- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:53.1-53.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段概述了德谟克利特、亚里士多德、芝诺等人对荷马诗歌的接受与阐释,论及柏拉图对神话的责难与驱逐,同时强调荷马在神灵启示下的诗篇跨越了希腊与异族的界限,风靡世间。
Ὁ μὲν Δημόκριτος περὶ Ὁμήρου φησὶν οὕτως· Ὅμηρος φύσεως λαχὼν θεαζούσης ἐπέων κόσμον ἐτεκτήνατο παντοίων· ὡς οὐκ ἐνὸν ἄνευ θείας καὶ δαιμονίας φύσεως1 οὕτως καλὰ καὶ σοφὰ ἔπη ἐργάσασθαι. πολλοὶ δὲ καὶ ἄλλοι γεγράφασιν οἱ μὲν ἄντικρυς ἐγκωμιάζοντες τὸν ποιητὴν ἅμα καὶ δηλοῦντες ἔνια τῶν ὑπ’ αὐτοῦ λεγομένων, οἱ δὲ αὐτὸ τοῦτο τὴν διάνοιαν ἐξηγούμενοι, οὐ μόνον Ἀρίσταρχος καὶ Κράτης καὶ ἕτεροι πλείους τῶν ὕστερον γραμματικῶν κληθέντων, πρότερον δὲ κριτικῶν. καὶ δὴ καὶ αὐτὸς Ἀριστοτέλης, ἀφ’ οὗ φασι τὴν κριτικήν τε καὶ γραμματικὴν ἀρχὴν λαβεῖν, ἐν πολλοῖς διαλόγοις περὶ τοῦ ποιητοῦ διέξεισι, θαυμάζων αὐτὸν ὡς τὸ πολὺ καὶ τιμῶν, ἔτι δὲ Ἡρακλείδης ὁ Ποντικός.
德谟克利特关于荷马曾如此说道:“荷马获赋通神之天资,构筑了万象纷呈之诗韵”——盖因他认为,若无神圣且非凡之天禀,决不可能作出如此优美且充满智慧的诗句。许多其他人亦曾著书立说:有人直接颂扬这位诗人,同时阐明其部分辞句;有人则专门阐释其思想旨趣——不仅阿里斯塔库斯、克拉特斯以及后来被称为文法学者、早期被称为批评家的诸多学者如此,而且亚里士多德本人——据说文学批评与文法学即肇始于他——亦在多部对话录中论及荷马,大抵对其赞叹并致以敬意,赫拉克利德·蓬提库斯亦复如此。
τούτων δὲ πρότερος Πλάτων πανταχοῦ μέμνηται, τὴν μὲν ἡδονὴν καὶ χάριν τὴν τῶν ἐπῶν ἐκπληττόμενος, πολλάκις γε μὴν ἐπιμεμφόμενος ἐν τοῖς περὶ θεῶν μύθοις τε καὶ λόγοις, ὡς οὐ συμφέροντα τοῖς ἀνθρώποις οὐδαμῶς αὐτὸν εἰρηκότα, πλεονεξίας καὶ ἐπιβουλὰς κατ’ ἀλλήλων καὶ μοιχείας καὶ ἔριδας καὶ φιλονικίας περὶ θεῶν ἐπεξιόντα· μετὰ ταῦτα δὲ οὐ μεταδιδοὺς αὐτῷ τῆς αὑτοῦ πόλεώς τε καὶ πολιτείας σοφῆς ὡς αὐτὸς ἐνόμιζεν ἐσομένης, ἵνα μήτε ταῦτα ἀκούωσι περὶ θεῶν νέοι ὄντες οὓς ἐκεῖνος ἀποφαίνει φύλακάς τε καὶ ἡγεμόνας τῆς πόλεως, μηδ’ αὖ περὶ τῶν ἐν ᾅδου μηδὲν σκυθρωπὸν λεγόμενον μαλακωτέρους αὐτοὺς πρός τε τὸ μάχεσθαι καὶ τὸ ἀποθνῄσκειν ποιῇ μηδὲ ὥσπερ πώλους κακῶς πωλευθέντας ἐξ ἀρχῆς ὑπόπτους πρὸς τὰ μὴ φοβερά.
在这些人之前,柏拉图在各处均提及他,虽对其诗句的悦耳与优美惊叹不已,却屡屡在涉及神祇的神话与言论中对他加以责难,认为他所言全然无益于人类,历数了神祇之间的贪婪、互施阴谋、通奸、纷争与角逐;随后,柏拉图便不准他参与自己所设想的充满智慧的城邦及其政制,以免那些被他指定为城邦卫士与领袖的人在年少时听到这些关于神祇的事情,又免得关于冥府的任何阴森传闻使他们在战斗与赴死面前变得软弱,或如自幼驯养不当的驹子一般对本不可怖之事物疑惧不宁。
περὶ μὲν δὴ τούτων ἕτερος λόγος πλείων καὶ μακρότερος καὶ οὐ ῥᾴδιος, πότερον Ὅμηρος ἥμαρτε περὶ ταῦτα ἢ φυσικούς τινας ἐνόντας ἐν τοῖς μύθοις λόγους κατὰ τὴν τότε συνήθειαν παρεδίδου τοῖς ἀνθρώποις. οὐ γὰρ ῥᾴδιον διαιτῆσαι τὸ τοιοῦτον, καθάπερ οἶμαι δύο φίλων ἀνδρῶν, ἀμφοτέρων σεμνῶν, τοῦ ἑτέρου τῷ ἑτέρῳ ἐγκαλοῦντος, ἑνὸς αὐτῶν καταγνῶναι.2 γέγραφε δὲ καὶ Ζήνων ὁ φιλόσοφος εἴς τε τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν, καὶ περὶ τοῦ Μαργίτου δέ· δοκεῖ γὰρ καὶ τοῦτο τὸ ποίημα ὑπὸ Ὁμήρου γεγονέναι νεωτέρου καὶ ἀποπειρωμένου τῆς αὑτοῦ φύσεως πρὸς ποίησιν. ὁ δὲ Ζήνων οὐδὲν τῶν Ὁμήρου ψέγει, ἅμα διηγούμενος καὶ διδάσκων ὅτι τὰ μὲν κατὰ δόξαν, τὰ δὲ κατὰ ἀλήθειαν γέγραφεν, ὅπως μὴ φαίνηται αὐτὸς αὑτῷ μαχόμενος ἔν τισι δοκοῦσιν ἐναντίως εἰρῆσθαι.
关于这些,尚有另一场更为宏大、冗长且绝非易事的讨论:究竟是荷马在此类事上犯了错误,还是他依循当时的习俗,将神话中所蕴含的某些自然哲理传授给了人们。因为裁决此类事情绝非易事,正如我认为在两位同为尊贵之士的朋友之间,一人指控另一人时,要断定其中一人有罪决非易事一样。哲学家芝诺亦曾就《伊利亚特》和《奥德赛》撰写著作,甚至论及《玛尔吉忒斯》;因为这首诗亦被认为是荷马尚年轻、在诗作上试探自身天分时所作。芝诺并未谴责荷马作品中的任何内容,而是一边阐明一边指教道,荷马某些内容是依据俗见而写,某些内容则是依据真理而写,从而使他在某些看似相反的言辞中不致显得自相矛盾。
ὁ δὲ λόγος οὗτος Ἀντισθένους ἐστὶ πρότερον, ὅτι τὰ μὲν δόξῃ, τὰ δὲ ἀληθείᾳ εἴρηται τῷ ποιητῇ· ἀλλ’ ὁ μὲν οὐκ ἐξειργάσατο αὐτόν, ὁ δὲ καθ’ ἕκαστον τῶν ἐπὶ μέρους ἐδήλωσεν. ἔτι δὲ καὶ Περσαῖος ὁ τοῦ Ζήνωνος κατὰ τὴν αὐτὴν ὑπόθεσιν γέγραφε καὶ ἄλλοι πλείους. ὁ δὲ Πλάτων ἅμα αἰτιώμενος αὐτόν, ὡς εἶπον, καὶ τὴν δύναμιν αὐτοῦ θαυμαστήν τινα ἀποφαίνει τῆς ποιήσεως, ὡς εἰκόνα ὄντα παντὸς χρήματος καὶ πάσας ἀτεχνῶς ἀφιέντα φωνάς, ποταμῶν τε καὶ ἀνέμων καὶ κυμάτων· καὶ κελεύει μάλα εἰρωνικῶς στέψαντας αὐτὸν ἐρίῳ καὶ μύρον καταχέαντας ἀφιέναι παρ’ ἄλλους.
然而这一观点此前属于安提斯泰尼,即诗人某些言论是依俗见而发,某些是依真理而发;但安提斯泰尼并未将其详尽阐发,芝诺却在每一个具体细节上予以了展示。此外,芝诺的学生佩尔塞乌斯以及其他许多人亦依据同一假设撰述。柏拉图正如我所言,在一面指责他的同时,亦表明其诗作的力量蔚为壮观,认为他宛如一切事物的肖像,简直能发出江河、风与波涛的一切声响;他还极其反讽地吩咐,要给荷马戴上羊毛冠冕,浇上没药,然后将他打发到别处去。
τοῦτο δὲ αἱ γυναῖκες ἐπὶ τῶν χελιδόνων ποιοῦσιν. ἔτι δὲ καὶ αὐτὸς τῆς χάριτος ἐπιὼν τὴν ποίησιν σφόδρα ἄγασθαι τὸν ἄνδρα.3 ἀτεχνῶς γὰρ οὐκ ἄνευ θείας τύχης οὐδ’ ἄνευ Μουσῶν τε καὶ Ἀπόλλωνος ἐπιπνοίας δυνατὸν οὕτως ὑψηλὴν καὶ μεγαλοπρεπῆ καὶ προσέτι ἡδεῖαν γενέσθαι ποίησιν, ὥστε μὴ μόνον τοὺς ὁμογλώττους καὶ ὁμοφώνους τοσοῦτον ἤδη κατέχειν χρόνον, ἀλλὰ καὶ τῶν βαρβάρων πολλούς· καὶ τοὺς μὲν διγλώττους καὶ μιγάδας σφόδρα ἐμπείρους εἶναι τῶν ἐπῶν αὐτοῦ, πολλὰ τῶν ἄλλων ἀγνοοῦντας τῶν Ἑλληνικῶν, ἐνίους δὲ καὶ τῶν σφόδρα μακρὰν διῳκισμένων· ὁπότε καὶ παρ’ Ἰνδοῖς φασιν ᾅδεσθαι τὴν Ὁμήρου ποίησιν, μεταλαβόντων αὐτὴν εἰς τὴν σφετέραν διάλεκτόν τε καὶ φωνήν.
这正是妇女们对燕子所做的事。此外,柏拉图本人在领略其优美而研读其诗作时,亦对这人极为赞赏。因为确实,若非凭借神运,若非得缪斯与阿波罗的灵感,诗歌绝不可能变得如此崇高、壮丽且兼具愉悦,以致不仅在如此长久的岁月中征服了操同种语言与声音的人,更征服了诸多蛮族;兼用双语与混血之人纵然对希腊的其他诸多事物一无所知,却对其诗作极度精通,甚至某些居住在极度遥远之地的人亦是如此;以至于据说在印度人那里荷马的诗歌亦被传唱,他们已将其译入了自己的方言与语音之中。
- 53.1ὡς οὐκ ἐνὸν ἄνευ θείας καὶ δαιμονίας φύσεως
由 ὡς 连同非人称动词 ἔνεστι(可能)的中性宾格现在分词 ἐνόν 构成的绝对宾格结构,表示主观理由,意为“盖因认为……决不可能”。用以说明主句中德谟克利特所作判断的依据。
- 53.3καθάπερ οἶμαι δύο φίλων ἀνδρῶν, ἀμφοτέρων σεμνῶν, τοῦ ἑτέρου τῷ ἑτέρῳ ἐγκαλοῦντος, ἑνὸς αὐτῶν καταγνῶναι
承接前句的 οὐ γὰρ ῥᾴδιον διαιτῆσαι τὸ τοιοῦτον(裁决此类事情绝非易事),在 καθάπερ οἶμαι 之后承前省略了 [οὐ ῥᾴδιόν ἐστι],统辖不定词 ἑνὸς αὐτῶν καταγνῶναι(“断定他们其中一人有罪”)。中间插入的 δύο φίλων ἀνδρῶν... τοῦ ἑτέρου τῷ ἑτέρῳ ἐγκαλοῦντος 是带有整体与部分同位关系的属格绝对结构。动词 καταγιγνώσκω 支配被判有罪者的属格(ἑνός)。
- 53.6ἔτι δὲ καὶ αὐτὸς τῆς χάριτος ἐπιὼν τὴν ποίησιν σφόδρα ἄγασθαι τὸν ἄνδρα
此句主语保留为主格 αὐτός(柏拉图本人),而谓语使用不定词 ἄγασθαι。这可理解为承接前文转述柏拉图态度与言论的间接引语不定词,或主格配不定词(Nominativus cum Infinitivo)的修辞结构。分词短语 τῆς χάριτος ἐπιὼν τὴν ποίησιν 意为“着眼于其优雅而品读其诗歌时”,属格 χάριτος 表目的或着眼点。
