- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:55.8-55.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄翁论证指出,除了节制以及在主题上的共通性之外,苏格拉底在使用平凡日常的比喻,以及通过具体人物的言行来生动刻画人类情欲方面,都直接效仿并继承了荷马。
Σωκράτης δὲ τὴν μὲν πατρίδα οὐχ οἷός τ’ ἦν ἀποκρύψασθαι διὰ τὸ μέγεθος καὶ τὸ σφόδρα ἐνδόξους εἶναι τὰς Ἀθήνας καὶ τῶν Ἑλλήνων ἄρχειν κατ̓ ἐκεῖνον τὸν χρόνον· οὐδὲν δὲ πώποτε εἶπεν ὑπὲρ αὑτοῦ μέγα οὐδὲ προσεποιεῖτο σοφίαν οὐδεμίαν, καίτοι τοῦ Ἀπόλλωνος χρήσαντος ὡς εἴη σοφώτατος Ἑλλήνων καὶ βαρβάρων. τελευταῖον δὲ οὐδὲ τοὺς λόγους αὐτὸς κατέλιπε γράψας, καὶ ταύτῃ γε ὑπερέβαλε τὸν Ὅμηρον. ὥσπερ γὰρ τὸ ὄνομα τὸ ἐκείνου παρ’ ἑτέρων ἀκούοντες ἴσμεν, οὕτω καὶ τοὺς λόγους τοὺς Σωκράτους ἄλλων καταλιπόντων.1 οὕτως ἄγαν κεκολασμένω ἤστην καὶ ἐσωφρονείτην ἄμφω τὼ ἄνδρε.
另一方面,苏格拉底因雅典规模宏大、极负盛名,且在那个时代统治着希腊人,而无法隐瞒自己的祖国;但他从未夸耀过自己,也未自诩拥有任何智慧,尽管阿波罗曾降下神谕称他是希腊人与异邦人中最明智的。最后,他甚至没有亲自著书立说留下言论,在这一点上他甚至超过了荷马。因为正如我们是通过听他人提及才知道荷马的名字一样,苏格拉底的言论也是因他人记录下来我们才得以知晓。这两个人就是如此极其自制且深具节制。
ἔπειτα ὑπερεῖδον κτήσεως χρημάτων ὁμοίως Σωκράτης τε καὶ Ὅμηρος. πρὸς δὲ τούτοις ὑπὲρ τῶν αὐτῶν ἐσπουδαζέτην καὶ ἐλεγέτην, ὁ μὲν διὰ τῆς ποιήσεως, ὁ δὲ καταλογάδην· περὶ ἀρετῆς ἀνθρώπων καὶ κακίας καὶ περὶ ἁμαρτημάτων καὶ κατορθωμάτων καὶ περὶ ἀληθείας καὶ ἀπάτης καὶ ὅπως δοξάζουσιν οἱ πολλοὶ καὶ ὅπως ἐπίστανται οἱ φρόνιμοι. καὶ μὴν εἰκάσαι καὶ παραβαλεῖν ἱκανώτατοι ἦσαν. — Τοῦτο μὲν θαυμαστόν, εἰ ταῖς Ὁμήρου παραβολαῖς πυρὸς καὶ ἀνέμων καὶ θαλάττης καὶ ἀετῶν καὶ ταύρων καὶ λεόντων καὶ τῶν ἄλλων, οἷς ἐκόσμησε τὴν ποίησιν Ὅμηρος, σὺ παραβαλεῖν ἀξιώσεις τοὺς Σωκράτους κεραμέας καὶ σκυτοτόμους. —
其次,苏格拉底和荷马同样蔑视金钱的获取。此外,他们还对相同的主题怀有极大的热忱并加以论述——一人通过诗歌,另一人通过散文——即关乎人类的美德与恶习、过失与正确的作为、真理与欺瞒,以及大众如何形成见解而明智之人如何确知。况且,他们在打比方和作类比方面也极其在行。 对话者:如果你竟认为可以拿苏格拉底笔下的陶工和鞋匠,去比附荷马用来装点其诗作的火焰、风、大海、雄鹰、公牛、雄狮等诸般比喻,那可真是令人惊异了!
Δ. Εἴπερ γε, ὦ μακάριε, καὶ τὴν Ἀρχιλόχου ἀλώπεκα τοῖς λέουσι καὶ ταῖς παρδάλεσι παραβάλλομεν καὶ οὐδὲν ἢ μὴ πολὺ ἀποδεῖν φαμεν. ἀλλὰ γὰρ ἴσως καὶ τῶν Ὁμήρου τὰ τοιαῦτα ἀποδοκιμάζεις, ὅπου μέμνηται ψαρῶν ἢ κολοιῶν ἢ ἀκρίδων ἢ δαλοῦ ἢ τέφρας ἢ κυάμων τε καὶ ἐρεβίνθων ἢ λικμῶντας ἀνθρώπους πεποίηκεν, ἀλλὰ ταῦτά σοι δοκεῖ τὰ φαυλότατα εἶναι τῶν Ὁμήρου·
狄翁:我的好朋友,如果我们确实也将阿尔基罗科斯的狐狸与雄狮、豹子相比,并认为它完全不差或相差无几的话,这又何妨呢。不过或许你也看不上荷马笔下诸如此类的段落:他提到椋鸟、寒鸦、蝗虫、火把、灰烬,或是蚕豆和鹰嘴豆的地方,抑或描写人们扬谷的地方;这些在你看来似乎是荷马最微不足道的作品。
μόνους δὲ θαυμάζεις τοὺς λέοντας καὶ τοὺς ἀετοὺς καὶ τὰς Σκύλλας καὶ τοὺς Κύκλωπας, οἷς ἐκεῖνος ἐκήλει τοὺς ἀναισθήτους, ὥσπερ αἱ τίτθαι τὰ παιδία διηγούμεναι τὴν Λάμιαν. καὶ μὴν ὥσπερ Ὅμηρος διά τε μύθων καὶ ἱστορίας ἐπεχείρησε τοὺς ἀνθρώπους παιδεύειν, σφόδρα ἐργώδεις ὄντας παιδευθῆναι, καὶ Σωκράτης πολλάκις ἐχρῆτο τῷ τοιούτῳ, ποτὲ μὲν σπουδάζειν ὁμολογῶν, ποτὲ δὲ παίζειν προσποιούμενος, τούτου ἕνεκεν ἀνθρώπους ὠφέλει· ἴσως δὲ προσέκρουσε τοῖς μυθολόγοις καὶ τοῖς συγγραφεῦσιν.
你所赞叹的唯有雄狮、雄鹰、斯库拉和独眼巨人,荷马曾用这些来魅惑懵懂无知之人,就像乳母给孩子们讲拉米亚的故事一样。再者,正如荷马试图通过神话和历史来教化极难被教化的人类一样,苏格拉底也常常运用这种手段,有时承认自己是在认真探讨,有时假装在开玩笑,以此来使人获益——尽管这或许触怒了神话作家和散文作家。
οὐ τοίνυν οὐδὲ τοὺς περὶ Γοργίαν ἢ Πῶλον ἢ Θρασύμαχον ἢ Πρόδικον ἢ Μένωνα ἢ Εὐθύφρονα ἢ Ἄνυτον ἢ Ἀλκιβιάδην ἢ Λάχητα μάτην ἐποίει λέγοντας, ἐξὸν ἀφελεῖν τὰ ὀνόματα·2 ἀλλὰ ᾔδει τούτῳ καὶ μάλιστα ὀνήσων τοὺς ἀκούοντας, εἴ πως ξυνεῖν· ἀπὸ γὰρ τῶν λόγων τοὺς ἀνθρώπους καὶ ἀπὸ τῶν ἀνθρώπων τοὺς λόγους ξυνορᾶν οὐ ῥᾴδιον ἄλλοις ἢ τοῖς φιλοσόφοις καὶ τοῖς πεπαιδευμένοις. οἱ δὲ πολλοὶ μάτην οἴονται τὰ τοιαῦτα λέγεσθαι καὶ ὄχλον ἄλλως καὶ φλυαρίαν ἡγοῦνται.
因此,他绝非徒然地描写高尔吉亚、波卢斯、色拉叙马霍斯、普罗迪科斯、美诺、欧梯普罗、阿尼托斯、阿尔基比亚德或拉刻斯一行人的言谈,而在原本可以略去他们名字的情况下如此做;相反,他深知若听众真能领会,这正是使他们获益最大的方式。因为由言论识人、由人洞悉其言论,除哲学家和受过教育的人外并非易事。然而大众却认为这些话全属徒劳,将其视为毫无意义的累赘与废话。
Σωκράτης δὲ ἐνόμιζεν, ὁσάκις μὲν ἀλαζόνα ἄνθρωπον εἰσάγει, περὶ ἀλαζονείας λέγειν· ὁπότε δὲ ἀναίσχυντον καὶ βδελυρόν, περὶ ἀναιδείας καὶ βδελυρίας· ὁπότε δὲ ἀγνώμονα καὶ ὀργίλον, ἀγνωμοσύνης καὶ ὀργῆς ἀποτρέπειν. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως τὰ πάθη καὶ τὰ νοσήματα ἐπ’ αὐτῶν τῶν ἀνθρώπων τῶν ἐχομένων τοῖς πάθεσιν ἢ τοῖς νοσήμασι σαφέστερον ἐδείκνυεν ὁποῖά ἐστιν ἢ εἰ τοὺς λόγους ψιλοὺς ἔλεγε.
苏格拉底却认为,每当他引出一个虚伪狂妄之人时,他就是在论述狂妄;每当引出一个无耻可鄙之人时,就是在论述无耻与卑劣;每当引出一个固执暴躁之人时,就是在劝阻人们远离固执与愤怒。在其他方面也是同样,他通过那些被情欲或疾病所支配的真实人物自身,比仅说些空洞纯粹的道理更为清晰地展示了这些情欲和疾病究竟是怎样的。
δοκεῖ δέ μοι καὶ τοῦτο παρ’ Ὁμήρου λαβεῖν. καὶ γὰρ ἐκεῖνος, ὅταν μὲν διηγῆται περὶ Δόλωνος, ὅπως μὲν ἐπεθύμησε τῶν ἵππων τῶν Ἀχιλλέως, ὅπως δὲ τοὺς πολεμίους ἀποφεύγειν δυνάμενος ἔστη τοῦ δόρατος ἐγγὺς παγέντος καὶ οὐδὲν αὐτὸν ὤνησε τὸ τάχος, ὅπως δὲ ἐβάμβαινεν ὑπὸ τοῦ δέους καὶ συνεκρότει τοὺς ὀδόντας, ὅπως δὲ ἔλεγε τοῖς πολεμίοις, οὐ μόνον εἴ τι ἐρωτῷεν, ἀλλὰ καὶ ὑπὲρ ὧν μηδεὶς ἐπυνθάνετο ʽκαὶ γὰρ τοὺς ἵππους ἐμήνυσε τοὺς Θρᾳκικοὺς καὶ τὸν Ῥῆσον, ὃν οὐδεὶς ᾔδει ἀφιγμένον̓· ταῦτα δὲ λέγων οὕτω σφόδρα ἐναργῶς οὐ περὶ δειλίας ὑμῖν καὶ φιλοδοξίας δοκεῖ διαλέγεσθαι;3
在我看来,他这一点也是从荷马那里汲取的。因为当荷马叙述多隆的事迹时——叙述他如何贪图阿喀琉斯的骏马,如何在原本能够逃脱敌人的情况下因长矛钉在身旁而停下脚步,其敏捷的速度毫无用处,如何因恐惧而牙齿打颤,又如何对敌人不仅答其所问,甚至倾吐无人探询之事(因为他告发了色雷斯的骏马和谁也不知道已经抵达的瑞索斯)——当荷马如此极其生动地叙述这些时,难道在你们看来不是正在探讨怯懦与虚荣吗?
- 55.8οὕτω καὶ τοὺς λόγους τοὺς Σωκράτους ἄλλων καταλιπόντων
承接前文 ὥσπερ γὰρ τὸ ὄνομα τὸ ἐκείνου παρ’ ἑτέρων ἀκούοντες ἴσμεν 的对应比较结构,省略了主句动词 ἴσμεν。ἄλλων καταλιπόντων 构成属格独立结构,表手段或原因(即“因他人记录并保留下来,我们才得知”)。
- 55.12ἐξὸν ἀφελεῖν τὰ ὀνόματα
由非人称动词 ἔξεστι 的中性单数分词构成的宾格独立结构(绝对宾格),起让步状语作用(“尽管本可以略去这些名字”)。
- 55.14ὅταν μὲν διηγῆται περὶ Δόλωνος... ταῦτα δὲ λέγων οὕτω σφόδρα ἐναργῶς οὐ περὶ δειλίας ὑμῖν καὶ φιλοδοξίας δοκεῖ διαλέγεσθαι;
这是一个带有句式转换(破格语法)的长句周期。由 ὅταν μὲν 引导的从属结构中,连续并列了四个由 ὅπως 引导的间接疑问从句,并插有解释性从句(καὶ γὰρ...)。整个长结构最终由主节 ταῦτα δὲ λέγων ... δοκεῖ διαλέγεσθαι? 予以收束,其中 ταῦτα 总结前述全部内容,作现在分词 λέγων 的宾语。
