← 金嘴狄翁

演说集

§56.1-56.8

王的定义与阿伽门农展现的绝对权力界限

狄奥与对话者探讨统治人类之“王”的本质;针对将王权严格定义为不受问责的绝对统领,狄奥列举斯巴达诸王以及荷马笔下的阿伽门农遵从其他官员或长者建议的实例提出了质疑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§56.1

Δ. Πότερα βούλει περὶ Ἀγαμέμνονος ἀκούειν φρονίμους λόγους, ἀφ’ ὧν ἔστιν ὠφεληθῆναι τὴν διάνοιαν, ἢ λυπεῖ σε Ἀγαμέμνων ὁ Ἀτρέως ὀνομαζόμενος ἐν τοῖς λόγοις; — Οὐδ’ εἰ περὶ Ἀδράστου τοῦ Ταλαοῦ λέγοις ἢ Ταντάλου ἢ Πέλοπος, ἀχθοίμην ἄν, εἰ μέλλω βελτίων ἔσεσθαι. — Δ. Καὶ μὴν ἀνεμνήσθην ἔναγχος λόγων τινῶν, οἷς λέγοιμ’ ἄν,1 εἴ μοι ἐρωτῶντι ἐθέλοις ἀποκρίνασθαι. —

狄奥:关于阿伽门农,你是愿意聆听能够使心灵受益的明智言论,还是在言论中提及阿特柔斯之子阿伽门农会让你感到不快? 对话者:即使你谈论塔拉俄斯之子阿德剌斯托斯,或是坦塔罗斯,或是珀罗普斯,只要能使我变得更好,我也决不会厌烦。 狄奥:其实我方才想起了一些论证,若你愿意回答我的提问,我很想向你陈述一番。

§56.2

Λέγε ὡς ἀποκρινουμένου.2 — Δ. Εἰσί τινες ἀνθρώπων ἄρχοντες; ὥσπερ ἕτεροι μὲν αἰγῶν, ἕτεροι δὲ ὑῶν, οἱ δέ τινες ἵππων, οἱ δὲ καὶ βοῶν, ξύμπαντες οὗτοι οἱ καλούμενοι κοινῇ ποιμένες· ἢ οὐκ ἀνέγνωκας τοῦτο τὸ ἔπος Κρατίνου· ποιμὴν καθέστηκ̓, αἰπολῶ καὶ βουκολῶ; — Οὐκ ἂν ἔχοιμί σοι εἰπεῖν, εἰ ποιμένας ἄμεινον ὀνομάζειν σύμπαντας τοὺς τῶν ζῴων νομέας. — Δ. Οὐ μόνον γε τῶν ἀλόγων, ὦ ἄριστε, ἀλλὰ καὶ ἀνθρώπων, εἴ τι χρὴ Ὁμήρῳ πείθεσθαι περὶ τούτων. ἀλλὰ τί οὐκ ἀπεκρίνω τὸ ἐξ ἀρχῆς ἐρώτημα; — Τὸ ποῖον; —

对话者:请当作我会回答那样说吧。 狄奥:是否存在统领人类的人呢?正如另一些人统领山羊,另一些人统领猪,有些人统领马,有些人统领牛,所有这些人统称为牧人一样;抑或你未曾读过克拉提诺斯的这句诗:“我已成为牧人,牧羊亦放牛”? 对话者:把所有照料牲畜的人统称为牧人是否更为妥当,我可说不上来。 狄奥:好朋友啊,不仅是指照料无理性的禽兽,如果在这件事上应当相信荷马的话,指人类亦然。但你为何不回答最初的问题呢? 对话者:哪一个问题?

§56.3

Δ. Εἰπέ, εἰσί τινες ἀνθρώπων ἄρχοντες; — Πῶς γὰρ οὐκ εἰσί; — Δ. Τίνες οὗτοι; τίνας αὐτοὺς ἐπονομάζεις; λέγω δὲ οὐ τοὺς ἐν πολέμῳ στρατιωτῶν ἄρχοντας, (στρατηγοὺς γὰρ ὀνομάζειν εἰώθαμεν τοὺς ἁπάσης τῆς στρατιᾶς ἡγεμόνας· ὥσπερ γε καὶ κατὰ μέρος ὁ μὲν λόχου ἄρχων καλεῖται λοχαγός, ὁ δὲ τάξεως ταξίαρχος, ὁ δὲ τοῦ ναυτικοῦ ναύαρχος, ὁ δὲ μιᾶς τριήρους τριήραρχος· καὶ ἄλλοι εἰσὶν οὕτως καλούμενοι πλείους ἐν τοῖς πολέμοις ἄρχοντες κατ’ ὀλίγους, ὅτι πλείστης προνοίας τότε καὶ ἡγεμονίας οἱ ἄνθρωποι δέονται) οὐδέ γε τῶν χορῶν τοὺς κορυφαίους τυγχάνω πυνθανόμενος, οἵτινες καλοῦνται, τοὺς σημαίνοντας τοῖς ᾅδουσι καὶ μέλος ἐνδιδόντας, οὐδὲ τοὺς τῶν συμποσίων ἡγεμόνας, οὐδ’ εἴ τινες ἄλλοι μέρους ἀνθρώπων πρὸς μίαν πρᾶξιν ἢ χρόνον ῥητὸν ἐπιμέλειάν τινα ἢ ἀρχὴν λαμβάνουσιν· ἀλλὰ τοὺς αὐτό γε τῶν ἀνθρώπων ἄρχοντας πολιτευομένων καὶ γεωργούντων, ἂν οὕτως τύχωσι, καὶ βιούντων ἁπλῶς, ὡς Κῦρός τε Περσῶν ἦρχε καὶ Μήδων Δηιόκης καὶ Ἕλλην τῶν δι’ αὐτὸν ὀνομασθέντων καὶ Αἰόλος Αἰολέων καὶ Δῶρος Δωριέων καὶ Νόμας Ῥωμαίων καὶ Δάρδανος Φρυγῶν.

狄奥:请说,是否存在统领人类的人呢? 对话者:怎么会没有呢? 狄奥:这些人是谁?你如何称呼他们?我指的并不是战争中统领士兵的人(因为我们习惯把全军的统帅称为将军;正如具体到各部分,小队的统领被称为连长,战列的统领被称为大队长,海军的统帅被称为舰队司令,单艘三列桨座战船的统帅被称为舰长;在战争中以这种方式称呼的、分管少数人的统领还有很多,因为在那时人们最需要深谋远虑和指挥领导);我也并非在打听合唱队的首领被称作什么——他们向歌唱者示意并定调——,也不是指宴会的主持人,亦非指因某一行动或指定期限而对部分人负有照管之责或掌管职权的其他任何人;我指的乃是统领人类本身的那些人,即统领那些从事城邦事务、务农(如果恰好是农民的话)以及单纯过活着的人们,正如居鲁士统领波斯人,德伊俄克斯统领米底人,赫楞统领那些因他得名的人,埃俄洛斯统领埃俄利亚人,多洛斯统领多利安人,努马统领罗马人,达耳达诺斯统领弗里吉亚人一样。

§56.5

— Ἀλλ’ οὐδὲν ἤρου χαλεπόν· πάντες γὰρ οὗτοι, οὓς σὺ νῦν ὀνομάζεις, βασιλεῖς ἐκαλοῦντο καὶ ἦσαν· καὶ ἡ ἀρχὴ αὕτη, ἣν λέγεις, τὸ καθόλου ἀνθρώπων ἄρχειν καὶ ἐπιτάττειν ἀνθρώποις ἀνυπεύθυνον ὄντα βασιλεία καλεῖται. — Δ. Σὺ ἄρα οὐχ ἡγῇ βασιλείαν τὴν τῶν Ἡρακλειδῶν ἐν Λακεδαίμονι τοσοῦτον βασιλευσάντων χρόνον; ἐκεῖνοι γὰρ οὐ πάντα ἔπραττον ὡς αὐτοῖς ἐδόκει, ἀλλὰ περὶ πολλῶν ὑπήκουον τοῖς ἐφόροις, ὅτε κατέστη τοῦτο τὸ ἀρχεῖον ἐν Σπάρτῃ, Θεοπόμπου βασιλεύοντος πρὸς ἐνιαυτόν, οὐδὲν ἧττον ἐκράτουν τῶν βασιλέων·3 ὥστε καὶ Παυσανίαν τὸν Κλεομβρότου τὸν νικήσαντα Πλαταιᾶσιν ἐβούλοντο μὲν εἰς τὴν εἱρκτὴν ἐμβαλεῖν, καταφυγόντα δὲ εἰς τὸ τῆς Ἀθηνᾶς ἱερὸν αὐτοῦ ἀπέκτειναν, καὶ οὐδὲν αὐτὸν ὤνησεν οὔτε ὅτι γένους ἦν τῶν Ἡρακλειδῶν οὔτε ὅτι παῖδα ἐπετρόπευεν οὔτε ὅτι τῆς Ἑλλάδος ἁπάσης ἡγήσατο, οὐ μόνον τῆς Σπάρτης.

对话者:但你问的并不是什么难事;因为你方才提到的所有这些人,都被称为且确实是王者;而你所说的这种权力,即普遍地统领人类并在无须问责的情况下向人类发号施令,就被称为王权。 狄奥:那么,赫拉克勒斯后裔在拉刻代蒙为王如此之久,你难道不认为他们的统治是王权吗?因为他们并非事事按自己的意愿行事,反而有许多事情要听从监察官的指示;在提奥庞普斯在位期间,当斯巴达设立这一任期一年的官署时,他们的权势丝毫不逊色于国王;以致在普拉提亚获胜的克勒翁布罗托斯之子保萨尼亚斯,他们甚至企图将其投入牢狱,而在他逃入雅典娜圣所后,他们便在那里将他处死,无论他出身于赫拉克勒斯后裔的血统,还是身为幼王的监护人,亦或曾统领全希腊而不仅仅是斯巴达,都未能对他有丝毫助益。

§56.7

ὕστερον δὲ Ἀγησίλαον πολεμοῦντα βασιλεῖ τῷ μεγάλῳ καὶ περὶ Σάρδεις νενικηκότα μάχῃ καὶ κρατήσαντα πάσης τῆς κάτω Ἀσίας ὑπηρέτην πέμψαντες ἐκάλουν παρ’ αὑτούς· καὶ ὃς οὐδεμίαν ἡμέραν ἀνεβάλετο, τοσούτων μὲν Ἑλλήνων, τοσούτων δὲ βαρβάρων γεγονὼς κύριος. οὐκ ἄρα ὑπῆρχε βασιλεὺς τῆς Σπάρτης Ἀγησίλαος, ὃς ὑπήκουεν ἑτέροις ἄρχουσιν; — Καὶ πῶς ἂν εἶεν οὗτοι βασιλεῖς πρὸς τὸν ἀκριβῆ περὶ τῆς βασιλείας λόγον; —

后来,阿格西劳斯与大波斯王作战,在萨耳狄斯附近的战役中获胜并掌控了整个小亚细亚低地,他们仅派出一名仆役便将他召回跟前;而他手握如此众多的希腊人与蛮族的统治权,却连一天也未曾延宕。那么,阿格西劳斯顺从其他官员,难道他就不是斯巴达的国王了吗? 对话者:若按照关于王权的严格定义,这些人又怎能算是王者呢?

§56.8

Δ. Ἆρα οὐδὲ Ἀγαμέμνονα ἐν Ἰλίῳ φήσεις βασιλεύειν Ἀργείων τε καὶ Ἀχαιῶν, ὅτι εἶχε τῆς ἀρχῆς ἐπίτροπον ἄνδρα πρεσβύτερον, Νέστορα τὸν Πύλιον; κἀκείνου κελεύοντος τὸ τεῖχος ᾠκοδομήθη τὸ περὶ τὰς ναῦς καὶ τὴν τάφρον περιεβάλοντο ἔρυμα τοῦ ναυστάθμου, καὶ διεῖλεν εἰς τάξεις τὸν στρατὸν ὁ Ἀγαμέμνων, πρότερον, ὡς ἔοικεν, εἰκῇ μαχόμενον, πεζούς τε καὶ ἱππέας, φύρδην ἁπάντων ἀναμεμιγμένων, Πυλίων τε καὶ Ἀργείων καὶ Ἀρκάδων καὶ Βοιωτῶν; ὁ δὲ Νέστωρ ὕστερον αὐτῷ προσέταξε κατὰ φῦλα διαιρεῖν τὸν στρατόν, ὡς φρήτρη φρήτρῃφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.

狄奥:那么你是否也会说,在伊利昂的阿伽门农由于拥有一位年长之人——皮洛斯的涅斯托尔——作为其权力的顾问与监护,因而也不是阿尔戈斯人与阿喀亚人的王呢?要知道,正是在那人的命令下,环绕船只的城墙才得以修筑,防守停泊基地的壕沟才得以掘就,阿伽门农才将此前似乎杂乱无章作战的军队按阵列编组——步兵与骑兵,皮洛斯人、阿尔戈斯人、阿卡迪亚人与维奥蒂亚人,所有人都混杂在一起;而涅斯托尔后来更命令他按部落编组军队,“以便让同族援助同族,部落援助部落”。

语法注3 条
  1. 56.1οἷς λέγοιμ’ ἄν

    与格关系代名词 οἷς 可理解为与 λέγοιμ' ἄν 搭配的工具与格(“借由它们而讲述”)。它与随后的条件从句(εἴ... ἐθέλοις)一同构成潜势/假定希求法结构。

  2. 56.2ὡς ἀποκρινουμένου

    带有 ὡς 的将来分词属格独立结构(属格绝对构文)。其逻辑主语为对话者本人,表达一种预设或意图,意为“请当作我准备回答那样(说吧)”。

  3. 56.6ὅτε κατέστη τοῦτο τὸ ἀρχεῖον ἐν Σπάρτῃ, Θεοπόμπου βασιλεύοντος πρὸς ἐνιαυτόν, οὐδὲν ἧττον ἐκράτουν τῶν βασιλέων

    主句谓语动词 ἐκράτουν 的逻辑主语在句中并未明确出现,承接前一句中的 τοῖς ἐφόροις(监察官们)。由于时间从句及属格绝对结构 Θεοπόμπου βασιλεύοντος 的插入,主语位置容易产生混淆,但整个句子的核心论点在于论述监察官拥有不逊于国王的权力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:56.1-56.8