← 金嘴狄翁

演说集

§51.1-51.4

对虚伪奉承的批判与对接纳直言之德的赞扬

演说者抨击违心奉承和称赞之人的奴隶习气,指出公民大会与集市上言行的巨大反差,并赞扬听众看重真诚善意与坦率直言的德性,而非眼前利益或金钱开支。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§51.1

Σφόδρα θαυμάζειν ἔπεισιν, ὦ ἄνδρες, εἴ τις οὐκ ἀποδεχόμενός τινα οὐδὲ ἀγαπῶν ἔπειτα ἀναστὰς ἐπαινεῖ τῷ λόγῳ καὶ ἐνίοτε διῆλθεν ἐγκώμιον μακρὸν καὶ λίαν ἐπιμελῶς συγκείμενον. ὁ γὰρ τοιοῦτος ἄνθρωπος οὐκ ἔστιν ὅ, τι τῶν αἰσχίστων οὐ σύνοιδεν αὑτῷ,1 φθόνον, μικροψυχίαν, τὸ πάντων ἔσχατον, δουλείαν. λέγεται γοῦν οὐκ ἀτόπως καὶ παρὰ τοῖς παλαιοῖς ʽδούλου τόδ᾽ εἶπας.ʽ φέρε δή, πῶς οὐκ ἂν εἴη δοῦλος ὁ πρὸς τοσούτους ἅμα ἀνθρώπους ἕτερα ὧν φρονεῖ2 εἰπών, καὶ ταῦτα οὐχ ἁπλῶς, ἀλλὰ μετὰ φροντίδος καὶ παρασκευῆς, καὶ κολακεύων πολλάκις ἄνθρωπον καὶ θαυμάζων ὃν οὐ φιλεῖ;

诸位,如果有人既不认可某人,也不喜爱某人,却站起身来用言辞大加赞赏,有时甚至发表一篇冗长而极其精心构思的颂词,这实在令我感到无比诧异。因为这样的人对自己身上最可耻的诸种恶行无不心知肚明:嫉妒、气度狭隘,以及最为极端的卑劣之举——奴性。古人中间有一句话说得极为恰切:“你说的是奴隶的话。”试问,一个人面对如此众多的人,口中所言违背自己心中的想法,而且并非随口一说,而是深思熟虑、精心准备,常常阿谀奉承并赞叹一个自己并不喜爱的人,这样的人怎能不是奴隶呢?

§51.2

μέτριον γὰρ οὕτως εἰπεῖν. καὶ μὴν ὅτι πάντες πάντας ἐγκωμιάζουσι παρ’ ἡμῖν ἐπίστασθε δήπου· ὥστ’ ἐγὼ συνήδομαι καὶ κρίνω μακαρίους ὑμᾶς, εἰ οὕτως φιλοῦμεν πάντες ἅπαντας. τοῦτο γάρ ἐστιν ἀκόλουθον. ἐβουλόμην δ’ ἄν, ὥσπερ ἐν ταῖς βουλαῖς καὶ ταῖς ἐκκλησίαις πολλῶν ἐγκωμίων ἀκοῦσαι ἔστιν, οὕτως καὶ ἐν τῇ ἀγορᾷ καὶ τοῖς ἄλλοις συλλόγοις. νῦν δὲ παρὰ τὸν τόπον τοιαῦτα ἢ τοιαῦτά ἐστι τὰ λεγόμενα, καὶ ὥσπερ οἱ γυμνάζοντες αὑτοὺς ἐν ταῖς σχολαῖς, καὶ ἡμεῖς ἐγχειροῦμεν εἰς ἀμφότερα. οὐκοῦν, ἂν μὲν εἰς ἐκκλησίαν τις παραγένηται τῶν ξένων, ἡρώων τινῶν ἢ σοφῶν ἡγήσεται τὴν πόλιν· ἂν δ’ εἰς τὴν ἀγορὰν ἐμβάλῃ, ὁποίων οὐδὲν δεῖ λέγειν· ἐπίστασθε γὰρ αὐτοί.

如此说来已算是客气的了。想必你们清楚地知道,在我们这里人人都在赞美所有的人;因此,如果说我们大家当真都如此爱戴每一个人,我便与你们同乐,并认为你们是幸福的。因为这乃是逻辑上的推论。但我倒希望,正如在议事会和公民大会中能够听到许多颂词一样,在集市以及其他聚会场所也是如此。然而现在,所说的话却因地而异、截然相反,正如那些在学馆中自我训练的人一样,我们也对正反两面兼收并蓄。因此,如果有外邦人来到公民大会,他会以为这座城邦是由某些英雄或智者组成的;但如果他步入集市,会认为这里的人是怎样的,便无需我说了;因为你们自己心里明白。

§51.3

τί οὖν; φήσει τις, ἀνέστης ἐπιτιμήσων τοῖς ἐπαινοῦσιν; οὐ μὰ τὸν Δία, ἀλλ’ ὅπως, ἂν ᾖ δυνατόν, μὴ μόνον ἐνθάδε ὦμεν φιλάνθρωποι καὶ φιλάγαθοι, ἀλλ’ ὁμοίως ἐν παντὶ τόπῳ καὶ καιρῷ. τὸν μὲν οὖν τούτου ἔπαινον ὁρῶ πεπληρωμένον ὑφ’ ὑμῶν, ὥστε μηδεμίαν ὑπερβολὴν ἔχειν. ἄξιον δὲ καὶ ὑμᾶς ἐπαινεῖν. δοκεῖτε γάρ μοι πολὺ πάντων τῶν δήμων διαφέρειν. κἀγὼ τοῦτο οὐκ ἂν εἶπον, εἰ μὴ καὶ ἐφρόνουν οὕτως. οἱ μὲν γὰρ ἄλλοι πρὸς τὸ λυσιτελὲς μόνον βλέπουσιν, καὶ τοὺς διδόντας αὐτοῖς ἢ δυναμένους διδόναι, τούτους ἐπαινοῦσιν· ὑμεῖς δὲ καὶ τὴν προθυμίαν καὶ τὸ βούλεσθαι μέγα εἶναι νομίζετε.

“那么,”有人会问,“你站起来难道是为了责难那些称赞别人的人吗?”凭宙斯起誓,绝非如此;我站起来是为了让我们不仅在此地充满仁爱与向善之心,若有可能,更在每一个地方和时刻都同样如此。至于对这个人的称赞,我看到已经被你们表达得淋漓尽致,以至于无以复加。然而称赞你们自身也是理所应当的。因为在我看来,你们大大胜过所有其他民众。如果我自己不是这样认为,我也绝不会说出这番话。因为其他人只顾自身利益,只称赞那些施予他们或有能力施予的人;而你们却认为热情与善意本身就是伟大的。

§51.4

καὶ οὐχὶ τοῦτό φημι, ὡς οὐχὶ καὶ πεποίηκε3 πολλὰ καὶ μεγάλα· πεποίηκε γάρ· ἀλλ’ ὅτι ὑμῖν γε ἀπέχρη καὶ τὸ βούλεσθαι αὐτόν. ἔτι δὲ οἱ μὲν ἄλλοι τὰ ἐλάχιστα τῶν γενομένων μάλιστα ἀποδέχονται· λέγω δὲ ὅσα ἔχει δαπάνην τινά· ὑμεῖς δὲ τῶν μεγίστων αἰσθάνεσθε κατὰ τὴν ἀξίαν. ἔστι δὲ τῷ παντὶ μεῖζον τοῦ δαπανᾶν τὸ κήδεσθαί τινα τῆς πόλεως καὶ φανερὸν εἶναι εὐνοοῦντα ὑμῖν. πρὸς δὲ τούτοις οἱ μὲν πλεῖστοι τοὺς νουθετοῦντας, κἂν μετὰ λόγου τοῦτο ποιῶσι, μισοῦσι, τοὺς δὲ μεθ’ ἡδονῆς κολακεύοντας θαυμαστῶς ἀποδέχονται. παρ’ ὑμῖν δὲ τοὐναντίον ὁ πλείστῃ παρρησίᾳ χρώμενος καὶ τοῖς ἁμαρτάνουσιν ἐπιπλήττων καὶ σωφρονίζων, οὗτος μάλιστα ἀγαπᾶται.

我这样说并不是说他未曾做过许多伟大之事;因为他确实做过;而是说,仅仅是他抱有善意,对你们而言就已足够了。再者,其他人最乐于接受所行之善中微不足道的部分——我是指涉及某种开销的事;而你们却能按其应有的价值来体会那些最伟大的事物。比起花钱开销,关怀城邦并公然向你们显出善意,无论如何都要崇高得多。除此以外,大多数人哪怕是在合乎情理的情况下也憎恶劝诫他们的人,却对令人愉悦的奉承者赞赏有加。但在你们这里则截然相反,那以极大的直率畅所欲言、对犯错者进行斥责并使之收敛自省的人,反而是最受爱戴的。

语法注3 条
  1. 51.1οὐκ ἔστιν ὅ, τι τῶν αἰσχίστων οὐ σύνοιδεν αὑτῷ

    短语 οὐκ ἔστιν ὅ, τι ... οὐ 是双重否定表全称肯定(相当于 πᾶν,“每一个”)的惯用句式。部分属格 τῶν αἰσχίστων 修饰 ὅ, τι,整句意为“在最可耻的事中,没有一件是他对自己不心知肚明的”。后文的宾格词 φθόνον, μικροψυχίαν, δουλείαν 是对其具体内容的同位语。

  2. 51.1ἕτερα ὧν φρονεῖ

    此处出现了关系代词的引申格变化(attractio relativi)。其原本完整的结构为 ἕτερα τούτων ἃ φρονεῖ(“不同于他所想之事的其他事”)。先行词 τούτων 被省略,而本应为宾格的关系代词 ἃ 受表示相异与比较的 ἕτερα 所要求的属格吸引,变成了 ὧν。

  3. 51.4καὶ οὐχὶ τοῦτό φημι, ὡς οὐχὶ καὶ πεποίηκε

    双重否定结构 οὐ φημι ὡς οὐχί...(“我并不是说他未曾……”)。这是一种借双重否定来强烈肯定正面事实的表达法,强调他实际上确实立下了诸多功勋,紧随其后的 πεποίηκε γάρ(“因为他确实做过”)印证了这一肯定意图。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:51.1-51.4