← 金嘴狄翁

演说集

§51.5-51.9

尊崇教化的市民美德与对指导者的颂扬

演说者称赞该城邦尊崇美德与教化、优待受托指导者的卓越风尚,并将其与当年排斥伯里克利及迫害哲人的雅典人作对比,指出赞美这群懂得尊崇良师的公民本身就是对该指导者最崇高的颂扬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§51.5

τίς οὖν οὐκ ἂν ἀγαπήσειε τοιαύτην πόλιν καὶ πολιτείαν, ἐν ᾗ τῶν φιλοτιμιῶν αἱ τιμαὶ μείζους εἰσίν, ὁ δὲ μετ’ εὐνοίας νουθετῶν τοῦ μετὰ κολακείας ὁμιλοῦντος μᾶλλον στέργεται, προθυμότεροι δ᾽ εἰσὶν οἱ πολλοὶ σωφρονίζεσθαι καὶ ἐπανορθοῦσθαι ἢ θεραπεύεσθαι καὶ τρυφᾶν· ἢ τίς οὐκ ἂν ὑμᾶς μὲν ἐκπλαγείη, τοῦτον δ’ εὐδαιμονίσειεν, ὑφ’ ὑμῶν τοιούτων ὄντων κεκριμένον τῆς ὑμετέρας ἀρχῆς ἄξιον;

那么,有谁会不热爱这样的一座城邦与政体呢?在这里,所赐予的荣誉甚至大过人们立功立德的热忱;怀抱善意加以劝诫的人,比起逢迎阿谀之辈更受爱戴;而大众宁愿受到训诫与纠正,也不愿被人奉承并过奢靡的生活。或者,有谁会不为你们感到惊叹,并称赞这个人是有福的呢——因为他得到了像你们这样的人的判定,被认为配得上统领你们。

§51.6

καὶ ἔγωγε μέγαν αὐτῷ τὸν ἀγῶνα ὁρῶ πρὸς ὑμᾶς ὄντα. ὅτῳ γὰρ πόλις ὅλη καὶ δῆμος ἑκὼν ἐπέτρεψε παιδεύειν αὑτὸν καὶ ὃν ἐπιστάτην εἵλετο τῆς κοινῆς ἀρετῆς καὶ ὅτῳ τὴν μεγίστην ἀρχὴν ἔδωκε τῆς σωφροσύνης καὶ τῆς καὶ τοῦ καλῶς βιοῦν ἕκαστον, πῶς οὐχὶ τούτῳ μέγας ὁ ἀγών ἐστιν, ὥστε μηδὲν ἐλάττονι φανῆναι τῆς ὑμετέρας γνώμης;1 σκόπει δέ, ἵνα εἰδῇς ὅτι μηδὲ τῶν παλαιῶν μηδεὶς μηδὲ τῶν θαυμαζομένων διὰ παντὸς τοῦ χρόνου τηλικαύτης τιμῆς παρὰ τῶν πολιτῶν τῶν αὑτοῦ τετύχηκεν.

依我看来,他面对你们所承担的重任是极为艰巨的。因为,当整座城邦与全体公民自愿委托他来教导自己,推选他作为公共美德的指导者,并赋予他在节制以及使每个人过上良好生活方面的最高权力时,他要表现得丝毫不逊色于你们的期望,这对他来说岂能不是一场巨大的考验?请你想一想,以便明白在古人当中,在历代为人敬仰的人当中,绝无一人曾从自己的同胞公民那里获得过如此巨大的荣誉。

§51.7

ὁ γοῦν Περικλῆς ἐκεῖνος, ὃν ἀκούομεν παρὰ τοῖς Ἀθηναίοις ἀκμαζούσης γενέσθαι τῆς πόλεως, στρατηγίας μὲν ἐτύγχανεν· οὐ μὴν ἄξιος ἔδοξε διὰ παντὸς ἄρχειν τοῦ χρόνου καὶ ταύτην οὐκ ἀργύριον διοικῶν2 οὐδὲ οἰκοδομημάτων ἐπιμελούμενος, ἀλλ’ ὅπως ἂν ἀγαθοὶ ὦσιν οἱ πολῖται, καὶ νουθετεῖν ἠβούλετο τοὺς ἁμαρτάνοντας καὶ τὸ γοῦν καθ’ αὑτὸν βελτίονας ποιεῖν. οὐ μὴν ἠνείχοντο αὐτοῦ διὰ τὴν αὑτῶν ἀναγωγίαν οἱ τότε.

事实上,那位我们听闻在雅典城邦全盛时期出现的著名伯里克利,固然获得了将军职位;然而他绝没有被认为配得上在所有时期都执掌统治——而且那是在他并不想以掌管钱财或监督建筑来实行统治,而是为了使公民成为善人,并且希望劝诫犯错者、至少凭己之力使他们变好的情况下。然而,当时的人们由于自身缺乏教养,竟无法容忍他。

§51.8

πόσῳ δὴ κρείττους ὑμεῖς οἱ παραδιδόντες αὑτοὺς καὶ παιδεύειν κελεύοντες τῶν εἰ καί τις παρ’ αὑτοῦ πρόθυμος ἦν τοῦτο ποιεῖν ἀγανακτούντων3 καὶ οὐ μόνον οὐ τιμώντων, ἀλλὰ καὶ ἀποκτεινάντων τὸν ἐπιμελούμενον. ποῖον οὖν ἔτι κάλλιον ἐγκώμιον ἢ τοῦδε ἢ ὑμῶν εἴποι τις ἄν; οἵ γε ἐπειδὴ ᾔσθεσθε τοὺς ἐφήβους καὶ τοὺς νεανίσκους κρείττονας πεποιηκότα, εὐθὺς ἡγεῖσθε καὶ ὑμᾶς ἀμείνους δύνασθαι ποιεῖν καὶ νὴ Δία γε οὐχὶ τοῖς μὲν ἐφήβοις ἐστὶ παιδείας καὶ ἀρετῆς χρεία, τοῖς δὲ προβεβηκόσιν οὒ καὶ πάσῃ τῇ πόλει· ὥσπερ εἴ τις ἰατρὸς τοῖς μὲν παισὶν ἢ τοῖς μειρακίοις χρείαν εἶναι θεραπείας νομίζοι, τοῖς δὲ τελείοις μή.

你们交付出自己并要求他施以教导,相比于那些即便有人自愿这般做也心生怨恨、不仅不加尊崇反而将关照他们的人处死的人,你们该是何等卓越啊!那么,任何人还能为他或为你们说出怎样更为美好的颂辞呢?因为当你们察觉到他已使青年与年轻一代变得更优秀时,便立刻认为他同样能使你们变得更好;凭宙斯起誓,绝不是唯有青年才需要教养与美德,而年长者以及整座城邦则不需要。这恰如一位医者认为儿童或少年需要医治,而成年人却不需要一样。

§51.9

καὶ μὴν ἥ γε πρὸς τὰς τιμὰς μεγαλοψυχία πῶς οὐχὶ θαυμαστὴ τῆς πόλεως; τί γὰρ τῶν σεμνῶν οὐχὶ προθύμως παρεσχήκατε; οὐκ εἰκόνας;οὐκ ἀνδριάντας; οὐχὶ πρεσβεύοντες πρὸς τὰς πόλεις, πρὸς τὸν αὐτοκράτορα; οὐ κοινῇ τιμῶντες, οὐ κατ’ ἰδίαν ἕκαστος δεξιούμενος; τίς ἂν οὐκ ἀνεθείη τῶν τοιούτων ὄντων;4 ἢ τίς οὐκ ἂν προθυμοῖτο ὅ, τι δύναιτο ποιεῖν ὑμᾶς ἀγαθόν; οὐκοῦν ἔγωγε οἶμαι καὶ τὸν τοῦδε ἔπαινον ὡς ἠδυνάμην εἰρηκέναι. τὸ γὰρ τῶν ἀποδεχομένων τινὰ καὶ τιμώντων ἐγκώμιον δῆλον ὡς κάλλιστος ἔπαινος ἐκείνου ἂν εἴη.

再者,城邦在给予荣誉方面的豁达气度,又怎能不令人赞叹呢?凡是崇高的礼遇,有哪一样你们没有欣然提供?难道没有提供肖像?难道没有提供雕像?难道没有向各个城邦、向皇帝派遣使节?难道没有以公家之名予以尊崇,且每个人在私下里没有亲切致敬?面对这般情形,有谁的心境不会振奋起来?又有谁不会热切渴望为你们竭尽所能地施行善事?因此,我认为我已经将对他的赞美也尽己所能地陈述了;因为对接纳并尊崇某人的人们所作的赞词,显然便是对那个人本身最美好的称赞。

语法注4 条
  1. 51.6ὥστε μηδὲν ἐλάττονι φανῆναι τῆς ὑμετέρας γνώμης

    在由 ὥστε 引导的结果从句中,不定式 φανῆναι 的表语补足语 ἐλάττονι 没有使用通常的不定式主语宾格(ἐλάττονα),而是受主句与格代词 τούτῳ 的同化吸引而采用与格。此外,τῆς ὑμετέρας γνώμης 作比较级 ἐλάττονι 的比较属格,意为“逊色于你们的期望/看法”。

  2. 51.7καὶ ταύτην οὐκ ἀργύριον διοικῶν

    阴性单数宾格指示代名词 ταύτην 回指上文隐含的统治职权概念(ἀρχή,与前句的 στρατηγία / ἄρχειν 呼应),作为强调惯用法“而且是将这统治……”,引出后续分词 διοικῶν 与 ἐπιμελούμενος 对统治方式的具体限定。

  3. 51.8τῶν εἰ καί τις παρ’ αὑτοῦ πρόθυμος ἦν τοῦτο ποιεῖν ἀγανακτούντων

    此处出现语序倒装(hyperbaton):条件从句 εἰ καί τις... 被嵌在冠词 τῶν 与其分词 ἀγανακτούντων 之间,该分词作比较级 κρείττους 的比较属格(“比起那些心生怨恨的人”)。并列的分词短语 καὶ ἀποκτεινάντων τὸν ἐπιμελούμενον 则暗指雅典人处死苏格拉底等引导者的历史往事。

  4. 51.9τίς ἂν οὐκ ἀνεθείη τῶν τοιούτων ὄντων;

    ἀνεθείη 是动词 ἀνίημι 的被动态不定过去时希求法第三人称单数,与 ἄν 连用表示潜能。其被动态在此表示“得到宽慰/受到鼓舞/卸下重负”,并附带有独立属格短语 τῶν τοιούτων ὄντων(“在存在如此情形的情况下”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:51.5-51.9