← 金嘴狄翁

演说集

§54.1-54.4

富裕的智者与清贫的苏格拉底之对比

作者将那些虽获名利却因空洞言论而湮灭的智者,与一生清贫且未留著述却凭藉友人使其言论得以永存的苏格拉底进行了对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§54.1

Ἱππίας ὁ Ἠλεῖος καὶ Γοργίας ὁ Λεοντῖνος καὶ Πῶλος καὶ Πρόδικος οἱ σοφισταὶ χρόνον τινὰ ἤνθησαν ἐν τῇ Ἑλλάδι καὶ θαυμαστῆς ἐτύγχανον φήμης, οὐ μόνον ἐν ταῖς ἄλλαις πόλεσιν, ἀλλὰ καὶ ἐν τῇ Σπάρτῃ καὶ παρ’ Ἀθηναίοις, καὶ χρήματα πολλὰ συνέλεξαν, δημοσίᾳ τε παρὰ τῶν πόλεων καὶ παρὰ δυναστῶν τινων καὶ βασιλέων καὶ ἰδιωτῶν, ὡς ἕκαστος ἔχοι δυνάμεως.1 ἔλεγον δὲ πολλοὺς μὲν λόγους, νοῦν δὲ οὐκ ἔχοντας οὐδὲ βραχύν· ἐφ’ ὧν ἔστιν οἶμαι χρήματα πορίζειν καὶ ἀνθρώπους ἠλιθίους ἀρέσκειν.

厄利斯的希庇亚、莱翁蒂奈的高尔吉亚、珀洛斯以及普罗狄科这些智者,曾在希腊盛极一时,不仅在其他城邦,而且在斯巴达和雅典人中间都享有惊人的声誉,他们公开从城邦以及从某些统治者、君王和平民那里聚敛了大量财富,各按其所拥有的财力。然而他们所作的诸多言论,却没有丝毫理智;我想,正是凭藉这样的言论,才能够赚取钱财并取悦愚昧之人。

§54.2

ἄλλος δέ τις ἀνὴρ Ἀβδηρίτης οὐχ ὅπως ἀργύριον παρ’ ἑτέρων ἐλάμβανεν, ἀλλὰ καὶ2 διέφθειρε τὴν οὐσίαν τὴν αὑτοῦ συχνὴν οὖσαν καὶ ἀπώλεσε φιλοσοφῶν ἀναισθήτως δῆλον ὅτι καὶ ζητῶν ὧν οὐδὲν ὄφελος αὐτῷ. ἦν δὲ καὶ Σωκράτης Ἀθήνησι πένης ἀνὴρ καὶ δημοτικός, οὐδὲ οὗτος ὑπὸ τῆς πενίας ἀναγκαζόμενος οὐθὲν λαμβάνειν· καίτοι γυναῖκα εἶχεν οὐ μισοῦσαν ἀργύριον καὶ παῖδας δεομένους διατροφῆς καὶ τῶν νέων λέγεται τοῖς πλουσιωτάτοις συνεῖναι, ὧν φασιν ἐνίους μηδενὸς ἁπλῶς φείδεσθαι πρὸς αὐτόν.

但是阿夫季拉的另一个人,非但不从他人那里索取金钱,甚至挥霍了自己原本丰厚的财产,显然是因愚昧地从事哲学以及探寻对自己毫无益处的事物而败光了家产。在雅典也有苏格拉底,一个出身平民的穷人,他也绝未因贫困被迫接受任何东西;尽管他有一个并不讨厌钱财的妻子和需要抚养的孩子,而且据说他与青年中最富有的人交往,人们说其中有些人对他绝不吝啬任何东西。

§54.3

ἦν δὲ τἄλλα τῷ τρόπῳ κοινὸς καὶ φιλάνθρωπος, καὶ παρεῖχεν αὑτὸν τοῖς βουλομένοις προσιέναι καὶ διαλέγεσθαι, περί τε τὴν ἀγορὰν τὰ πολλὰ διατρίβων καὶ εἰς τὰς παλαίστρας εἰσιὼν καὶ πρὸς ταῖς τραπέζαις καθεζόμενος ʽὥσπερ οἱ τὰ ὤνια τὰ φαῦλα δεικνύντες ἐν τῇ ἀγορᾷ καὶ περιφέροντες ἐπὶ τὰς θύρασ̓ εἴ τις ἄρα ἐθελήσει πυθέσθαι τι καὶ ἀκοῦσαι τῶν νεωτέρων ἢ τῶν πρεσβυτέρων. οἱ μὲν οὖν πολλοὶ τῶν δυνατῶν καὶ ῥητόρων προσεποιοῦντο μηδὲ ὁρᾶν αὐτόν· ὁ δὲ προσελθών, ὥσπερ οἱ προσπταίσαντες, ἀλγήσας ταχὺ ἀπηλλάττετο.

然而在其他方面,他在性情上是随和而仁爱的,他让自己随时接待那些希望走近并交谈的人,多半在广场一带打发时光,走进角力学校,坐在钱庄柜台旁——就像那些在市场上展示劣等货物并四处运送到门前的人一样——看青年人或老年人中是否有人愿意探询某事并倾听。因此,权贵和演说家中的大多数人假装看不见他;但凡走近前去的人,就像绊倒的人一样,带着剧痛迅速走开。

§54.4

ἀλλὰ δὴ τῶν μὲν θαυμαζομένων ἐκείνων σοφιστῶν ἐκλελοίπασιν οἱ λόγοι καὶ οὐδὲν ἢ τὰ ὀνόματα μόνον ἔστιν· οἱ δὲ τοῦ Σωκράτους οὐκ οἶδ’ ὅπως διαμένουσι καὶ διαμενοῦσι τὸν ἅπαντα χρόνον, τούτου δὲ αὐτοῦ γράψαντος ἢ καταλιπόντος3 οὔτε σύγγραμμα οὔτε διαθήκας. ἐτελεύτα γὰρ ὁ ἀνὴρ ἀδιάθετος τήν τε σοφίαν καὶ τὰ χρήματα.4 ἀλλὰ οὐσίαν μὲν οὐκ εἶχεν, ὥστε δημευθῆναι, καθάπερ εἴωθε γίγνεσθαι ἐπὶ τῶν καταδικασθέντων· οἱ λόγοι δὲ τῷ ὄντι ἐδημεύθησαν μὰ Δἴ οὐχ ὑπ’ ἐχθρῶν, ἀλλὰ ὑπὸ τῶν φίλων· οὐδὲν μέντοι ἧττον καὶ νῦν φανερῶν τε ὄντων καὶ τιμωμένων ὀλίγοι ξυνιᾶσι καὶ μετέχουσιν.

然而,那些受人赞赏的智者的言论已经荡然无存,只剩下了名字而已;而苏格拉底的言论却不知为何长存至今,并将永远存续下去,尽管他本人既没有撰写也没有留下任何著作或遗嘱。因为这个人去世时,无论就智慧还是财产而言都未立遗嘱。但他并没有财产可供没收,就像在被判罪者身上惯常发生的那样;然而他的言论确实被公有了——凭宙斯起誓,不是被敌人,而是被朋友们公有的。不过,即使如今这些言论显明可见且备受推崇,理解并分享它们的人仍然寥寥无几。

语法注4 条
  1. 54.1ὡς ἕκαστος ἔχοι δυνάμεως

    副词 ὡς 与表示状态的动词 ἔχω 及部分格(δυνάμεως)结合构成的习惯表达,意为“按照各人所具有的财力/能力程度”。动词使用希求式(ἔχοι),表示过去反复发生或普遍的情况。

  2. 54.2οὐχ ὅπως ἀργύριον παρ’ ἑτέρων ἐλάμβανεν, ἀλλὰ καὶ

    οὐχ ὅπως ... ἀλλὰ καί ... 是表示递进对比的习惯句型,意为“非但不……反而甚至……”。在肯定前句否定内容(不收别人钱财)的基础上,进一步强化后句更为极端的行为(败光自己的财产)。

  3. 54.4τούτου δὲ αὐτοῦ γράψαντος ἢ καταλιπόντος

    独立属格结构(genitive absolute)。在语境中针对主句“苏格拉底的言论将永远长存”表示让步语气(“尽管他本人没有写下或留下任何著作”)。

  4. 54.4ἀδιάθετος τήν τε σοφίαν καὶ τὰ χρήματα

    形容词 ἀδιάθετος(未立遗嘱的)后附两个宾格 τήν τε σοφίαν καὶ τὰ χρήματα,构成关系宾格(accusative of respect),意为“无论就智慧而言还是就财产而言,都未做遗嘱交代”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:54.1-54.4