← 金嘴狄翁

演说集

§52.7-52.12

歌队的处理与欧里庇得斯的编剧构思

作者探讨了埃斯库罗斯与欧里庇得斯在歌队登场处理及戏剧真实性上的差异,进而论述了欧里庇得斯精严而雄辩的编剧手法,尤为赞赏其在序幕中对奥德修斯的性格塑造与政治性省思。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§52.7

ἄμφω γὰρ ἐκ τῶν Λημνίων ἐποίησαν τὸν χορόν. ἀλλ’ ὁ μὲν Εὐριπίδης εὐθὺς ἀπολογουμένους πεποίηκε περὶ τῆς πρότερον ἀμελείας, ὅτι δὴ τοσούτων ἐτῶν οὔτε προσέλθοιεν πρὸς τὸν Φιλοκτήτην οὔτε βοηθήσειαν οὐδὲν αὐτῷ. ὁ δ’ Αἰσχύλος ἁπλῶς εἰσήγαγε τὸν χορόν, ὃ τῷ παντὶ τραγικώτερον καὶ ἁπλούστερον· τὸ δ’ ἕτερον πολιτικώτερον καὶ ἀκριβέστερον. καὶ γὰρ εἰ μὲν ἐδύναντο πάσας διαφεύγειν τὰς ἀλογίας ἐν ταῖς τραγῳδίαις, ἴσως ἂν εἶχε λόγον μηδὲ τοῦτο παραπέμψαι· νῦν δὲ πολλάκις ἐν μιᾷ ἡμέρᾳ παραγιγνομένους ποιοῦσι τοὺς κήρυκας πλειόνων ἡμερῶν ὁδόν.

因为他们两人都用利姆诺斯人组成了歌队。然而欧里庇得斯让他们一登场便为先前这么多年来他们既未曾接近菲洛克忒忒斯、也未给予他任何帮助这一疏忽辩解。而埃斯库罗斯则是平实地引入了歌队,这全然更加具有悲剧色彩且更为淳朴;而另一种做法则更为世俗明达、更为周密。诚然,如果他们在悲剧中有能力避开一切不合情理之处,那么或许不放过这一点也是合理的;但就实情而论,他们常常让信使在一天之内走完需经数日路程而抵达。

§52.8

ἔπειτα οὐδὲ ἐξ ἅπαντος ἦν μήτε προσελθεῖν αὐτῷ μηδένα Λημνίων μήτε ἐπιμεληθῆναι μηδέν· δοκεῖ γάρ μοι οὐδ’ ἂν διεγένετο τὰ δέκα ἔτη μηδεμιᾶς τυγχάνων βοηθείας· ἀλλ’ εἰκὸς μὲν τυγχάνειν αὐτόν, σπανίως δὲ καὶ οὐδενὸς μεγάλου, καὶ μηδένα αἱρεῖσθαι οἰκίᾳ ὑποδέξασθαι καὶ νοσηλεύειν διὰ τὴν δυσχέρειαν τῆς νόσου. αὐτὸς γοῦν ὁ Εὐριπίδης τὸν Ἄκτορα εἰσάγει, ἕνα Λημνίων, ὡς γνώριμον τῷ Φιλοκτήτῃ προσιόντα καὶ πολλάκις συμβεβληκότα.

况且,利姆诺斯人当中绝无一人前去看望他或对他照料一二,这本来就不是绝对的情形;因为依我看来,若是得不到任何帮助,他甚至不可能熬过这十年。更有可能的是,他确实得到过照拂,只是次数稀少且微不足道,而因那病症的令人厌恶,没有人愿意接纳他到家中护理。欧里庇得斯本人终究也引入了阿克托耳——利姆诺斯人之一——作为熟人前去探访菲洛克忒忒斯,并与他屡次往来。

§52.9

οὐ τοίνυν οὐδὲ ἐκεῖνο δοκεῖ μοι δικαίως ἄν τις αἰτιάσασθαι, τὸ διηγεῖσθαι πρὸς τὸν χορὸν ὡς ἀγνοοῦντα τὰ περὶ τὴν ἀπόλειψιν τὴν τῶν Ἀχαιῶν καὶ τὰ καθόλου συμβαίνοντα αὐτῷ. οἱ γὰρ δυστυχοῦντες ἄνθρωποι πολλάκις εἰώθασι μεμνῆσθαι τῶν συμφορῶν καὶ τοῖς εἰδόσιν ἀκριβῶς καὶ μηδὲν δεομένοις ἀκούειν ἐνοχλοῦσιν ἀεὶ διηγούμενοι. καὶ μὴν ἡ ἀπάτη ἡ τοῦ Ὀδυσσέως πρὸς τὸν Φιλοκτήτην καὶ οἱ λόγοι, δι’ ὧν προσηγάγετο αὐτόν, οὐ μόνον εὐσχημονέστεροι, ἥρωι πρέποντες, ἀλλ’ οὐκ Εὐρυβάτου ἢ Παταικίωνος, ἀλλ’, ὡς ἐμοὶ δοκοῦσι, καὶ πιθανώτεροι.

因此,在我看来,任何人也无法合理地指责另一点:即向歌队讲述被阿开奥斯人遗弃的始末以及发生在他身上的一切遭遇,仿佛歌队一无所知一般。因为不幸的人们往往习惯于反复提及自己的灾难,甚至对于那些深知底细且毫无必要听取的人,也因不断讲述而使人生厌。不仅如此,奥德修斯对菲洛克忒忒斯的欺瞒以及用来拉拢他的言辞,不仅更为体面,合乎英雄的身份,而非出自欧律巴托斯或帕泰基昂之口,而且在我看来,也更为可信。

§52.10

τί γὰρ ἔδει ποικίλης τέχνης καὶ ἐπιβουλῆς πρὸς ἄνδρα νοσοῦντα, καὶ ταῦτα τοξότην, ᾧ εἴ τις μόνον ἐγγὺς παρέστη, ἀχρεῖος ἡ ἀλκὴ αὐτοῦ ἐγεγόνει;1 καὶ τὸ ἀπαγγέλλειν δὲ τὰς τῶν Ἀχαιῶν συμφορὰς καὶ τὸν Ἀγαμέμνονα τεθνηκότα καὶ τὸν Ὀδυσσέα ἐπ’ αἰτίᾳ ὡς οἷόν τε αἰσχίστῃ καὶ καθόλου τὸ στράτευμα διεφθαρμένον οὐ μόνον χρήσιμον, ὥστε εὐφρᾶναι τὸν Φιλοκτήτην καὶ προσδέξασθαι μᾶλλον τὴν τοῦ Ὀδυσσέως ὁμιλίαν, ἀλλ’ οὐδ’ ἀπίθανα2 τρόπον τινὰ διὰ τὸ μῆκος τῆς στρατείας καὶ διὰ τὰ συμβεβηκότα οὐ πάλαι κατὰ τὴν ὀργὴν τοῦ Ἀχιλλέως, ὅθ’ Ἕκτωρ παρὰ σμικρὸν ἦλθεν ἐμπρῆσαι τὸν ναύσταθμον.

因为对于一个患病之人,况且还是个弓箭手——只要有人靠近其身旁,他的武力便毫无用处——何须用到精巧的诡计和阴谋呢?至于通报阿开奥斯人的灾祸、阿伽门农已经阵亡、奥德修斯因极尽可耻的罪名而败亡以及全军彻底覆灭,这不仅有助于抚慰菲洛克忒忒斯的心情,让他更乐于接纳与奥德修斯的攀谈,而且在某种程度上也绝非不可置信,这是由于远征年代久远,且不久前在阿喀琉斯发怒期间曾发生过赫克托耳险些焚毁船坞的变故。

§52.11

ἥ τε τοῦ Εὐριπίδου σύνεσις καὶ περὶ πάντα ἐπιμέλεια, ὥστε μήτε ἀπίθανόν τι καὶ παρημελημένον ἐᾶσαι μήτε ἁπλῶς τοῖς πράγμασι χρῆσθαι, ἀλλὰ μετὰ πάσης ἐν τῷ εἰπεῖν δυνάμεως, ὥσπερ ἀντίστροφός ἐστι τῇ τοῦ Αἰσχύλου, πολιτικωτάτη καὶ ῥητορικωτάτη οὖσα καὶ τοῖς ἐντυγχάνουσι πλείστην ὠφέλειαν παρασχεῖν δυναμένη. εὐθὺς γοῦν πεποίηται προλογίζων αὐτῷ ὁ Ὀδυσσεὺς ἄλλα τε ἐνθυμήματα πολιτικὰ στρέφων ἐν ἑαυτῷ καὶ πρῶτόν γε διαπορῶν ὑπὲρ αὑτοῦ, μὴ ἄρα δοκῇ μὲν τοῖς πολλοῖς σοφός τις εἶναι καὶ διαφέρων τὴν σύνεσιν, ᾖ δὲ τοὐναντίον.

欧里庇得斯的明达睿智以及事无巨细的周密用心——既不留下任何不可信且被忽略之处,亦不简略草率地处理情节,而是倾尽言辞中的一切力量——恰如埃斯库罗斯的相对面,极具城邦政治性与修辞才华,能够给接触它的人带来极大的裨益。终究,奥德修斯在他的开场白中立即被塑造成自忖着种种政治上的思虑,首先便为自己感到困惑,唯恐自己虽然在众人眼中似乎是个聪慧之人且见识超群,实则却恰恰相反。

§52.12

ἐξὸν γὰρ αὐτῷ ἀλύπως καὶ ἀπραγμόνως ζῆν, ὁ δὲ ἑκὼν3 ἀεὶ ἐν πράγμασι καὶ κινδύνοις γίγνεται. τούτου δέ φησιν αἴτιον εἶναι τὴν τῶν εὐφυῶν καὶ γενναίων ἀνδρῶν φιλοτιμίαν. δόξης γὰρ ἀγαθῆς ἐφιέμενοι καὶ τοῦ εὐκλεεῖς παρὰ πᾶσιν ἀνθρώποις εἶναι μεγίστους καὶ χαλεπωτάτους ἑκόντες πόνους ὑφίστανται· οὐδὲν γὰρ οὕτω γαῦρον ὡς ἀνὴρ ἔφυ. ἔπειτα σαφῶς καὶ ἀκριβῶς δηλοῖ τὴν τοῦ δράματος ὑπόθεσιν καὶ

因为他本可以无忧无虑且无所事事地生活,却偏偏甘愿始终置身于纷繁事务与危险之中。他宣称其缘由在于天赋异禀且出身高贵之人的功名心。因为他们渴求美名,图谋在所有人中扬名显姓,因而甘心承担最大且最沉重的辛劳;因为生性之中,没有任何造物如人这般傲然自得。随后,他清晰而确切地阐明了全剧的情节梗概,并且

语法注3 条
  1. 52.10ᾧ εἴ τις μόνον ἐγγὺς παρέστη, ἀχρεῖος ἡ ἀλκὴ αὐτοῦ ἐγεγόνει

    在由与格关系代词 ᾧ 引导的条件句中,从句使用不定过去式直陈语气 παρέστη,主句则使用不带 ἄν 的过去完成时直陈语气 ἐγεγόνει。这并非典型的与过去事实相反的虚拟,而是表示过去的一般性条件及瞬间呈现的既成事实,生动刻画出“只要有人靠近,他的勇力便立时化为乌有”。

  2. 52.10καὶ τὸ ἀπαγγέλλειν δὲ τὰς τῶν Ἀχαιῶν συμφορὰς ... οὐ μόνον χρήσιμον ... ἀλλ’ οὐδ’ ἀπίθανα

    带有中性单数定冠词的不定式短语 τὸ ἀπαγγέλλειν 充当主语。其表语形容词在语法一致上发生了转变:前半句的 χρήσιμον 为中性单数,在语法上与不定式一致;后半句的 ἀπίθανα 则变为中性复数,受语义牵引,呼应所通报的各项具体灾祸与变故。

  3. 52.12ἐξὸν γὰρ αὐτῷ ἀλύπως καὶ ἀπραγμόνως ζῆν, ὁ δὲ ἑκὼν

    ἐξόν 是非人称动词 ἔξεστι 的独立宾格(分词),构成表示让步的副词性短语(“尽管他本可以生活得……”)。随后主句中的 ὁ δὲ ἑκὼν 使用了起对照强调作用的 δέ(归结从句中的 δέ),鲜明突出了主语 ὁ(奥德修斯)主动选择涉险与上述可能性的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:52.7-52.12