- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:52.1-52.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者在清晨调养之后,对比阅读了埃斯库罗斯、索福克勒斯与欧里庇得斯以菲洛克忒忒斯为题材的悲剧,称赞埃斯库罗斯崇高古朴的文风,并为其未借助神祇变形而让奥德修斯隐匿身份的戏剧手法进行辩护。
Ἀναστὰς σχεδόν τι περὶ πρώτην ὥραν τῆς ἡμέρας καὶ διὰ τὴν ἀρρωστίαν τοῦ σώματος καὶ διὰ τὸν ἀέρα ψυχρότερον ὄντα διὰ τὴν ἕω καὶ μάλιστα μετοπώρῳ προσεοικότα καίτοι μεσοῦντος θέρους, ἐπεμελήθην ἐμαυτοῦ καὶ προσηυξάμην. ἔπειτα ἀνέβην ἐπὶ τὸ ζεῦγος καὶ περιῆλθον ἐν τῷ ἱπποδρόμῳ πολλούς τινας κύκλους, πρᾴως τε καὶ ἀλύπως ὡς οἷόν τε ὑπάγοντος τοῦ ζεύγους. καὶ μετὰ ταῦτα περιπατήσας ἀνεπαυσάμην μικρόν τινα χρόνον. ἔπειτα ἀλειψάμενος καὶ λουσάμενος καὶ μικρὸν ἐμφαγὼν ἐνέτυχον τραγῳδίαις τισίν.
大约在天明后的第一时辰起身,由于身体抱恙,又因清晨使得空气颇为清凉,尽管正值盛夏却极似深秋,我便调理了一番身体并作了祈祷。接着我登上一辆双马马车,在赛马场中绕了许多圈,马匹尽可能温和而无痛感地小跑着。在此之后我散了散步,休息了片刻。随后我涂抹了膏油,沐浴并少许进食,便翻阅起几部悲剧来。
σχεδὸν δὲ ἦσαν ἄκρων ἀνδρῶν, Αἰσχύλου καὶ Σοφοκλέους καὶ Εὐριπίδου, πάντων περὶ τὴν αὐτὴν ὑπόθεσιν. ἦν γὰρ ἡ τῶν Φιλοκτήτου τόξων εἴτε κλοπὴ εἴτε ἁρπαγὴν δεῖ λέγειν· πλὴν ἀφαιρούμενός γε τῶν ὅπλων ἦν Φιλοκτήτης ὑπὸ τοῦ Ὀδυσσέως καὶ αὐτὸς εἰς τὴν Τροίαν ἀναγόμενος, τὸ μὲν πλέον ἑκών, τὸ δέ τι1 καὶ πειθοῖ ἀναγκαίᾳ, ἐπειδὴ τῶν ὅπλων ἐστέρητο, ἃ τοῦτο μὲν βίον αὐτῷ παρεῖχεν ἐν τῇ νήσῳ, τοῦτο δὲ θάρσος ἐν τῇ τοιαύτῃ νόσῳ, ἅμα δὲ εὔκλειαν.
这些作品大抵出自绝顶之人——埃斯库罗斯、索福克勒斯和欧里庇得斯,且全都围绕着同一个题材。这便是关于菲洛克忒忒斯之弓的事件,无论应当称之为偷窃还是劫掠;无论如何,菲洛克忒忒斯正被奥德修斯剥夺武器,并且他本人也被带往特洛伊,大体上是自愿的,但也有几分是出于无奈的劝服,因为他已被剥夺了武器——这些武器一方面在海岛上为他提供生计,另一方面又在那样的病痛中赐予他勇气,同时还带来荣耀。
οὐκοῦν εὐωχούμην τῆς θέας καὶ ἐλογιζόμην πρὸς ἐμαυτὸν ὅτι τότε Ἀθήνησιν ὢν οὐχ οἷός τ̓ ἂν ἦν μετασχεῖν τῶν ἀνδρῶν ἐκείνων ἀνταγωνιζομένων, ἀλλὰ Σοφοκλέους μὲν πρὸς Αἰσχύλον νέου πρὸς γέροντα, καὶ πρὸς Εὐριπίδην πρεσβυτέρου πρὸς νεώτερον ἀγωνιζομένου μετέσχον τινές· Εὐριπίδης δ’ ἀπελείφθη κατὰ τὴν ἡλικίαν Αἰσχύλου· καὶ ἅμα οὐ πολλάκις ἴσως ἢ οὐδέποτε τῷ αὐτῷ δράματι ἀντηγωνίσαντο. αὐτὸς δὲ ἐφαινόμην ἐμαυτῷ πάνυ τρυφᾶν καὶ τῆς ἀσθενείας παραμυθίαν καινὴν ἔχειν.
因此,我沉浸于这一观赏之中,并自思道:即便我当年身处雅典,也无法亲历那些人同场竞技的情景。固然有些人曾目睹过年轻的索福克勒斯与年迈的埃斯库罗斯竞争,以及作为年长者的他与更年轻的欧里庇得斯竞争;但欧里庇得斯在年岁上与埃斯库罗斯相距甚远,同时他们或许极少甚至从未以同一剧作同台对决。然而在我自己看来,我仿佛在极尽享受,并为自己的病痛找到了一种崭新的慰藉。
οὐκοῦν ἐχορήγουν ἐμαυτῷ2 πάνυ λαμπρῶς καὶ προσέχειν ἐπειρώμην, ὥσπερ δικαστὴς τῶν πρώτων τραγικῶν χορῶν. πλὴν ὀμόσας γε οὐκ ἂν ἐδυνάμην ἀποφήνασθαι οὐδέν, οὐδ’ ἐμοῦ γε ἕνεκεν οὐδεὶς ἂν ἡττήθη τῶν ἀνδρῶν ἐκείνων. ἥ τε γὰρ τοῦ Αἰσχύλου μεγαλοφροσύνη καὶ τὸ ἀρχαῖον, ἔτι δὲ τὸ αὔθαδες τῆς διανοίας καὶ φράσεως, πρέποντα ἐφαίνετο τραγῳδίᾳ καὶ τοῖς παλαιοῖς ἤθεσι τῶν ἡρώων, οὐδὲν ἐπιβεβουλευμένον οὐδὲ στωμύλον οὐδὲ ταπεινόν·
于是,我极尽排场地上演着自己的戏剧,并竭力专注聆听,宛如第一流悲剧歌队的评判官一般。然而即便立誓,我也绝无法给出任何裁决,也不会因我的缘故而让那些人中的任何一位落败。因为埃斯库罗斯的宏大气魄与古雅之风,加之思想与文辞的刚毅不羁,显得与悲剧及英雄们古代的风尚极为相称,毫无刻意谋求之态,既不轻佻善辩,亦不卑琐平庸。
ἐπεί τοι καὶ τὸν Ὀδυσσέα εἰσῆγε δριμὺν καὶ δόλιον, ὡς ἐν τοῖς τότε, πολὺ δὲ ἀπέχοντα τῆς νῦν κακοηθείας, ὥστε τῷ ὄντι ἀρχαῖον ἂν δόξαι παρὰ τοὺς νῦν ἁπλοῦς εἶναι βουλομένους καὶ μεγαλόφρονας. καὶ οὐδέν γε ἀλλαττούσης τῆς Ἀθηνᾶς προσεδεήθη πρὸς τὸ μὴ γνωσθῆναι ὅστις ἐστὶν ὑπὸ τοῦ Φιλοκτήτου, καθάπερ Ὅμηρος κἀκείνῳ δὴ ἑπόμενος Εὐριπίδης· ὥστε τυχὸν ἄν τις ἐγκαλέσαι τῶν οὐ φιλούντων τὸν ἄνδρα, ὅτι οὐδὲν αὐτῷ ἐμέλησεν ὅπως πιθανὸς ἔσται ὁ Ὀδυσσεὺς οὐ γιγνωσκόμενος ὑπὸ τοῦ Φιλοκτήτου.
事实上,他将奥德修斯塑造成精明而狡黠的人物,依当时的情形而言是如此,但却远无如今这般阴险狠毒,以致与今日那些自诩单纯且气量弘大的人相比,他真正显得古朴。而且他完全不需要雅典娜做出任何改变来使奥德修斯不被菲洛克忒忒斯认出身份,不像荷马以及追随他的欧里庇得斯那样;因此,在不喜爱这位诗人的人当中,或许有人会指责他丝毫没有考虑过奥德修斯不被菲洛克忒忒斯认出究竟怎样才算合情合理。
ἔχοι δ’ ἂν ἀπολογίαν, ὡς ἐγᾦμαι, πρὸς τὸ τοιοῦτον· ὁ μὲν γὰρ χρόνος τυχὸν οὐκ ἦν τοσοῦτος, ὥστε μὴ ἀνενεγκεῖν τὸν χαρακτῆρα,3 δέκα ἐτῶν διαγεγονότων, ἡ δὲ νόσος ἡ τοῦ Φιλοκτήτου καὶ κάκωσις καὶ τὸ ἐν ἐρημίᾳ βεβιωκέναι τὸν μεταξὺ χρόνον οὐκ ἀδύνατον τοῦτο ἐποίει. πολλοὶ γὰρ ἤδη, οἱ μὲν ὑπὸ ἀσθενείας, οἱ δὲ ὑπὸ δυστυχίας, ἔπαθον αὐτό. καὶ μὴν ὁ χορὸς αὐτῷ παραιτήσεως, ὥσπερ ὁ τοῦ Εὐριπίδου, οὐδὲν ἐδεήθη.
然而依我之见,对此类批评本可以有辩解:因为这期间经过的十年光景,或许本不至于漫长到无法记起其容貌,但菲洛克忒忒斯的病患、痛苦以及在荒凉孤独中度过这漫长岁月的处境,使得这一情况并非不可能。因为至今已有许多人,或因病弱,或因不幸,都曾经历过这等事。再者,他的歌队也绝不需要像欧里庇得斯的歌队那样做出任何辩解或致歉。
- 52.2τὸ μὲν πλέον ... τὸ δέ τι
副词性对格的对照结构('大部分……在某种程度上也……'),修饰菲洛克忒忒斯被带往特洛伊的缘由,将其内心的自愿与被迫接受劝服的情形加以对照。
- 52.4ἐχορήγουν ἐμαυτῷ
χορηγέω(担任歌队资助人、承担戏剧排演费用)的比喻用法。叙述者将自己独自一人阅读和品评三部悲剧的比对过程,比作自掏腰包为自己排演了一场悲剧竞演。与格 ἐμαυτῷ 是利益与格('为我自己')。
- 52.6ὥστε μὴ ἀνενεγκεῖν τὸν χαρακτῆρα
带 ὥστε 的结果从句。ἀνενεγκεῖν 是 ἀναφέρω 的不定过去时不定词,在此意为'回忆起、在心中唤起'。配合否定词 μή,表示程度性的结果:'(时间尚不至于漫长到)让人无法回想起其容貌特征'。
