- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:55.1-55.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
对话者向狄翁询问苏格拉底的智慧导师是谁,狄翁回答说苏格拉底真正的导师是荷马。面对对话者的质疑,狄翁阐明真正的师徒关系取决于对思想与德行的正确效仿而非身体上的朝夕相处,并指出二人在品性上的不事张扬是其最首要的共同点。
Ἐπεὶ φαίνῃ καὶ τἄλλα Σωκράτους ὢν ἐπαινέτης καὶ τὸν ἄνδρα ἐκπληττόμενος ἐν τοῖς λόγοις, ἔχεις μοι εἰπεῖν ὅτου μαθητὴς γέγονε τῶν σοφῶν· ὥσπερ Φειδίας μὲν ὁ ἀγαλματοποιὸς Ἡγίου, Πολύγνωτος δὲ ὁ ζωγράφος καὶ ὁ ἀδελφὸς ἄμφω τοῦ πατρὸς Ἀγλαοφῶντος, Πυθαγόρου δὲ Φερεκύδης λέγεται διδάσκαλος γενέσθαι, Πυθαγόρας δὲ Ἐμπεδοκλέους καὶ ἑτέρων, καὶ τῶν ἄλλων δὲ τῶν πλείστων ἔχομεν εἰπεῖν τοὺς διδασκάλους τῶν ἐνδόξων ἀνδρῶν, ὅτῳ ἕκαστος συγγενόμενος λόγου ἄξιος ἐγένετο δίχα γε Ἡρακλείτου τοῦ Ἐφεσίου καὶ Ἡσιόδου τοῦ Ἀσκραίου. ὁ μὲν γάρ φησιν ποιμαίνων ἐν τῷ Ἑλικῶνι παρὰ τῶν Μουσῶν λαβεῖν ἐν δάφνης ὄζῳ τὴν ποίησιν, ἵνα μὴ πράγματα ἔχοιμεν ζητοῦντες αὐτοῦ τὸν διδάσκαλον· Ἡράκλειτος δὲ ἔτι γενναιότερον αὐτὸς ἐξευρεῖν τὴν τοῦ παντὸς φύσιν1 ὁποία τυγχάνει οὖσα, μηδενὸς διδάξαντος καὶ γενέσθαι παρ’ αὑτοῦ σοφός. Ὁμήρου μὲν γάρ, ὥσπερ τὰ ἄλλα τὰ περὶ αὐτόν, καὶ τοῦτο ἄδηλον τοῖς Ἕλλησιν. ὁ δὲ Σωκράτης ὅτι μὲν παῖς ὢν ἐμάνθανε τὴν τοῦ πατρὸς τέχνην ἀκηκόαμεν· τὸν δὲ τῆς σοφίας αὐτοῦ διδάσκαλον οὕτως ὠφελίμου καὶ καλῆς γενομένης σὺ ἡμῖν σαφῶς εἰπὲ καὶ μὴ φθονήσῃς. —
对话者:既然你在其他方面都显出是苏格拉底的赞赏者,并在言论中对这个人惊叹不已,你能告诉我他是哪位智者的门徒吗?正如雕刻家菲狄亚斯是赫吉阿斯的门徒,画家波吕格诺托斯及其兄弟两人都是其父阿格拉俄丰的门徒,据说费雷居德斯是毕达哥拉斯的老师,而毕达哥拉斯又是恩培多克勒等人的老师;对于大多数其他显赫的人物,我们也能说出他们的老师,即每个人通过追随谁而成为值得称道的人物——唯独以弗所的赫拉克利特和阿斯克拉的赫西俄德除外。因为赫西俄德说自己在赫利孔山牧羊时从缪斯那里借着一根月桂枝获得了诗艺,免得我们费事寻找他的老师;而赫拉克利特则更为慷慨自负地说,他在无人教授的情况下自行发现了万物的本性究竟如何,完全凭自己成为了智者。至于荷马,正像关于他的其他事情一样,这一点对希腊人来说也是不清楚的。但关于苏格拉底,我们听说他幼年时曾学习父亲的手艺;然而,由于他的智慧变得如此有益且美好,请你明确地告诉我们这智慧的老师是谁,切莫吝惜。
Δ. Ἀλλὰ τοῦτό γε οἶμαι πολλοῖς εἶναι σαφές, ὅστις ἔμπειρος ἀμφοῖν τοῖν ἀνδροῖν, ὅτι Σωκράτης τό γε ἀληθὲς Ὁμήρου μαθητὴς γέγονεν, οὐχ ὥσπερ ἔνιοί φασιν Ἀρχελάου. — Καὶ πῶς οἷόν τε τὸν μήτε ξυγγενόμενον Ὁμήρῳ μήτε ἰδόντα πώποτε, ἀλλὰ τοσούτοις ἔτεσιν ὕστερον γενόμενον Ὁμήρου φάναι μαθητήν; — Δ. Τί δέ; ὅστις καθ’ Ὅμηρον ἐγένετο, μηδὲν δὲ ἤκουσε τῶν Ὁμήρου ἐπῶν ἢ ἀκούων μηδενὶ προσέσχε τὸν νοῦν, ἔσθ’ ὅπως φήσομεν ἐκεῖνον Ὁμήρου μαθητήν; —
狄翁:不过我想,对于熟悉这两位人物的许多人而言,有一点是显而易见的,那就是就实情而论,苏格拉底成了荷马的门徒,而不是像某些人所说的那样是阿耳刻拉奥斯的门徒。 对话者:那么,一个人既未与荷马共同生活,也从未见过他,而是在这么多年之后出生,怎么可能被称为荷马的门徒呢? 狄翁:那么又如何呢?如果有人生活在荷马的时代,却完全没有听过荷马的史诗,或者听了却丝毫没有用心,我们难道能称那个人为荷马的门徒吗?
Οὐδαμῶς. — Δ. Οὔκουν ἄτοπον τὸν μήτε ξυγγενόμενον μήτε ἰδόντα, τῆς δὲ ποιήσεως ξυνέντα τῆς Ὁμήρου καὶ τῆς ὅλης διανοίας ἔμπειρον γενόμενον μαθητὴν Ὁμήρου λέγεσθαι· ἢ οὐδὲ ζηλωτὴν οὐδένα οὐδενὸς φήσεις τῶν μὴ συγγενομένων; — Ἔγωγε.2 — Δ. Εἴπερ οὖν ζηλωτής, καὶ μαθητὴς εἴη ἄν. ὁ γὰρ ζηλῶν τινα ὀρθῶς ἐπίσταται δήπου ἐκεῖνον ὁποῖος ἦν καὶ μιμούμενος τὰ ἔργα καὶ τοὺς λόγους ὡς οἷόν τε ἐπιχειρεῖ ὅμοιον αὑτὸν ἀποφαίνειν.
对话者:绝不可能。 狄翁:那么,一个既未与他共同生活也未见过他,却理解了荷马的诗作并通晓其全部思想的人,被称为荷马的门徒,就并非不可思议了;抑或你会说,对于未曾共同生活过的人,谁也不会是任何人的效仿者吗? 对话者:不,我认为是可以有效仿者的。 狄翁:既然是效仿者,那也可以说是门徒了。因为正确效仿某人的人,无疑清楚了解那人是怎样的人,并通过模仿其行为与言论,竭力使自己显现得与他相似。
ταὐτὸ δὲ τοῦτο καὶ ὁ μαθητὴς ποιεῖν ἔοικε· μιμούμενος τὸν διδάσκαλον καὶ προσέχων ἀναλαμβάνει τὴν τέχνην. τὸ δὲ ὁρᾶν καὶ ξυνεῖναι οὐδέν ἐστι πρὸς τὸ μανθάνειν· πολλοὶ γὰρ καὶ ὁρῶσι τοὺς αὐλητὰς καὶ ξύνεισι καὶ ἀκούουσιν ὁσημέραι, καὶ οὐδ’ ἂν ἐμφυσῆσαι τοῖς αὐλοῖς δύναιντο, οἳ ἂν μὴ ἐπὶ τέχνῃ μηδὲ προσέχοντες ξυνῶσιν. ἀλλ’ εἴ γε δυσωπῇ μαθητὴν Ὁμήρου τὸν Σωκράτην καλεῖν, ζηλωτὴν δὲ μόνον, οὐδέν μοι διοίσει. —
而门徒似乎也正是做着这完全相同的事:通过模仿老师并专注用心,从而掌握了技艺。相比之下,亲眼看见和共同相处对于学习而言根本算不得什么;因为许多人每天既能看见吹笛人,又能与他们相处并听他们演奏,却连往笛子里吹气都做不到——也就是那些并非为了技艺亦不用心而相处的人。不过,如果你觉得称苏格拉底为荷马的门徒有所顾忌,而只愿称他为效仿者,对我来说也没有什么差别。
Ἐμοὶ μὲν οὐχ ἧττον παράδοξον τοῦτο ἐκείνου δοκεῖ. Ὅμηρος μὲν γὰρ ποιητὴς γέγονεν οἷος οὐδεὶς ἄλλος· Σωκράτης δὲ φιλόσοφος. — Δ. Εἶεν· οὕτως μὲν οὐδὲ Ἀρχίλοχον εἴποις ἂν Ὁμήρου ζηλωτήν, ὅτι μὴ τῷ αὐτῷ μέτρῳ κέχρηται εἰς ὅλην τὴν ποίησιν, ἀλλ’ ἑτέροις τὸ πλέον, οὐδὲ Στησίχορον, ὅτι ἐκεῖνος μὲν ἔπη ἐποίει, Στησίχορος δὲ μελοποιὸς ἦν. —
对话者:在我看来,这并不比前一种说法显得更不荒谬。因为荷马是无与伦比的诗人,而苏格拉底则是哲学家。 狄翁:得了吧!照这么说,你甚至不能称阿尔基罗科斯为荷马的效仿者,因为他并未在全部诗作中使用相同的格律,而是大多使用了其他格律;你也不能称斯忒西科罗斯为效仿者,因为荷马创作的是史诗,而斯忒西科罗斯是抒情诗人。
Ναί· τοῦτό γε ἅπαντές φασιν οἱ Ἕλληνες, Στησίχορον Ὁμήρου ζηλωτὴν γενέσθαι καὶ σφόδρα γε ἐοικέναι κατὰ τὴν ποίησιν. Σωκράτης δὲ κατὰ τί σοι δοκεῖ Ὁμήρῳ ἐοικέναι; — Δ. Τὸ μὲν πρῶτον καὶ μέγιστον κατὰ τὸ ἦθος. οὐδέτερος γὰρ αὐτοῖν ἀλαζὼν ἦν οὐδὲ ἀναιδής, ὥσπερ οἱ ἀμαθέστατοι τῶν σοφιστῶν. Ὅμηρος μὲν γὰρ οὐδὲ ὁπόθεν ἦν εἰπεῖν ἠξίωσεν οὐδὲ ὧντινων γονέων οὐδὲ ὅστις αὐτὸς ἐκαλεῖτο. ἀλλὰ ὅσον ἐπ’ ἐκείνῳ3 καὶ τὸ ὄνομα ἠγνοοῦμεν ἂν τοῦ γράψαντος τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν.
对话者:是的,所有希腊人确实都说斯忒西科罗斯成了荷马的效仿者,并且在诗作上与他极为相似。但在你看来,苏格拉底究竟在什么方面与荷马相似呢? 狄翁:首先也是最重要的一点,在于品性。因为他们两人都不像那些极其无知的智者那样虚妄自夸或厚颜无耻。荷马甚至不屑于提及自己来自何方,出身于何种父母,也不提及自己叫什么名字;只要取决于他本人的意愿,我们甚至都不会知道《伊利亚特》和《奥德赛》的作者的名字。
- 55.2Ἡράκλειτος δὲ ἔτι γενναιότερον αὐτὸς ἐξευρεῖν τὴν τοῦ παντὸς φύσιν
不定式 ἐξευρεῖν 承接前文的 ὁ μέν φησιν(赫西俄德说)而延续间接引语。主语 Ἡράκλειτος 未依常见的宾格不定式结构变为宾格,而是作为主格与不定式结构(nominativus cum infinitivo)保持主格,与强调代词 αὐτός 一致。
- 55.4Ἔγωγε.
对此前带有否定的修辞性反问“ἢ οὐδὲ ζηλωτὴν οὐδένα οὐδενὸς φήσεις τῶν μὴ συγγενομένων;”(抑或你会说,对于未曾共同生活过的人,谁也不会是任何人的效仿者吗?)的回答。此处并非赞同否定命题(即并非表示“我确实认为不存在效仿者”),而是反驳该否定,承认效仿的可能性(“不,我认为可以说有效仿者”)。紧随其后狄翁所作的推论“Εἴπερ οὖν ζηλωτής, καὶ μαθητὴς εἴη ἄν”(既然是效仿者,那也可以说是门徒了)证实了这一解读。
- 55.7ἀλλὰ ὅσον ἐπ’ ἐκείνῳ
由 ὅσον ἐπί 与与格代词 ἐκείνῳ 构成的习惯用语,意为“就取决于他而言”或“全凭他本人的意愿”。它构成了限定性副词短语,为后文主句的非真实条件假设 ἠγνοοῦμεν ἄν(“我们甚至都不会知道”)提供了先决条件。
