← 金嘴狄翁

演说集

§52.13-52.17

欧里庇得斯的修辞技巧与索福克勒斯的剧作法

作者赞扬了欧里庇得斯在《菲洛克忒忒斯》开场白中关于雅典娜易容及特洛伊使团的设计,视其为继承荷马传统的修辞技巧;随后转而评述索福克勒斯的剧作,赞美其折中庄重的诗风、引入涅俄普托勒摩斯的合理情节、高贵的人物刻画以及合唱歌曲的优美动人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§52.13

οὗ ἕνεκεν ἐλήλυθεν εἰς τὴν Λῆμνον φησί τε ὑπὸ τῆς Ἀθηνᾶς ἠλλοιῶσθαι, ὥστε ἐντυχόντα τῷ Φιλοκτήτῃ μὴ γνωσθῆναι ὑπ’ αὐτοῦ,1 μιμησάμενος κατὰ τοῦτο Ὅμηρον — καὶ γὰρ ἐκεῖνος τοῖς τε ἄλλοις καὶ τῷ Εὐμαίῳ καὶ τῇ Πηνελόπῃ πεποίηκεν ἐντυγχάνοντα τὸν Ὀδυσσέα ἠλλοιωμένον ὑπὸ τῆς Ἀθηνᾶς — φησί τε πρεσβείαν μέλλειν παρὰ τῶν Τρώων ἀφικνεῖσθαι πρὸς τὸν Φιλοκτήτην, δεησομένην αὑτόν τε καὶ τὰ ὅπλα ἐκείνοις παρασχεῖν ἐπὶ τῇ τῆς Τροίας βασιλείᾳ, ποικιλώτερον τὸ δρᾶμα κατασκευάζων καὶ ἀνευρίσκων λόγων ἀφορμάς, καθ’ ἃς εἰς τὰ ἐναντία ἐπιχειρῶν εὐπορώτατος καὶ παῤ ὁντινοῦν ἱκανώτατος φαίνεται.

他说明了自己为何来到利姆诺斯岛,并说自己已被雅典娜改变了容貌,以致与菲洛克忒忒斯相遇时不会被他认出——在这点上他模仿了荷马;因为荷马也曾描写奥德修斯在与众人以及欧迈俄斯和珀涅罗珀相遇时被雅典娜改变了外貌。他又说特洛伊人的使团即将来到菲洛克忒忒斯处,请求他交出自己及其武器给他们,以换取特洛伊的王位。欧里庇得斯借此将全剧构造得更加波澜起伏,并找寻各种言辞由头,在就相反论题立论时,显得比任何人都更富于机变和才华。

§52.14

οὐ μόνον πεποίηκε τὸν Ὀδυσσέα παραγιγνόμενον, ἀλλὰ μετὰ τοῦ Διομήδους, ὁμηρικῶς καὶ τοῦτο, καὶ τὸ ὅλον, ὡς ἔφην, δι’ ὅλου τοῦ δράματος πλείστην μὲν ἐν τοῖς πράγμασι σύνεσιν καὶ πιθανότητα ἐπιδείκνυται, ἀμήχανον δὲ καὶ θαυμαστὴν ἐν τοῖς λόγοις δύναμιν, καὶ τά τε ἰαμβεῖα σαφῶς καὶ κατὰ φύσιν καὶ πολιτικῶς ἔχοντα, καὶ τὰ μέλη οὐ μόνον ἡδονήν, ἀλλὰ καὶ πολλὴν πρὸς ἀρετὴν παράκλησιν.

他不仅描写奥德修斯前去,而且是与狄俄墨得斯结伴同行,这也符合荷马的传统。总的说来,正如我所言,他在整部剧中对事件的处理展现出了极高的智识与合理性,在言辞上展现了无可抗拒而令人叹服的力量;他的抑扬格诗行清晰、自然且富于城邦辩论色彩,而其合唱抒情诗不仅带来愉悦,更是对德性的大力劝勉。

§52.15

ὅ τε Σοφοκλῆς μέσος ἔοικεν ἀμφοῖν εἶναι, οὔτε τὸ αὔθαδες καὶ ἁπλοῦν τὸ τοῦ Αἰσχύλου ἔχων οὔτε τὸ ἀκριβὲς καὶ δριμὺ καὶ πολιτικὸν τὸ τοῦ Εὐριπίδου, σεμνὴν δέ τινα καὶ μεγαλοπρεπῆ ποίησιν τραγικώτατα καὶ εὐεπέστατα ἔχουσαν, ὥστε πλείστην εἶναι ἡδονὴν μετὰ ὕψους καὶ σεμνότητος, τῇ τε διασκευῇ τῶν πραγμάτων ἀρίστῃ καὶ πιθανωτάτῃ κέχρηται, ποιήσας τὸν Ὀδυσσέα μετὰ Νεοπτολέμου παραγιγνόμενον, ἐπειδὴ εἵμαρτο ἁλῶναι τὴν Τροίαν ὑπό τε τοῦ Νεοπτολέμου καὶ τοῦ Φιλοκτήτου χρωμένου τοῖς Ἡρακλείοις τόξοις, καὶ αὐτὸν μὲν ἀποκρυπτόμενον, τὸν δὲ Νεοπτόλεμον πέμποντα πρὸς τὸν Φιλοκτήτην, ὑποτιθέμενον αὐτῷ ἃ δεῖ ποιεῖν, καὶ τὸν χορὸν οὐχ ὥσπερ ὁ Αἰσχύλος καὶ Εὐριπίδης ἐκ τῶν ἐπιχωρίων πεποίηκεν, ἀλλὰ τῶν ἐν τῇ νηὶ συμπλεόντων τῷ Ὀδυσσεῖ καὶ τῷ Νεοπτολέμῳ.

至于索福克勒斯,似乎居于两者之间,他既不具备埃斯库罗斯那种倔强纯朴,亦无欧里庇得斯那种严谨、辛辣与政治明达,而是拥有某种庄严而宏阔的诗风,兼具极高的悲剧性与文雅典丽,从而在崇高与肃穆中赋予最大的愉悦。他采用了最精妙且最可信的戏剧布局:描写奥德修斯与涅俄普托勒摩斯一同前往——因为命中注定特洛伊必由涅俄普托勒摩斯和持赫拉克勒斯之弓的菲洛克忒忒斯所攻破——奥德修斯隐蔽其身,遣派涅俄普托勒摩斯前往菲洛克忒忒斯处,并指点他应当如何行事;且他不像埃斯库罗斯和欧里庇得斯那样将歌队设定为当地居民,而是由船上与奥德修斯和涅俄普托勒摩斯同舟共济的随行人员组成。

§52.16

τά τε ἤθη θαυμαστῶς σεμνὰ καὶ ἐλευθέρια, τό τε τοῦ Ὀδυσσέως πολὺ πρᾳότερον καὶ ἁπλούστερον ἢ πεποίηκεν ὁ Εὐριπίδης, τό τε τοῦ Νεοπτολέμου ὑπερβάλλον ἁπλότητι καὶ εὐγενείᾳ, πρῶτον μὲν μὴ βουλομένου δόλῳ καὶ ἀπάτῃ περιγενέσθαι τοῦ Φιλοκτήτου, ἀλλὰ ἰσχύϊ καὶ ἐκ τοῦ φανεροῦ· ἔπειτα πεισθεὶς ὑπὸ τοῦ Ὀδυσσέως καὶ ἐξαπατήσας αὐτὸν καὶ τῶν τόξων ἐγκρατὴς γενόμενος, αἰσθομένου ἐκείνου καὶ ὡς ἐξηπατημένου σχετλιάζοντος καὶ ἀπαιτοῦντος τὰ ὅπλα, οὐ κατέχει,2 ἀλλ’ οἷός τέ ἐστιν ἀποδιδόναι αὐτά, καίτοι τοῦ Ὀδυσσέως ἐπιφανέντος καὶ διακωλύοντος, καὶ τέλος δίδωσιν αὐτά· δοὺς δὲ τῷ λόγῳ πειρᾶται πείθειν ἑκόντα ἀκολουθῆσαι εἰς τὴν Τροίαν.

人物性格也出奇地庄严而高贵:奥德修斯的性格远比欧里庇得斯所塑造的更温和、更坦率;涅俄普托勒摩斯的性格则在淳朴与高尚上尤为出众:起初他不愿凭借诡计与欺瞒战胜菲洛克忒忒斯,而宁愿凭力量公然取胜;随后他在奥德修斯的劝说下欺骗了他并夺得神弓,但在那人察觉受骗而痛惜悲叹并索还武器时,他并未据为己有,反而决意归还——即便奥德修斯现身阻止——最终将武器如数奉还;交还之后,他试图以言辞劝说他自愿随行前往特洛伊。

§52.17

τοῦ δὲ Φιλοκτήτου μηδένα τρόπον εἴκοντος μηδὲ πειθομένου, ἀλλὰ δεομένου τοῦ Νεοπτολέμου, ὥσπερ ὑπέσχετο, ἀπαγαγεῖν αὐτὸν εἰς τὴν Ἑλλάδα, ὑπισχνεῖται καὶ ἕτοιμός ἐστι ποιεῖν τοῦτο, μέχρι ἐπιφανεὶς Ἡρακλῆς πείθει τὸν Φιλοκτήτην ἑκόντα εἰς τὴν Τροίαν πλεῦσαι. τά τε μέλη οὐκ ἔχει πολὺ τὸ γνωμικὸν οὐδὲ πρὸς ἀρετὴν παράκλησιν, ὥσπερ τὰ τοῦ Εὐριπίδου, ἡδονὴν δὲ θαυμαστὴν καὶ μεγαλοπρέπειαν, ὥστε μὴ εἰκῇ τοιαῦτα περὶ αὐτοῦ τὸν Ἀριστοφάνην εἰρηκέναι· "ὁ δ’ αὖ Σοφοκλέους τοῦ μέλιτι κεχρισμένου ὥσπερ καδίσκου περιέλειχε τὸ στόμα.3"

在菲洛克忒忒斯绝不让步、不受劝服,反而恳求涅俄普托勒摩斯如其所许诺的那样护送自己返回希腊时,涅俄普托勒摩斯答应了并准备照做,直到赫拉克勒斯显圣,劝导菲洛克忒忒斯自愿泛舟前往特洛伊。索福克勒斯的抒情歌曲并不像欧里庇得斯的那样含有大量的格言警句或对德性的劝诫,却具有令人赞叹的美妙与华美,以至于阿里斯托芬对他作出如下评论绝非虚妄之语: “而他又如舔舐涂满蜂蜜的小罐一般,舔拭着索福克勒斯的嘴唇。”

语法注3 条
  1. 52.13ὥστε ἐντυχόντα τῷ Φιλοκτήτῃ μὴ γνωσθῆναι ὑπ’ αὐτοῦ

    在以 ὥστε 引导的不定式结果从句(μὴ γνωσθῆναι)中,分词 ἐντυχόντα 与不定式的逻辑主语(奥德修斯)保持宾格一致。该结构表达了被雅典娜改变容貌(ἠλλοιῶσθαι)之后所导致的结果或目的,即与菲洛克忒忒斯相遇时亦不被其识破。

  2. 52.16πρῶτον μὲν μὴ βουλομένου ... ἔπειτα πεισθεὶς ... οὐ κατέχει

    句法上的破格(anacoluthon)。前半部分 πρῶτον μὲν μὴ βουλομένου 作为属格分词附属于前面的属格短语(τό τε τοῦ Νεοπτολέμου),而在后半部分 ἔπειτα 之后,句式转换为以主格分词 πεισθεὶς 作为限定动词 οὐ κατέχει 的主语。

  3. 52.17ὁ δ’ αὖ Σοφοκλέους τοῦ μέλιτι κεχρισμένου ὥσπερ καδίσκου περιέλειχε τὸ στόμα

    引自阿里斯托芬的残篇。动词 περιέλειχε 的直接宾语为 τὸ στόμα(“舔舐……的嘴”),属格 Σοφοκλέους 与比喻性的属格短语 τοῦ μέλιτι κεχρισμένου ὥσπερ καδίσκου(“如涂满蜂蜜的小罐一般”)构成修饰关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:52.13-52.17