← 金嘴狄翁

演说集

§55.15-55.22

荷马的人物刻画与苏格拉底的对话法

讲者论述了荷马如何通过潘达罗斯、阿西俄斯和安提诺俄斯等人物展现其恶德及应得的下场,并与涅斯托尔等人的明智相对比,进而断定苏格拉底同样是因人制宜地运用譬喻与言论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§55.15

ὅταν δὲ περὶ τοῦ Πανδάρου, ὡς συνέχεε τὰς σπονδάς, ἐλπίσας δῶρα παρὰ Ἀλεξάνδρου τοῦ Πριάμου, καὶ οὔτε ἀπέκτεινε τὸν Μενέλεων βαλών, καίτοι τοξότης ἱκανὸς εἶναι δοκῶν, καὶ παραβὰς τὰ ὅρκια τοὺς Τρῶας ἀθυμοτέρους ἐποίησε πρὸς τὸν πόλεμον μεμνημένους ἀεὶ τῆς ἐπιορκίας· νῦν δ’ ὅρκια πιστὰ ψευσάμενοι μαχόμεσθα· τῷ οὔ νύ τι κάλλιόν ἐστι·1

当他叙述潘达罗斯如何因贪图普里阿摩斯之子亚历山大的赏赐而破坏停战协定,且虽被视为能干的弓箭手,射中墨涅拉俄斯时却未能将其致死,并因违背誓言而令特洛伊人常念及背誓之事而对战争愈加沮丧——“如今我们背弃了忠实的誓约在此交战,因而万事皆无所裨益”——

§55.16

καὶ ὃν τρόπον ἀπέθανεν οὐ μετὰ πολὺ τὴν γλῶτταν ἀποτμηθείς, πρὶν ἢ καὶ λόγῳ φῆσαι τὸν Ἀλέξανδρον αὐτῷ χάριν εἰδέναι· ταῦτα διεξιὼν οὕτως ἐπιμελῶς ὑπὲρ ἄλλου του δοκεῖ λέγειν ἢ δωροδοκίας καὶ ἀσεβείας καὶ τὸ ξύμπαν ἀφροσύνης; ὃς καὶ τοῖς βέλεσι κατηρᾶτο καὶ ἠπείλει διακλάσειν αὐτὰ καὶ κατακαύσειν, ὡς φοβουμένων αὐτὸν τῶν βελῶν.

以及他如何不久之后就被割断舌头而死,甚至在亚历山大尚未来得及口头向他道谢之前:荷马如此详尽入微地讲述这些时,难道显得是在探讨受贿、不敬以及归根结底的愚蠢之外的任何事情吗?这个潘达罗斯甚至还诅咒自己的箭支,威胁要将其折断烧尽,仿佛那些箭矢当真害怕他似的!

§55.17

ὅταν δὲ περὶ Ἀσίου τοῦ Ὑρτάκου, ὅτι τοῦ στρατηγοῦ κελεύσαντος ἔξω τῆς τάφρου καταλιπεῖν τοὺς ἵππους μόνος οὐχ ὑπήκουσεν, ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι νήπιος·2

而当他谈到许尔塔科斯之子阿西俄斯,讲述将军下令将马匹留在壕沟之外时,唯有他一人不服从,反而“愚蠢地带着它们逼近了迅捷的战船”

§55.18

εἰς τοσαύτην δυσχωρίαν τάφρου τε καὶ τείχους καὶ νεῶν εἰσελαύνων, ὅπου γε μηδὲ τοῖς πεζοῖς συνήνεγκε καταληφθεῖσιν ὑπὸ τῶν ἐναντίων, ἀλλὰ ὀλίγης ἐκβοηθείας γενομένης διεφθάρησαν οἱ πλείους· ὁ δὲ ὑπὸ τῶν ἵππων ἐπαιρόμενος καὶ τῷ κάλλει τοῦ δίφρου ᾤετο μὲν ὑπὲρ τὸ τεῖχος ἐλάσειν, ἕτοιμος δὲ ἦν ἐμβαλὼν εἰς τὴν θάλατταν ἀπὸ τοῦ ἅρματος μάχεσθαι· ἆρ’ οὖν οὐ περὶ ἀπειθείας καὶ ἀλαζονείας τότε λέγειν φαίνεται;

——他驾车驶入壕沟、城墙与船只之间如此险恶的地形,在这里,即便是步兵被敌人截断退路也毫无益处,敌人稍加反击,大部分人便遭覆灭;但他却因骏马而心高气傲,因战车的华美而自以为能驱车跃过城墙,甚至准备冲入大海从战车上作战——难道荷马那时不显得正是在探讨违抗与狂妄吗?

§55.19

πάλιν δὲ τούτοις παρατιθεὶς Πολυδάμαντα κελεύοντα εὐλαβηθῆναι καὶ μὴ διαβαίνειν τὴν τάφρον, ἅμα μὲν τὸ πρᾶγμα ἐπιδεικνύντα ὡς ἐπικίνδυνον, ἅμα δὲ τὸν οἰωνὸν τὸν γενόμενον αὐτοῖς· ἄλλως μὲν γὰρ οὐδένα ᾤετο ἀνέξεσθαι αὐτοῦ λέγοντος, σὺν δὲ τῷ οἰωνῷ τάχ’ ἂν πεῖσαι τὸν Ἕκτορα· ἢ τὸν Νέστορα τοὺς περὶ τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα λοιδορουμένους παύοντα τῆς ὀργῆς καὶ προλέγοντα φανερῶς τὰ συμβησόμενα αὐτοῖς ἀπὸ τῆς στάσεως, ὕστερον δὲ ἐπιπλήττοντα τῷ Ἀγαμέμνονι ὡς ἁμαρτόντι καὶ ἀναγκάζοντα δεῖσθαι τοῦ Ἀχιλλέως· ἢ τὸν Ὀδυσσέα ἐπανορθούμενον τὸ ἁμάρτημα τοῦ Ἀγαμέμνονος, δι᾽ οὗ πεῖραν βουλόμενος λαβεῖν τοῦ στρατοῦ, πῶς φέροιεν τὴν τοῦ πολέμου τριβήν, ὀλίγου φυγεῖν αὐτοὺς ἐποίησεν· οὐ περὶ φρονήσεως καὶ στρατηγίας καὶ μαντικῆς, πρὸς δὲ τούτοις καιροῦ καὶ ἀκαιρίας ἔοικεν ὑποτίθεσθαι;3

再者,与这些人相对比,当荷马引入波吕达玛斯力劝众人戒备莫越壕沟,同时指出事情之危险并指向显现给他们的鸟卜之兆时(因为他认为若非如此便无人愿容忍其进言,但凭借这征兆或许能说服赫克托尔);或是引入涅斯托尔,平息阿伽门农与阿喀琉斯相互辱骂时的怒火,公开预言内讧将带给他们的灾祸,其后又斥责犯下过错的阿伽门农并迫使其恳求阿喀琉斯;或是引入奥德修斯,纠正阿伽门农的过失——后者本想以此试探军队如何忍受战争的消耗,却险些导致他们溃逃——难道荷马不显得正是在传授关乎明智、将才、卜筮,以及此外的合宜之机与失策之时的道理吗?

§55.20

ἐν δὲ τῇ Ὀδυσσείᾳ τὰ μὲν ἄλλ’ ἐῶ, ἑνὸς δὲ μόνου μνησθήσομαι, τοῦ Ἀντινόου. τοῦτον γὰρ ἀλαζονίστατον πεποίηκε τῶν μνηστήρων καὶ ἀκολαστότατον· ὃς πρῶτον μὲν κατεφρόνει τοῦ Ὀδυσσέως, ὅτι ἐκεῖνος μὲν ἐν ῥάκεσιν ἦν, αὐτὸς δὲ ἐν πολυτελεῖ ἐσθῆτι καὶ ἔπινεν ἐκ χρυσῶν ποτηρίων καὶ τούτων οὐχ αὑτοῦ καὶ ἐδείπνει πολυτελῶς οὐκ ἐκ τῶν πατρῴων, ἀλλὰ παρασιτῶν ἐπ’ οἰκίας ἀδεσπότου· καὶ ἔφη μὲν τῆς Πηνελόπης ἐρᾶν, ἐμίγνυτο δὲ ταῖς δούλαις ταῖς τοῦ Ὀδυσσέως καὶ τἄλλα ἦν ἀκόλαστος, οὐχ ὡς ἔνιοι τῶν νῦν· τελευτῶν δὲ ἐπεχείρει τοξεύειν, ἄπειρος ὢν τοξικῆς καὶ τὰς χεῖρας οὕτως ὑπὸ τρυφῆς διεφθαρμένος, ὡς μὴ δύνασθαι ἅπτεσθαι τῆς νευρᾶς, εἰ μή τις ἐπιχρίσειε στέαρ, καὶ ταῦτα τοῦ Ὀδυσσέως ὁρῶντος καὶ τῆς ἐρωμένης παρούσης, ἐν ἀνθρώποις τοσούτοις, μηδ’ ἐπιτεῖναι δυνάμενος τὸ τόξον μηδὲ ὅπως στήσει τοὺς πελέκεις ὁ Τηλέμαχος ξυνιείς. ὅμως δὲ τοῦτον καὶ ἀποθανόντα ἐποίησεν οὐκ εἰκῇ πληγέντα διὰ τοῦ λαιμοῦ, οὐχ ὅπου ἔτυχεν, ὥσπερ ἀμέλει τὸν Πάνδαρον διὰ τῆς γλώττης. καὶ γὰρ εἰ τύχῃ τινὶ συμβαίνει τὰ τοιαῦτα, ὅμως ἐπὶ πολλῶν ἔστιν εἰπεῖν ὅτι τοῦτον μὲν τὸν ἄνθρωπον διὰ τῆς γαστρὸς δεῖ πληγέντα ἀποθανεῖν, τοῦτον δὲ διὰ τῶν αἰδοίων, τοῦτον δὲ διὰ τοῦ στόματος.

在《奥德赛》中,姑且不论其余,我仅提一人,即安提诺俄斯。荷马将此人塑造成求婚者中最狂妄、最放荡之人。他首先鄙视奥德修斯,因为后者身着破衣烂衫,而他自己则穿着昂贵华服,用金杯痛饮(且这杯子还不是他自己的),享用奢华宴席且资财并非出自其父祖,而是在没有主人的府邸中充当食客;他口口声声说爱慕珀涅罗珀,却与奥德修斯的众女奴私通,在其余各方面也放荡不羁,绝非当今某些人那般;最后,他本不习射术,双手因养尊处优而极度退化,以致若不涂抹兽脂便连弓弦都无法触碰,却企图射箭,而且是在奥德修斯注视、所爱慕的女子在场、众人环伺之下,他甚至连弓都拉不开,亦不解忒勒玛科斯将如何摆放斧头。即便如此,当荷马写到此人受死时,也绝非胡乱使其咽喉被贯穿,不是随随便便击中某处,正如他让潘达罗斯舌头被贯穿完全一样。因为即使此类事情偶有发生,人们仍旧可以针对许多人说:“这个人理应中腹而死,那个人理应中其私处,而另一个人理应中口而亡。”

§55.22

μὴ οὖν ὑμῖν εἰκῇ δοκεῖ Ὅμηρος ὁτιοῦν λέγειν;4 οὐ τοίνυν οὐδὲ Σωκράτης ἄλλως ἐχρῆτο τοῖς λόγοις οὐδὲ τοῖς παραδείγμασιν, ἀλλ’ Ἀνύτῳ μὲν διαλεγόμενος βυρσέων ἐμέμνητο καὶ σκυτοτόμων. εἰ δὲ Λυσικλεῖ διαλέγοιτο, ἀμνίων καὶ κωδίων· Λύκωνι δὲ δικῶν καὶ συκοφαντημάτων, Μένωνι δὲ τῷ Θετταλῷ περὶ ἐραστῶν καὶ ἐρωμένων.

难道在你们看来,荷马有任何话是随意说的吗?因此,苏格拉底运用言论和譬喻也绝非漫不经心:在与阿尼托斯交谈时,他便提及制革匠与鞋匠;若与吕西克勒斯交谈,便提及羊羔与羊皮;对吕孔则谈论诉讼与诬告;对色萨利人美诺则谈论爱者与被爱者。

语法注4 条
  1. 55.15νῦν δ’ ὅρκια πιστὰ ψευσάμενοι μαχόμεσθα· τῷ οὔ νύ τι κάλλιόν ἐστι·

    直接引自《伊利亚特》卷七第351–352行安忒诺耳之言。在句法上,以直接引语的形式插入,用以说明前文分词 μεμνημένους 的具体内容。

  2. 55.17ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι νήπιος·

    引自《伊利亚特》卷十二第112–113行。六音步诗行直接嵌入在从属的 ὅτι 从句散文语境之中。

  3. 55.19πάλιν δὲ τούτοις παρατιθεὶς Πολυδάμαντα... ἔοικεν ὑποτίθεσθαι;

    长句骨架梳理:分词 παρατιθείς 的逻辑主语为荷马,支配三个并列宾语 Πολυδάμαντα、τὸν Νέστορα 与 τὸν Ὀδυσσέα。全句的核心谓语为主句末尾的 ἔοικεν ὑποτίθεσθαι。

  4. 55.22μὴ οὖν ὑμῖν εἰκῇ δοκεῖ Ὅμηρος ὁτιοῦν λέγειν;

    由 μή 引导带陈述式现在的疑问句,属于预期否定回答(“难道在你们看来荷马当真是胡乱说的吗?”)的修辞反问。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:55.15-55.22