- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:53.7-53.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者赞美荷马诗歌甚至远播至印度的非凡感召力,颂扬他安贫乐道、隐藏己名的高尚生平,并阐述了荷马关于君王应当效仿宙斯以慈父般的仁爱施治的训导。
ὥστε καὶ Ἰνδοὶ τῶν μὲν ἄστρων τῶν παρ’ ἡμῖν πολλῶν εἰσιν ἀθέατοι· τὰς γὰρ ἄρκτους οὔ φασι φαίνεσθαι παρ’ αὐτοῖς· τῶν δὲ Πριάμου παθημάτων καὶ τῶν Ἀνδρομάχης καὶ Ἑκάβης θρήνων καὶ ὀδυρμῶν καὶ τῆς Ἀχιλλέως τε καὶ Ἕκτορος ἀνδρείας οὐκ ἀπείρως ἔχουσιν. τοσοῦτον ἴσχυσεν ἑνὸς ἀνδρός μουσική· καὶ δοκεῖ ἔμοιγε τῇ δυνάμει ταύτῃ τάς τε Σειρῆνας ὑπερβαλέσθαι καὶ τὸν Ὀρφέα.
因此,印度人甚至未曾见过我们这里的许多星宿——因为据说大小熊星座在他们那里并不显现——然而对于普里阿摩斯的苦难、安德洛玛刻与赫卡柏的哀叹与恸哭,以及阿喀琉斯与赫克托耳的勇武,他们却绝非一无所知。一个人的乐艺竟具有如此巨大的威力;依我看来,凭借这种力量,他甚至超越了塞壬与奥尔甫斯。
τὸ γὰρ λίθους τε καὶ φυτὰ καὶ θηρία κηλεῖν καὶ ἄγειν τί ἔστιν ἕτερον ἢ τὸ βαρβάρους ἀνθρώπους ἀσυνέτους τῆς Ἑλληνικῆς φωνῆς οὕτως ἄγαν χειρώσασθαι,1 μήτε τῆς γλώττης μήτε τῶν πραγμάτων ἐμπείρους ὄντας, ὑπὲρ ὧν ὁ λόγος, ἀλλὰ ἀτεχνῶς καθάπερ οἶμαι πρὸς κιθάραν κηλουμένους; ἡγοῦμαι δὲ ἔγωγε πολλοὺς καὶ τῶν ἀμαθεστέρων ἔτι βαρβάρων τό γε ὄνομα ἀκηκοέναι τὸ Ὁμήρου, ὅ, τι δὲ δηλοῖ, τοῦτο μὴ εἰδέναι σαφῶς, εἴτε ζῷον εἴτε φυτὸν εἴτε πρᾶγμα ἕτερον.
因为魅惑并引领顽石、植物与野兽,比起彻底制服那些不通希腊言辞的蛮族之人——他们既不通其语言,亦不熟习其所述及的事物,而是完全如我认为的那样,宛若随着里拉琴声而被魅惑——又有什么不同呢?我自己甚至认为,许多更为愚昧的蛮族人至少听闻过荷马的名字,却并不清楚明白这究竟指代什么,究竟是动物、植物还是其他什么事物。
οὐ μὴν ἀλλὰ καὶ τὸν βίον ἐπαινέσαι τις ἂν τοῦ ἀνδρὸς πολὺ μᾶλλον τῆς ποιήσεως. τὸ γὰρ ἐν πενίᾳ διαγενέσθαι καὶ ἀλώμενον καὶ τοσοῦτον ἀπὸ τῶν ποιημάτων πορίζοντα ὅσον ἀποζῆν θαυμαστῆς ἀνδρείας καὶ μεγαλοφροσύνης·2 ἔτι δὲ τὸ μηδαμοῦ γεγραφέναι τὸ αὑτοῦ ὄνομα, ἀλλὰ μηδὲ ἐν τῇ ποιήσει αὑτοῦ μνησθῆναι, καίτοι τῶν ἄλλων ἁπάντων, ὁπόσοι τινὰ ἔδοξαν ἔχειν δύναμιν ἢ περὶ ποίησιν ἢ καταλογάδην συγγράφοντες, καὶ πρῶτον καὶ τελευταῖον τὸ ἑαυτῶν ὄνομα γραφόντων, πολλῶν δὲ καὶ ἐν αὐτοῖς τοῖς λόγοις τε καὶ ποιήμασιν, ὥσπερ Ἑκαταῖός τε καὶ Ἡρόδοτος καὶ Θουκυδίδης, οὗτος μὲν οὐχ ἅπαξ μόνον ἐν ἀρχῇ τῆς ἱστορίας, ἀλλὰ πολλάκις διαμαρτυρόμενος καθ’ ἕκαστον χειμῶνα καὶ θέρος ὅτι ταῦτα ξυνέγραψε Θουκυδίδης. ὁ δὲ οὕτως ἄρα ἐλευθέριος ἦν καὶ μεγαλόφρων ὥστε οὐδαμοῦ φανήσεται τῆς ποιήσεως αὑτοῦ μεμνημένος, ἀλλὰ τῷ ὄντι ὥσπερ οἱ προφῆται τῶν θεῶν ἐξ ἀφανοῦς καὶ ἀδύτου ποθὲν φθεγγόμενος.
不仅如此,人们赞叹这人的生平甚至会远甚于赞叹其诗作。因为在贫困与流浪中度过一生,仅从诗作中谋求聊以维生的所需,这展现了令人惊异的勇气与博大胸襟;再者,他从未在任何地方写下自己的名字,甚至在自己的诗篇中亦未曾提及自己,尽管所有其他人,凡被认为在诗作或散文撰述方面具有某种才能者,都在篇首与篇末写下自己的名字,许多人甚至在言论和诗歌篇章本身之中亦是如此,正如赫卡泰乌斯、希罗多德以及修昔底德那样——后者不仅在历史开篇时提及一次,而且在每一个冬季与夏季都反复宣称“这些是修昔底德所撰写的”。然而荷马却是如此开阔洒脱与气宇轩昂,以至于在诗歌的任何地方都不会见到他提及自己,而是真实地宛若神祇的代言者一般,从某处隐秘而幽深的圣所中发出声音。
ὅτι δὲ καὶ ὠφέλιμα πάντα καὶ χρήσιμα ἔγραψε, τὰ μὲν ἄλλα εἰ διεξίοι τις, πολὺ ἂν ἔργον εἴη, ὅσα πεποίηκε περὶ ἀρετῆς καὶ κακίας· περὶ δὲ τῶν βασιλέων ἐν βραχεῖ οἵους φησὶ δεῖν εἶναι. ὃν γὰρ ἂν ἐπαινῇ τῶν βασιλέων, Διὶ μῆτιν ἀτάλαντόν φησιν εἶναι καὶ διοτρεφέας ἅπαντας τοὺς ἀγαθοὺς βασιλεῖς καὶ τὸν Μίνω, μεγίστην ἐπὶ δικαιοσύνῃ δόξαν ἔχοντα παρὰ τοῖς Ἕλλησι, τοῦ Διὸς ὁμιλητήν τε καὶ μαθητὴν εἶναί φησιν, ὡς πρῶτον δὴ καὶ μέγιστον ἁπάντων ἐκεῖνον βασιλέα καὶ μόνον αὐτὸν ἐπιστάμενον καὶ παραδιδόντα τὴν βασιλικὴν τέχνην, καὶ τοὺς ἀγαθοὺς βασιλεῖς δέον πρὸς ἐκεῖνον βλέποντας κατευθύνειν τὴν ἀρχήν,3 ἀφομοιοῦντας, ὡς δυνατόν ἔστιν ἀνθρώποις, θεῷ τὸν αὑτῶν τρόπον.
至于他所写下的一切皆有益且实用——若要逐一详述其他方面,即他在美德与恶德方面所创作的诸多内容,那将是一项巨大的工程;但关于君王,〔可以〕简短地〔阐述〕他说他们应当成为何样之人。因为在诸君王之中无论他称赞谁,他都称其为“谋略比肩于宙斯”,并称所有优秀的君王皆是“宙斯所抚育的”,而对于在希腊人中以公正享有极盛之名的米诺斯,荷马称其为宙斯的同伴与门徒,因为宙斯实乃万物最初且最伟大的君王,唯有他通晓并传授王者之技艺,而优秀的君王理应仰望着宙斯来规范自己的统治,在人类力所能及的范围内使自己的操行趋同于神。
τὸ δὲ τοῦ Διὸς ἦθος καὶ τὴν βασιλείαν ὁποία τις,4 ἐν πολλοῖς μὲν ἄλλοις ποιεῖ φανεράν, ὡς δ’ ἐν βραχεῖ περιλαβόντα εἰπεῖν τὴν δύναμιν αὐτοῦ καὶ τὴν διάνοιαν δηλοῖ πολλάκις, ἀεί ποτε αὐτὸν οὕτως ὀνομάζων ‘πατὴρ ἀνδρῶν τε θεῶν τε’· ὡς δέον τὴν τῶν βασιλέων ἐπιμέλειαν πατρικὴν καὶ κηδεμονικὴν εἶναι μετ’ εὐνοίας καὶ φιλίας καὶ μηδέποτε ἄλλως προσῆκον ἀνθρώπων προΐστασθαί τε καὶ ἄρχειν ἤ ἀγαπῶντα καὶ προνοοῦντα, ὁπότε ὁ Ζεὺς οὐχ ὑπερορᾷ πατὴρ ἀνθρώπων καλεῖσθαι.
至于宙斯具有何种品德与王权,荷马在许多其他地方固然使其彰显,但为了概括而简要地表达其神力与心志,他屡屡通过始终如此称呼宙斯来予以表明:“人类与诸神之父”;以此说明君王的关照应当是慈父般的与守护性的,怀着善意与友爱,并且除了爱护与照料人们之外,绝不应以其他任何方式居于人上施加统治,既然宙斯都不以被称为人类之父为鄙。
- 53.8τὸ γὰρ λίθους τε καὶ φυτὰ καὶ θηρία κηλεῖν καὶ ἄγειν τί ἔστιν ἕτερον ἢ τὸ βαρβάρους ἀνθρώπους ... χειρώσασθαι
带冠词不定式短语 τὸ ... κηλεῖν καὶ ἄγειν 作主语,随后的反问结构 τί ἔστιν ἕτερον ἢ...(“除……外何所是/与……有何不同”)引出作比较成分的第二个带冠词不定式短语 τὸ ... χειρώσασθαι。该句在修辞上将俄耳甫斯的传奇伟业与荷马征服异族的现实力量等同起来。
- 53.9τὸ γὰρ ἐν πενίᾳ διαγενέσθαι καὶ ἀλώμενον καὶ τοσοῦτον ἀπὸ τῶν ποιημάτων πορίζοντα ὅσον ἀποζῆν θαυμαστῆς ἀνδρείας καὶ μεγαλοφροσύνης
带冠词不定式短语 τὸ ... διαγενέσθαι 作句子主语,其系动词 ἐστί 被省略。属格短语 θαυμαστῆς ἀνδρείας καὶ μεγαλοφροσύνης 是表特征/属性的述语属格(“表现出惊人的勇气与宏量”)。宾格分词 ἀλώμενον 与 πορίζοντα 与不定式未表达的逻辑主语(泛指“人”)在格上保持一致。
- 53.11καὶ τοὺς ἀγαθοὺς βασιλεῖς δέον πρὸς ἐκεῖνον βλέποντας κατευθύνειν τὴν ἀρχήν
δέον 是无人称动词 δεῖ 的绝对宾格分词,用于表示从属的必要性或理由(“好君王理应……”)。它统辖着充当其逻辑主语的宾格 τοὺς ἀγαθοὺς βασιλεῖς 以及不定式 κατευθύνειν,承接由 ὡς 引出的论证逻辑。
- 53.12τὸ δὲ τοῦ Διὸς ἦθος καὶ τὴν βασιλείαν ὁποία τις
先取句式(prolepsis/预先提引)。逻辑上作为间接疑问从句 ὁποία τις [ἐστίν] 之主语的名词短语 τὸ ... ἦθος καὶ τὴν βασιλείαν 被前置并充当了主句动词结构 ποιεῖ φανεράν 的直接宾格宾语。
