶν ἰδιωτῶν οὐ πειθόμενοι τοῖς ἄρχουσιν οὐδὲ τοῖς νόμοις πολλὰ πράττουσι παρανόμως, ὑπὲρ ὧν καὶ τὰς εὐθύνας ὑπέχουσιν· οὐκοῦν ἀχθέντες εἰς τὴν ἀρχὴν ζημιοῦνται ἧς ἂν ἕκαστοι δοκῶσιν ἄξιοι ζημίας; —
对话者:“这倒没有什么反常之处,即便他是国王,与其他人分享言论,并拥有一位因年高而受信任的顾问,而他自己仍是一切事务的主宰。不然的话,为何关于布里塞伊丝的事,他不顺从卓越的涅斯托尔,而做出了那样的事呢?” 狄奥:“正如许多平民不顺从官吏也不遵从法律,行下诸多不法之事,并为此承担问责一样;他们被押送至官署,难道不是被处以各自被认为应得的惩罚吗?”
Πάνυ γε. — Δ. Τί οὖν; Ἀγαμέμνων οὐ δοκεῖ σοι τότε ἀπειθήσας ὕστερον εὐθύνεσθαι ὑπὸ τοῦ Νέστορος, ὁπηνίκα αὐτοῦ κατηγορεῖ τῆς πράξεως ἐκείνης ἐν τοῖς φρονιμωτάτοις τῶν συμμάχων, τίμημα ἐπάγων ὅ, τι χρὴ παθεῖν ἢ ἀποτῖσαι,1 κατηγορίαν χαλεπωτάτην, ἅτε δεινὸς ὢν ῥήτωρ, λέγων ὅτι πάλαι βαρέως ἔχει τοῖς πράγμασιν·
对话者:“确实如此。” 狄奥:“那又如何呢?阿伽门农当时违抗命令,后来受到涅斯托尔的问责,难道你不认为正是如此吗?
ἐξέτι τοῦ, ὅτε, διογενές, Βρισηίδα κούρην χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας οὔτι καθ’ ἡμέτερόν γε νόον. μάλα γάρ τοι ἔγωγε πόλλ’ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμασσας· ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλ’ ἔτι καὶ νῦν φραζώμεσθα.
当时涅斯托尔在盟友中最明智的人面前指控他的那项行为,提出了他应当承受或赔偿的惩罚——由于他是一位高超的演说家,这一指控极为严厉——并声称自己早已对时局忧心忡忡: ‘神圣的王者啊,正是从那时起,当阿喀琉斯愤怒之际,你从营帐中夺走少女布里塞伊丝离去,决非依循我的意愿;因为我曾极力劝阻;但你顺从了自己傲慢的心灵,侮辱了连不死诸神都予以尊重的最卓越之人;因为你夺得他的战利品据为己有;但即便在此时,我们仍当共同商议。’
καὶ νὴ Δία γε οὐ μόνον αὐτὸν εὔθυνε τοῖς λόγοις, ἀλλὰ καὶ ζημίαν ἐπήγαγε τοῦ ἁμαρτήματος πασῶν βαρυτάτην. κελεύει γὰρ αὐτὸν δεηθῆναι τοῦ Ἀχιλλέως καὶ πάντα ποιεῖν, ὅπως πείσῃ τὸν ἄνδρα. καὶ ὃς ὑποτιμᾶται χρημάτων2 τὸ πρῶτον, ὥσπερ οἱ ἁλόντες τοῖς δικαστηρίοις, ὅσα φησὶν ἀποτῖσαι δύνασθαι ἀντὶ τῆς ὕβρεως καὶ τά τε ἄλλα καὶ ὅρκον ὑποδέχεται ὀμόσειν σφαγίων γενομένων περὶ τῆς Βρισηίδος, ἦ μὴν αὐτῆς μηδὲ ἅψασθαι λαβών· ἀντὶ δὲ τοῦ μόνον μεταγαγεῖν ἀπὸ σκηνῆς ἐπὶ σκηνὴν χρυσίον ἐπαγγέλλεται δώσειν πολὺ καὶ ἵππους καὶ τρίποδας καὶ λέβητας καὶ γυναῖκας καὶ πόλεις· τελευταῖον δέ, ὡς οὐκ ὂν ἱκανόν, τῶν θυγατέρων τριῶν οὐσῶν ἣν ἂν βούληται συνοικιεῖν· ὅπερ οὐδεὶς πώποτε κατεκρίθη παθεῖν,3 ἀντὶ θεραπαίνης, καὶ ταύτης αἰχμαλώτου, μηδὲν παθούσης, συνοικίσαι τὴν θυγατέρα ἐπὶ προικὶ μεγάλῃ ἄνευ ἕδνων. καίτοι τῆς δίκης ταύτης οὐδεμίαν ἴσμεν ἰδιωτικὴν δίκην πικρότερον κριθεῖσαν.
凭宙斯起誓,涅斯托尔不仅在言辞上对他进行问责,而且对其过错施加了所有惩罚中最沉重的一种。因为他命令阿伽门农向阿喀琉斯恳求,并竭尽全力去说服那人。而阿伽门农就像法庭上被定罪之人一样,首先提出了以财产抵罪的抗辩估价,声称自己愿为当初的冒犯赔偿多少,并且除了其他各项外,还承诺在就布里塞伊丝举行宰牲献祭时立下誓言,保证带走她后未曾碰过她分毫;仅仅为了将她从一个营帐移到另一个营帐,他就许诺赠予大量黄金、骏马、三脚鼎、铜釜、妇女以及城镇;最后,仿佛这还不够,他还表示只要阿喀琉斯愿意,可将其三个女儿中的任一人许配给他——这可是从未有人被判处要承受的:仅仅为了一名女仆,而且是未受分毫伤害的女俘,就要倒贴巨额嫁妆且不索聘礼将自己的亲生女儿许配给人。然而就我们所知,没有任何私人诉讼的判决比这起裁决更为严酷。
ἆρά σοι δοκεῖ πρὸς θεῶν ἀνυπεύθυνος ἄρχειν ὁ Ἀγαμέμνων τῶν Ἑλλήνων, ἀλλ’ οὐ πάνυ ἀκριβεῖς ὑπέχειν εὐθύνας ἁπάντων ὧν ἔπραττεν; περὶ μὲν δὴ τούτων αὐτοῦ τὸν λόγον ἐάσωμεν, χθὲς ἱκανῶς εἰρημένον, ἐπ’ ἄλλον δέ τινα ἴωμεν. — Μὴ πρὸς θεῶν, ἀλλὰ πειράθητι πάντα εἰπεῖν ὅσα ἔχεις ὑπὲρ τοῦ αὐτοῦ πράγματος, ὡς ἐγὼ μόλις ἀρτίως συνίημι τοῦ λόγου τὴν ὑπόθεσιν. οἶμαι γάρ σε περὶ ἀρχῆς ἢ βασιλείας ἢ τοιοῦτόν τι βούλεσθαι λέγειν.
凭诸神起誓,你难道还认为阿伽门农对希腊人的统治是不受问责的,而不是对他所做的一切都承担着极其严格的问责吗?关于这些事的讨论,既然昨日已经讲得够多了,我们就在此搁置,转向别的话题吧。” 对话者:“凭诸神起誓,千万不要;请尽量把你关于这同一主题所掌握的内容都讲出来吧,因为我刚才好不容易才领会到这段论述的旨趣。我想你是打算探讨统治、王权或类似的主题吧。”
- 56.12τίμημα ἐπάγων ὅ, τι χρὴ παθεῖν ἢ ἀποτῖσαι
此处借用了雅典法庭量刑诉讼中的程式用语“所应承受(身体刑等)或赔偿(财产刑)”,分词 ἐπάγων 意为“提出、课加”,将涅斯托尔的斥责比作原告对阿伽门农正式提出求刑要求。
- 56.14καὶ ὃς ὑποτιμᾶται χρημάτων
καὶ ὅς 为关系代词作指示代词的用法,意为“而他”(指阿伽门农)。中动态动词 ὑποτιμᾶται 是雅典诉讼中的专门术语,指被告针对原告的求刑提出“抗辩估价(减刑方案)”。属格 χρημάτων 表示抗辩估价的具体内容(以财产抵罪)。
- 56.15ὅπερ οὐδεὶς πώποτε κατεκρίθη παθεῖν
关系代词 ὅπερ 同格预指后文的不定式短语(συνοικίσαι τὴν θυγατέρα...),同时充当 παθεῖν 的宾语。被动动词 κατεκρίθη 源自主动态结构 κατακρίνω τινός τι(判处某人某罪/刑),在此主语 οὐδείς 与补足不定式 παθεῖν 连用。
